<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="36"><p>36. Ἵνα γὰρ μή τις, βλέπων τὸν Υἱὸν ἔχοντα πάντα ὅσα
ἔχει ὁ Πατὴρ, ἐκ τῆς ἀπαραλλάκτου ὁμοιότητος καὶ ταυτότητος
<note type="marginal">Cp. iv. 2.</note> ὧν ἔχει, πλανηθεὶς κατὰ Σαβέλλιον ἀσεβήσῃ, νομίσας αὐτὸν
<note type="marginal">Matt. xxviii. 18.</note> εἶναι τὸν Πατέρα· διὰ τοῦτο τὸ ‘ἐδόθη μοι καὶ τὸ’ ἔλαβον,’
<note type="marginal">John x. 18.</note> καὶ τὸ ‘παρεδόθη μοι,’ εἴρηκεν, ὑπὲρ τοῦ μόνον δεῖξαι ὅτι οὐκ
<note type="marginal">Matt. xi. 27.</note> ἔστιν αὐτὸς ὁ Πατὴρ, ἀλλὰ τοῦ Πατρὸς ὁ Λόγος, καὶ ὁ ἀΐδιος
Υἱός ἐστιν, ὁ διὰ μὲν τὴν ὁμοιότητα τοῦ Πατρὸς ἔχων ἀϊδίως
ἅπερ ἔχει παῤ αὐτοῦ, διὰ δὲ τὸ εἶναι αὐτὸν Υἱὸν, ἐκ τοῦ Πατρὸς
ἔχει ἅπερ ἀϊδίως ἔχει. Ὅτι γὰρ τὸ ‘ἐδόθη,ʼ καὶ τὸ ‘παρεδόθη,ʼ
καὶ τὰ ὅμοια τούτοις, οὐκ ἐλαττοῖ τὴν θεότητα τοῦ Υἱοῦ, ἀλλὰ
καὶ μᾶλλον δείκνυσιν αὐτὸν ἀληθῶς Υἱὸν, ἔξεστι καὶ ἀπʼ αὐτῶν
τῶν ῥητῶν καταμαθεῖν. Εἰ γὰρ ‘πάνταʼ αὐτῷ παρεδόθη, πρῶτον
<note type="marginal">Heb. i. 2.</note> μὲν ἄλλος ἐστὶ τῶν πάντων, ὧν παρέλαβεν· ἔπειτα, ‘πάντων ὢν
κληρονόμος,’ μόνος ὁ Υἱός ἐστι καὶ ἴδιος κατʼ οὐσίαν τοῦ Πατρός.
<note type="marginal">c. 15.</note> Εἰ γὰρ εἶς ἦν τῶν πάντων, οὐ πάντων ἦν αὐτὸς κληρονόμος·

<pb n="191"/>
ἀλλὰ καὶ ἕκαστος ἐλάμβανεν, ὡς ἤθελε καὶ ἐδίδου ὁ Πατήρ.
Νῦν δὲ, πάντα λαμβάνων αὐτὸς, ἄλλος ἐστὶ τῶν πάντων καὶ
μόνος ἴδιος τοῦ Πατρός. Ὅτι δὲ πάλιν τὸ ‘ἐδόθη,ʼ καὶ ‘παρεδόθη,’
οὐ τό ποτε μὴ ἔχειν αὐτὸν δείκνυσι, δυνατὸν ἐκ τοῦ
ὁμοίου ῥητοῦ καὶ περὶ πάντων συνιδεῖν τὸ τοιοῦτον. Φησὶ γὰρ
αὐτὸς ὁ Σωτήρ· ‘ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως <note type="marginal">John. v. 26.</note>
καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.’ Ἐκ μὲν γὰρ τοῦ
λέγειν, ‘δέδωκε,ʼ σημαίνει ἑαυτὸν μὴ εἶναι τὸν Πατέρα· ἐν δὲ
τῷ λέγειν, ‘οὕτως,ʼ δείκνυσι τὴν πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ
φυσικὴν ὁμοιότητα καὶ ἰδιότητα. Εἰ μὲν οὖν ἦν ποτε ὅτε
οὐκ εἶχεν ὁ Πατὴρ, δῆλον ὅτι καὶ ὁ Υἱὸς ἦν ὅτε οὐκ εἶχεν·
ὡς γὰρ ὁ Πατὴρ, οὕτως καὶ ὁ Υἱὸς ἔχει. Εἰ δὲ ἀσεβὲς μὲν
τοῦτο λέγειν, εὐσεβὲς δὲ μᾶλλόν ἐστιν εἰπεῖν ὅτι ἀεὶ ἔχει ὁ
Πατὴρ, πῶς οὐκ ἄτοπον, τοῦ Υἱοῦ λέγοντος ὅτι ὡς ὁ Πατὴρ
ἔχει, οὕτως καὶ ὁ Υἱὸς ἔχει, τούτους λέγειν μὴ οὕτως ἔχειν, ἀλλʼ
ἄλλως ἔχειν; Μᾶλλον οὖν ὁ Λόγος πιστός ἐστι, καὶ πάντα, ἃ
λέγει εἰληφέναι, ἀεὶ ἔχων, αὐτὰ ἔχει παρὰ τοῦ Πατρός· καὶ ὁ
μὲν Πατὴρ οὐ παρά τινος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρὸς ἔχει.
Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυγάσματος, εἰ αὐτὸ τὸ ἀπαύγασμα λέγοι,
‘Πάντα τόπον δέδωκέ μοι τὸ φῶς φωτίζειν· καὶ οὐκ ἀπʼ ἐμαυτοῦ
φωτίζω, ἀλλʼ ὡς τὸ φῶς βούλεται· τοῦτο δὲ λέγον, οὐ τό ποτε
μὴ ἔχειν ἑαυτὸ δείκνυσιν, ἀλλʼ ὅτι ‘τοῦ φωτὸς ἴδιόν εἰμι, καὶ τὰ
ἐκείνου πάντα ἐμά ἐστιν. Οὕτως καὶ πλέον ἐπὶ τοῦ Υἱοῦ νοεῖν
ἔξεστι. Καὶ γὰρ πάντα δεδωκὼς ὁ Πατὴρ τῷ Υἱῷ, πάντα πάλιν
ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἔχει· καὶ τοῦ Υἱοῦ δὲ ἔχοντος, πάλιν ὁ
Πατὴρ αὐτὰ ἔχει. Ἡ γὰρ τοῦ Υἱοῦ θεότης τοῦ Πατρὸς θεότης <note type="marginal">Cp. c. 3.</note>
ἐστί καὶ οὕτως ὁ Πατὴρ ἐν τῷ Υἱῷ τῶν πάντων τὴν πρόνοιαν
ποιεῖται.</p></div><div type="textpart" subtype="chapter" n="37"><p>37. Τῶν μὲν οὖν τοιούτων ῥητῶν τοιοῦτος ὁ νοῦς· περὶ δὲ
τῶν ἀνθρωπίνως λεγομένων περὶ τοῦ Σωτῆρος, καὶ ταῦτα πάλιν
εὐσεβῆ τὴν διάνοιαν ἔχει. Διὰ τοῦτο γὰρ καὶ προεξητάσαμεν <note type="marginal">(14.)</note>
τὰ τοιαῦτα, ἵνα, ἐὰν ἀκούσωμεν ἐπερωτῶντος αὐτοῦ, ποῦ Λάζαρος <note type="marginal">John xi. 34.</note>
κεῖται, καὶ ὅταν εἰς τὰ μέρη Καισαρείας ἐλθὼν πυνθάνεται, <note type="marginal">Matt. xvi. 13.</note>
Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἷναι;’ καὶ, ‘Πόσους ἔχετε <note type="marginal">Mark vi. 38. Matt. xx. 32.</note>
ἄρτους; καὶ, ‘Τί θέλετε ἵνα ποιήσω ὑμῖν;’ γινώσκωμεν ἐκ τῶν
προειρημένων τὴν ὀρθὴν τῶν ῥητῶν διάνοιαν, καὶ μὴ σκανδαλιζώμεθα

<pb n="192"/>
κατὰ τοὺς Xριστομάχους Ἀρειανούς. Πρῶτον μὲν οὖν
τοῖς ἀσεβοῦσι τοῦτο ῥητέον, πόθεν νομίζουσιν ἀγνοεῖν αὐτόν;
Οὐ γὰρ ὁ ἐπερωτῶν πάντως καὶ ἀγνοῶν ἐπερωτᾷ· ἀλλʼ ἔξεστι
τὸν εἰδότα καὶ ἐρωτᾷν περὶ ὧν ἐπίσταται. Ἀμέλει καὶ ὁ
Ἰωάννης ἐπερωτῶντα τὸν Χριστὸν, ‘Πόσους ἄρτους ἔχετε;ʼ οἶδε
<note type="marginal">John. vi. 6.</note> μὴ ἀγνοοῦντα, ἀλλὰ γινώσκοντα· φησὶ γὰρ, ‘Τοῦτο δὲ ἔλεγε
πειράζων τὸν Φίλιππον· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.’ εἰ
δὲ ᾔδει ὅπερ ἐποίει, οὐκ ἄρα ἀγνοῶν, ἀλλὰ γινώσκων ἐπερωτᾷ.
Ἀπὸ δὲ τούτου καὶ τὰ ὅμοια νοεῖν ἔξεστιν, ὅτι ὅταν ἐρωτᾷ ὁ
Κύριος, οὐκ ἀγνοῶν ποῦ Λάζαρος κεῖται, οὐδὲ τίνα λέγουσιν
αὐτὸν εἶναι οἱ ἄνθρωποι, ἐπερωτᾷ, ἀλλὰ γινώσκων ὅπερ ἠρώτα
αὐτὸς, εἰδὼς τί μέλλει ποιεῖν· καὶ ταχέως μὲν αὐτῶν οὕτω τὸ
σοφὸν ἐκβάλλεται. Ἂν δὲ φιλονεικῶσιν ἔτι διὰ τὸ ἐπερωτᾷν,
ἀκουέτωσαν ὅτι ἐν μὲν τῇ θεότητι οὐκ ἔστιν ἄγνοια, τῆς δὲ
σαρκὸς ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καθάπερ εἴρηται. Καὶ ὅτι τοῦτο
ἀληθές ἐστιν, ὅρα πῶς ὁ Κύριος, ὁ πυνθανόμενος ποῦ Λάζαρος
<note type="marginal">Ib. xi. 14.</note> κεῖται, αὐτὸς εἶπε μὴ παρὼν, ἀλλὰ καὶ μακρὰν ὢν, ‘Λάζαρος
ἀπέθανε,, καὶ ποῦ ἀπέθανεν. Ὁ δὲ κατʼ αὐτοὺς νομιζόμενος
ἀγνοεῖν, αὐτός ἐστιν ὁ τοὺς διαλογισμοὺς τῶν μαθητῶν προγινώσκων,
<note type="marginal">Ib. ii. 25.</note> καὶ εἰδὼς τὰ ἐν τῇ ἑκάστου καρδίᾳ, καὶ ‘τί ἐστιν ἐν
τῷ ἀνθρώπῳ·’ καὶ τό γε μεῖζον, αὐτὸς μόνος γινώσκει τὸν
<note type="marginal">Ib. xiv. 10.</note> Πατέρα, καὶ λέγει, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’</p></div></div></body></text></TEI>