<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="34"><note type="marginal">Cp. c. 9.</note><p>34. Ἵνα δὲ καὶ τὸ ἀπαθὲς τῆς τοῦ Λόγου φύσεως, καὶ τὰς
διὰ τὴν σάρκα λεγομένας ἀσθενείας ‘αὐτοῦ’ γινώσκειν τις ἀκριβέστερον
ἔχῃ, καλὸν ἀκοῦσαι τοῦ μακαρίου Πέτρου· ἀξιόπιστος
γὰρ οὗτος γένοιτʼ ἂν μάρτυς περὶ τοῦ Σωτῆρος· γράφει τοίνυν
<note type="marginal">1 Pet. iv. 1. i. 60; ad Epict. 6. Cp. c. Apoll. ii. 11.</note> ἐν τῇ ἐπιστολῇ λέγων, ‘Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν
Οὐκοῦν καὶ ὅταν λέγηται πεινᾷν, καὶ διψᾷν, καὶ κάμνειν,
καὶ μὴ εἰδέναι, καὶ καθεύδειν, καὶ κλαίειν, καὶ αἰτεῖν, καὶ
φεύγειν, καὶ γεννᾶσθαι, καὶ παραιτεῖσθαι τὸ ποτήριον, καὶ
ἁπλῶς πάντα τὰ τῆς σαρκὸς, λεχθείη ἂν ἀκολούθως ἐφʼ ἑκάστου,
‘Χριστοῦ οὖν πεινῶντος καὶ διψῶντος ὑπὲρ ἡμῶν σαρκί·’ καὶ μὴ
εἰδέναι λέγοντος, καὶ ῥαπιζομένου, καὶ κάμνοντος ‘ὑπὲρ ἡμῶν
σαρκί·’ καὶ ὑψουμένου πάλιν, καὶ γεννωμένου, καὶ αὐξάνοντος
‘σαρκί·’ καὶ φοβουμένου, καὶ κρυπτομένου ‘σαρκί·’ καὶ λέγοντος,
<note type="marginal">Matt. xxvi. 39.</note> ‘εἰ δυνατὸν, παρελθέτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο,ʼ καὶ τυπτομένου,
καὶ λαμβάνοντος ‘ὑπὲρ ἡμῶν σαρκί·’ καὶ ὅλως πάντα τὰ
τοιαῦτα ‘ὑπὲρ ἡμῶν σαρκί. Καὶ γὰρ καὶ αὐτὸς ὁ ἀπόστολος
διὰ τοῦτʼ εἴρηκε, ‘Χιστοῦ οὖν παθόντος ‘οὐ θεότητι, ἀλλ᾿’ ὑπὲρ
ἡμῶν σαρκὶ,’ ἵνα μὴ αὐτοῦ τοῦ Λόγου ἴδια κατὰ φύσιν, ἀλλʼ
<note type="marginal">Cp. c. 43.</note> αὐτῆς τῆς σαρκὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ. Μὴ τοίνυν
ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω,
ὡς τὴν φύσιν αὐτὸς ὁ Λόγος ἀπαθής ἐστι, καὶ ὅμως

<pb n="189"/>
δι᾿ ἣν ἐνεδύσατο σάρκα, λέγεται περὶ αὐτοῦ ταῦτα, ἐπειδὴ τῆς
μὲν σαρκὸς ἴδια ταῦτα, τοῦ δὲ Σωτῆρος ἴδιον αὐτὸ τὸ σῶμα. Καὶ
αὐτὸς μὲν ἀπαθὴς τὴν φύσιν, ὡς ἔστι, διαμένει, μὴ βλαπτόμενος
ἀπὸ τούτων, ἀλλὰ μᾶλλον ἐξαφανίζων καὶ ἀπολλύων αὐτά· οἱ
δὲ ἄνθρωποι, ὡς εἰς τὸν ἀπαθῆ μεταβάντων αὐτῶν τῶν παθῶν
καὶ ἀπηλειμμένων, ἀπαθεῖς καὶ ἐλεύθεροι τούτων λοιπὸν καὶ
αὐτοὶ εἰς τοὺς αἰῶνας γίγνονται, καθὼς ἐδίδαξεν ὁ Ἰωάννης
λέγων, ‘καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας <note type="marginal">1 John iii. 5.</note>
ἡμῶν ἄρῃ· καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι·’ Τούτου δὲ οὕτως
ὄντος, οὐκ ἐγκαλέσει τις αἱρετικὸς, ‘Διὰ τί ἀνίσταται ἡ σὰρξ
φύσει θνητὴ τυγχάνουσα; εἰ δὲ καὶ ἀνίσταται, διὰ τί μὴ πάλιν
πεινᾷ καὶ διψᾷ, καὶ πάσχει, καὶ μένει θνητή; ἐκ γὰρ τῆς γῆς
γέγονε, καὶ τὸ κατὰ φύσιν πῶς ἂν ἀπʼ αὐτῆς παύσοιτο;ʼ δυναμένης
τότε τῆς σαρκὸς ἀποκρίνεσθαι πρὸς τὸν οὕτω φιλόνεικον
αἱρετικόν· ‘Εἰμὶ μὲν ἐκ γῆς κατὰ φύσιν θνητὴ, ἀλλʼ ὕστερον <note type="marginal">i. 44.</note>
τοῦ Λόγου γέγονα σὰρξ, καὶ αὐτὸς ἐβάσταξέ μου τὰ πάθη, καίτοι
ἀπαθὴς ὤν· ἐγὼ δὲ γέγονα τούτων ἐλευθέρα, οὐκ ἀφιεμένη δουλεύειν
ἔτι τούτοις διὰ ἐλευθερώσαντά με Κύριον ἀπὸ τούτων.
Εἰ γὰρ ἐγκαλεῖς, ὅτι τῆς κατὰ φύσιν ἀπηλλάγην φθορᾶς, ὅρα
μὴ ἐγκαλέσῃς, ὅτι ὁ τοῦ Θεοῦ Λόγος τὴν ἐμὴν τῆς δουλείας
ἔλαβε μορφήν. Ὡς γὰρ ὁ Κύριος, ἐνδυσάμενος τὸ σῶμα,
γέγονεν ἄνθρωπος, οὕτως ἡμεῖς οἱ ἄνθρωποι παρὰ τοῦ Λόγου τε
θεοποιούμεθα προσληφθέντες διὰ τῆς σαρκὸς αὐτοῦ, καὶ λοιπὸν
ζωὴν αἰώνιον κληρονομοῦμεν.’</p></div><div type="textpart" subtype="chapter" n="35"><p>35. Ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵνα, ἐὰν ἴδωμεν αὐτὸν <note type="marginal">Cited in Cyril  adv. Orient. 11. Cp. c. Apoll. i. 12.</note>
διʼ ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντά τι ἢ λέγοντα,
γινώσκωμεν ὅτι Θεὸς ὢν, ταῦτα ἐργάζεται· καὶ πάλιν, ἐὰν
ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν
ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος, καὶ οὕτω ταῦτα ποιεῖ καὶ
λαλεῖ. Ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες, καὶ ἀμφότερα ἐξ
ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες, ὀρθῶς πιστεύομεν, καὶ <note type="marginal">Cp. c. 55.</note>
οὐκ ἄν ποτε πλανηθησόμεθα. Ἐὰν δέ τις, θεϊκῶς τὰ παρὰ τοῦ <note type="marginal"><del>Al. οῦποτε</del>.</note>
Λόγου γινόμενα βλέπων, ἀρνήσηται τὸ σῶμα, ἢ καὶ τὰ τοῦ
σώματος ἴδια βλέπων, ἀρνήσηται τὴν τοῦ Λόγου ἔνσαρκον
παρουσίαν, ἢ ἐκ τῶν ἀνθρωπίνων ταπεινὰ περὶ τοῦ Λόγου φρονήσῃ,
ὁ τοιοῦτος, ὡς μὲν Ἰουδαϊκὸς κάπηλος μίσγων τὸν οἷνον <note type="marginal">ii. 80.</note>

<pb n="190"/>
<note type="marginal">1 Cor. i. 23.</note> ὕδατι, ‘σκάνδαλονʼ νομίσει τὸν σταυρὸν, ὡς δὲ Ἕλλην, ‘μωρίανʼ
ἡγήσεται τὸ κήρυγμα, οἷα δὴ καὶ οἱ θεομάχοι Ἀρειανοὶ πεπόνθασι.
Τὰ γὰρ ἀνθρώπινα βλέποντες τοῦ Σωτῆρος, ἐνόμισαν
αὐτὸν εἶναι κτίσμα. Οὐκοῦν ἔδει καὶ τὰ θεϊκὰ βλέποντας αὐτοὺς
ἔργα τοῦ Λόγου, ἀρνήσασθαι τοῦ σώματος αὐτοῦ τὴν γένεσιν,
καὶ λοιπὸν καὶ Μανιχαίοις ἑαυτοὺς συγκαταριθμεῖν. Ἀλλʼ
ἐκεῖνοι μὲν κἂν ὀψέ ποτε μανθανέτωσαν, ‘ὅτι ὁ Λόγος σὰρξ
ἐγένετο, ἡμεῖς δὲ, τὸν σκοπὸν τῆς πίστεως ἔχοντες, ἐπιγινώσκωμεν
<note type="marginal">(13.)</note> ἃ διανοοῦνται οὗτοι κακῶς, ὀρθὴν ἔχοντα τὴν διάνοιαν. Τὸ
<note type="marginal">John iii. 35.</note> γὰρ ‘ὁ Πατὴρ ἀγαπᾶ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῆ
<note type="marginal">Matt. xi. 27.</note> χειρὶ αὐτοῦ·’ καὶ τὸ ‘πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου·’
<note type="marginal">John v. 30.</note> καὶ τὸ ‘Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπʼ ἐμαυτοῦ οὐδέν· ἀλλὰ καθὼς
ἀκούω, κρίνω· καὶ ὅσα τοιαῦτά ἐστι ῥητὰ, οὐ τὸ μὴ ἐσχηκέναι
ποτὲ τὸν Υἱὸν ταῦτα δείκνυσι· (πῶς γὰρ ἃ ἔχει ὁ Πατὴρ, οὐκ
εἶχεν ἀϊδίως ὁ μόνος κατʼ οὐσίαν τοῦ Πατρὸς Λόγος καὶ Σοφία,
<note type="marginal">Ib. xvi. 15.</note> ὁ καὶ λέγων· ‘πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι·’ καὶ ‘τὰ
<note type="marginal">Ib. xvii. 10.</note> ἐμὰ τοῦ Πατρός ἐστιν;’ εἰ γὰρ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν,
ἀεὶ δὲ ταῦτα ἔχει ὁ Πατὴρ, δῆλον ὅτι ἃ ἔχει ὁ Υἱὸς, ταῦτα ὄντα
τοῦ Πατρὸς, ἀεί ἐστιν ἐν αὐτῷ·) οὐ διὰ τὸ μὴ ἐσχήκεναι οὖν
ποτε ταῦτα ἔλεγεν ἀλλʼ ὅτι ἔχων ἀϊδίως ὁ Υἱὸς ἃ ἔχει, παρὰ
τοῦ Πατρὸς ἔχει.</p></div></div></body></text></TEI>