30. Ὁ τοίνυν ἐντυγχάνων τῇ θείᾳ γραφῇ, ἀπὸ μὲν τῶν παλαιῶν τὰ ῥητὰ καταμανθανέτω, ἀπὸ δὲ τῶν εὐαγγελίων θεωρείτω John i. 14. τὸν Κύριον γενόμενον ἄνθρωπον· ‘ὁ Λόγος γὰρ, φησὶ, ‘σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.’ Ἄνθρωπος δὲ γέγονε, καὶ οὐκ εἰς ἄνθρωπον ἦλθε· καὶ τοῦτο γὰρ ἀνᾶγκαῖον εἰδέναι, μήποτε καὶ, εἰς τοῦτο πεσόντες οἱ ἀσεβεῖς, ἀπατήσωσί τινας, κἀκεῖνοι νομίσωσιν ὅτι, ὥσπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰς iv. 30. Cp. Ath. Thom. ad Antioch. 7. ad Epidct. 11; ad Max. 2. ἕκαστον τῶν ἀγίων ‘ἐγίνετο,’ οὕτω καὶ νῦν εἰς ἄνθρωπον ἐπεδήμησεν ὁ Λόγος, ἁγιάζων καὶ τοῦτον, καὶ φανερούμενος ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. Εἰ γὰρ οὕτως ἦν, καὶ μόνον ἐν ἀνθρώπῳ φανεὶς ἦν, οὐδὲν ἦν παράδοξον, οὔτε οἱ ὁρῶντες ἐξενίζοντο λέγοντες, ‘Ποταπὸς ἄρα ἐστὶν οὖτος;’ καὶ, ‘διὰ τί σὺ, ἄνθρωπος ὢν, Mark iv. 41. John x. 33. ποιεῖς σεαυτὸν Θεόν;’ εἶχον γὰρ τὴν συνήθειαν ἀκούοντες, ‘Καὶ ἐγένετο Λόγος Κυρίου πρὸς’ ἕκαστον τῶν προφητῶν. Νῦν δὲ, ἐπειδὴ ὁ τοῦ Θεοῦ Λόγος, διʼ οὗ γέγονε τὰ πάντα, ὑπέμεινε καὶ Υἱὸν ἀνθρώπου γενέσθαι, καὶ ‘ἐταπείνωσεν ἑαυτὸν, λαβὼν δούλου μορφήν·’ διὰ τοῦτο ‘Ἰουδαίοις μὲν σκάνδαλόν’ ἐστιν ὁ 1 Cor. i. 23. 24. τοῦ Χριστοῦ σταυρὸς, ‘ἡμῖν δὲ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·’ ‘ὁ Λόγος’ γὰρ, ὡς εἶπεν ὁ Ἰωάννης, σὰρξ ἐγένετο·’ τῆς γραφῆς ἔθος ἐχούσης λέγειν ‘σάρκα’ τὸν ἄνθρωπον, ὡς διὰ Ἰωὴλ τοῦ προφήτου φησὶν, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου Joel ii. 28. ἐπὶ πᾶσαν σάρκα·’ καὶ ὡς Δανιὴλ εἴρηκε τῷ Ἀστυάγῆ, Ὁὐ Bel and Dr. 5. σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεὸν, τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν·’ ‘σάρκα’ γὰρ καὶ οὗτος καὶ Ἰωὴλ τὸ τῶν ἀνθρώπων Cp. Ep. ad Epict. 8. γένος λέγουσι. 31. Πάλαι μὲν οὖν πρὸς ἕκαστον τῶν ἁγίων ἐγίνετο, καὶ ἡγίαζε μὲν τοὺς γνησίως δεχομένους αὐτόν· οὔτε δὲ, γεννωμένων ἐκείνων, εἴρηται ὅτι ‘αὐτὸς γεγένηται ἄνθρωπος,’ οὔτε, πασχόντων ἐκείνων, εἴρηται, ‘πέπονθεν αὐτός.’ Ὅτε δὲ ἐκ Μαρίας ἐπεδήμησεν ‘ἅπαξ ἐπὶ συντελείᾳ τῶν ἀιώνων εἰς ἀθέτησιν ἁμαρτίας,’ Heb. ix. 26. (οὕτω γὰρ εὐδοκήσας ὁ Πατὴρ ‘ἔπεμψε τὸν ἑαυτοῦ Υἱὸν γενόμενον Gal. iv. 4. ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον), τότε εἴρηται ὅτι σάρκα προσλαβὼν γεγένηται ἄνθρωπος, καὶ ἐν ταύτῃ πέπονθεν ὑπὲρ ἡμῶν, ὡς εἶπεν ὁ Πέτρος, ‘Χριστοῦ οὖν παθόντος ὑπὲρ 1 Pet. iv. 1. ἡμῶν σαρκί·’ ἵνα δειχθῇ, καὶ πάντες πιστεύσωμεν, ὅτι, ἀεὶ ὢν Θεὸς, καὶ ἁγιάζων πρὸς οὓς ἐγένετο, διακοσμῶν τε κατὰ τὸ βούλημα τοῦ Πατρὸς τὰ πάντα, ὕστερον καὶ διʼ ἡμᾶς γέγονεν ii. 79. ἄνθρωπος, καὶ ‘σωματικῶς,’ ὥς φησιν ὁ ἀπόστολος, ‘κατῴκησεν Col. ii. 9. ἡ θεότης’ ἐν τῇ σαρκί· ἴσον τῷ φάναι, ‘Θεὸς ὢν, ἴδιον ἔσχε σῶμα, καὶ τούτῳ χρώμενος ὀργάνῳ, γέγονεν ἄνθρωπος διʼ c. 35, 53. ἡμᾶς.’ Καὶ διὰ τοῦτο τὰ μὲν ἴδια ταύτης ‘αὐτοῦ’ λέγεται, ἐπειδὴ Cp. Cyril ad Nest. Ep. 2; Anath. 11. ἐν αὐτῇ ἦν, οἷά ἐστι τὸ πεινῇν, τὸ διψῇν, τὸ πάσχειν, τὸ κοπιᾷν, καὶ τὰ ὅμοια, ὧν ἐστιν ἡ σὰρξ δεκτική· τὰ δὲ αὐτοῦ τοῦ Λόγου ἴδια ἔργα, οἷά ἐστι, τὸ ἐγείρειν νεκροὺς, καὶ τυφλοὺς ποιεῖν ἀναβλέπειν, i. 45; ii. 61. 65; ad Epict. 6; ad Adelph. 3. καὶ τὴν αἱμοῤῥοοῦσαν ἰᾶσθαι αὐτὸν, διὰ τοῦ ἰδίου σώματος αὐτὸς ἐποίει· καὶ ὁ μὲν Λόγος τὰς τῆς σαρκὸς βάσταζεν ἀσθενείας, ὡς ἰδίας· αὐτοῦ γὰρ ἦν ἡ σάρξ· καὶ ἡ σὰρξ δὲ ὑπούργει τοῖς τῆς θεότητος ἔργοις, ὅτι ἐν αὐτῇ ἐγένετο· Θεοῦ γὰρ ἦν σῶμα. Εὖ δὲ ὁ προφήτης εἴρηκεν, ‘ἐβάσταξε,’ καὶ οὐκ Matt. viii. 17. εἴρηκε, ‘τὰς ἀσθενείας ἡμῶν αὐτὸς ἐθεράπευσεν,’ ἵνα μὴ, ὡς ἐκτὸς ὢν τοῦ σώματος, καὶ μόνον αὐτὸ ἰασάμενος, ὡς ἀεὶ πεποίηκεν, ὑπευθύνους πάλιν τοῦ θανάτου τοὺς ἀνθρώπους καταλείψῃ. Isa. Iiii. 4. Τὰς δὲ ἀσθενείας ἡμῶν βαστάζει, καὶ ‘τὰς ἁμαρτίας ἡμῶν αὐτὸς Cp. ii. 55. φέρει,’ ἵνα δειχθῇ ὅτι τε ἄνθρωπος διʼ ἡμᾶς γέγονε, καὶ σῶμα τὸ ἐν αὐτῷ φέρον αὐτὰς αὐτοῦ ἴδιόν ἐστι· καὶ αὐτὸς μὲν οὐδὲν 1 Pet. ii. 24. ἐβλάπτετο, ‘ἀναφέρων τὰς ἁμαρτίας ἡμῶν ἐπὶ τὸ ξύλον τῷ σώματι αὐτοῦ,’ ὡς εἶπεν ὁ Πέτρος· ἡμεῖς δὲ οἱ ἄνθρωποι ἀπὸ μὲν τῶν ἰδίων παθῶν ἐλυτρούμεθα, τῆς δὲ τοῦ Λόγου δικαιοσύνης ἐπληρούμεθα.