<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="26"><p>26. Ἰδοὺ γὰρ, ὥσπερ οὐκ ἀποκάμνοντες ἐν ταῖς δυσσεβείαις,
ἀλλὰ κατὰ τὸν Φαραὼ σκληρυνόμενοι, τὰ ἀνθρώπινα πάλιν τοῦ
Σωτῆρος ἀκούοντες καὶ βλέποντες ἐν τοῖς εὐαγγελίοις, ἐπελάθοντο
<note type="marginal">C. 51; i. 38.</note> θοντο τέλεον, κατὰ τὸν Σαμοσατέα, τῆς πατρικῆς θεότητος τοῦ
<note type="marginal">Arian obj.</note> Υἱοῦ, καὶ τολμηρᾷ τῇ γλώσσῃ θρασυνόμενοι, λέγουσι· ‘Πῶς
δύναται ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ὅμοιος αὐτῷ κατʼ
<note type="marginal">Matt. xxviii. 18. John v. 22. Ib, iii. 35.</note> οὐσίαν, ὁ λέγων, “Ἐδόθη μοι πᾶσα ἐξουσία·” καὶ, “ὁ Πατὴρ
οὐδένα κρίνει, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ·” καὶ,
“ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ
αὐτοῦ· ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον·” καὶ
<note type="marginal">Matt, xi. 27.</note> πάλιν· “Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς
ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν θέλῃ ὁ Υἱὸς
<note type="marginal">John vi. 37.</note> ἀποκαλύψαι·” καὶ πάλιν· “Πᾶν ὃ δέδωκέ μοι ὁ Πατὴρ, πρὸς
ἐμὲ ἥξει;”’ Εἶτα ἐπιλέγουσιν· ‘Εἰ ἦν, ὡς λέγετε, Υἱὸς κατὰ
φύσιν, οὐ χρείαν εἶχε λαβεῖν, ἀλλʼ εἶχε κατὰ φύσιν ὡς υἱός.
Ἢ πῶς δύναται δύναμις εἶναι φύσει καὶ ἀληθινὴ τοῦ Πατρὸς, ὁ
<note type="marginal">Ib. xii. 27, 28.</note> παρὰ τὸν καιρὸν τοῦ πάθους λέγων, “Νῦν ἡ ψυχή μου τετάρακται·
καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης.

<pb n="181"/>
ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν
σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα,
καὶ πάλιν δοξάσω.” Πάλιν τε τὸ ὅμοιον ἔλεγε· “Πάτερ, εἰ <note type="marginal">Matt. xxvi. 30. John xiii. 21.</note>
δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο·” καὶ, “Ταῦτα εἰπὼν ὁ
Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν·
Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἶς ἐξ ὑμῶν παραδώσει με.”’ Καὶ ἐπὶ
τούτοις δέ φασιν οἱ κακόφρονες· ‘Εἰ δύναμις ἦν, οὐκ ἂν ἐδειλίασεν,
ἀλλὰ μᾶλλον καὶ ἑτέροις τὸ δύνασθαι παρεῖχεν.’ Εἶτά
φασιν· ‘Εἰ σοφία ἦν φύσει ἡ ἀληθινὴ καὶ ἰδία τοῦ Πατρὸς, πῶς
γέγραπται· “Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ <note type="marginal">Luke ii. 52.</note>
χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις·” καὶ “ἐλθὼν εἰς μὲν τὰ μέρη
Καισαρείας τῆς Φιλίππου, ἐπυνθάνετο τῶν μαθητῶν, τίνα λέγουσιν <note type="marginal">Matt. xvi. 13.</note>
οἱ ἄνθρωποι αὐτὸν εἶναι·’ εἰς δὲ τὴν Βηθανίαν παραγενόμενος
ἠρώτα ποῦ Λάζαρος κεῖται· ἔλεγε δὲ μετὰ ταῦτα τοῖς μαθηταῖς· <note type="marginal">John xi. 33.</note>
“Πόσους ἄρτους ἔχετε;” Πῶς οὖν,’ φασὶν, οὖτος Σοφία, ὁ ἐν <note type="marginal">Mark vi. 38.</note>
σοφίᾳ προκόπτων, καὶ ἀγνοῶν ἃ παῤ ἑτέρων μανθάνειν ἠξίου;’
Ἔστι δὲ καὶ τοῦτο παῤ αὐτῶν λεγόμενον· ‘Πῶς δύναται ὁ Λόγος
ἴδιος εἶναι τοῦ Πατρὸς, οὗ ἄνευ οὐκ ἦν ὁ Πατήρ ποτε, διʼ οὗ τὰ
πάντα ποιεῖ, ὡς ὑμεῖς φρονεῖτε, ὁ ἐπὶ μὲν τοῦ σταυροῦ λέγων·
“Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;” πρὸ δὲ τούτων <note type="marginal">Matt. xxvii. 46. John xii. 28. Ib. xvii. 5.</note>
εὐχόμενος, “δόξασόν σου τὸ ὄνομα·” καὶ, “δόξασόν με σὺ,
Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.”
Ηὔχετο δὲ ἐν ταῖς ἐρήμοις, καὶ παρήγγελλε τοῖς μαθηταῖς προσεύχεσθαι
μὴ εἰσελθεῖν εἰς πειρασμόν· καὶ, “τὸ πνεῦμα πρόθυμον” <note type="marginal">Matt. xxvi. 41. Mark xiii. 32.</note>
ἔλεγεν, “ἡ δὲ σὰρξ ἀσθενής·” καὶ, Περὶ τῆς ἡμέρας
ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἷδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱός.”’
Εἶτα πάλιν φασὶν ἐπὶ τούτοις οἱ δείλαιοι· ‘Εἰ ἦν κατὰ τὴν ὑμετέραν
διάνοιαν ἀϊδίως ὑπάρχων ὁ Υἱὸς πρὸς τὸν Θεὸν, οὔτ’ ἂν
ἠγνόησε περὶ τῆς ἡμέρας, ἀλλʼ ἐγίνωσκεν ὡς Λόγος· οὔτʼ ἂν
ἐγκατελείπετο ὁ συνυπάρχων· οὔτε δόξαν ᾔτει λαβεῖν, ἔχων
αὐτὴν ἐν τῷ Πατρὶ, οὔτε ὅλως ηὔχετο· οὐδενὸς γὰρ, Λόγος ὢν,
ἐδέετο· ἀλλʼ ἐπειδὴ κτίσμα ἐστὶ καὶ εἶς τῶν γενητῶν, διὰ τοῦτο
τοιαῦτα ἔλεγε, καὶ ἐδέετο ὧν οὐκ εἶχε· κτισμάτων γὰρ ἴδιον τὸ
χρήζειν καὶ δέεσθαι ὦν οὐκ ἔχουσι.’</p></div><div type="textpart" subtype="chapter" n="27"><p>27. Τοιαῦτα μὲν οὖν οἱ ἀσεβεῖς ἐξάγονται λαλοῦντες· ἔδει δὲ
ταῦτα διαλογιζομένους εἰπεῖν καὶ τολμηρότερον· ‘Διὰ τί ὅλως ὁ

<pb n="182"/>
Λόγος σὰρξ ἐγένετο;’ καὶ πάλιν ἐπειπεῖν, ‘Πῶς γὰρ ἡδύνατο,
Θεὸς ὢν, γενέσθαι ἄνθρωπος; ἢ πῶς ἠδύνατο ὁ ἀσώματος σῶμα
φορέσαι;’ ἢ καὶ’ Ἰουδαϊκώτερον κατὰ τὸν Καϊάφαν εἰπεῖν· ‘Διὰ
<note type="marginal">John x. 33.</note> τί ὅλως, ἄνθρωπος ὢν ὁ Χριστὸς, Θεὸν ἑαυτὸν ἐποίει;’ ταῦτα γὰρ
καὶ τὰ τούτοις παραπλήσια τότε μὲν Ἰουδαῖοι βλέποντες ἐγόγγυζον,
νῦν δὲ ἀναγινώσκοντες οἱ Ἀρειομανῖται ἀπιστοῦσι, καὶ
εἰς βλασφημίας ἐκπεπτώκασιν. Εἴ τις οὖν ἐκ παραλλήλου τὰ
τούτων κἀκείνων ἐξετάζοι ῥήματα, εὑρήσει πάντως εἰς τὴν αὐτὴν
αὐτοὺς συναντῶντας ἀπιστίαν, καὶ ἴσην αὐτῶν τὴν τῆς ἀσεβείας
τόλμαν, καὶ κοινὴν αὐτῶν οὖσαν τὴν πρὸς ἡμᾶς μάχην. Ἰουδαῖοι
μὲν γὰρ ἔλεγον, ‘Πῶς, ἄνθρωπος ὢν, δύναται Θεὸς εἶναι;’
Ἀρειανοὶ δὲ, ‘Εἰ Θεὸς ἦν ἀληθινὸς ἐκ τοῦ Θεοῦ, πῶς ἡδύνατο
ἄνθρωπος γενέσθαι; Καὶ Ἰουδαῖοι μὲν ἐσκανδαλίζοντο, καὶ
ἐχλεύαζον λέγοντες, ‘Οὐκ ἂν οὖτος, εἰ ἦν Υἱὸς τοῦ Θεοῦ, ὑπέμεινε
σταυρόν·’ Ἀρειανοὶ δὲ εἰς τὸ κατʼ ἀντικρὺ στήκοντες
αὐτῶν, φάσκουσιν ἡμῖν, ‘Πῶς τολμᾶτε λέγειν Λόγον ἴδιον
εἶναι τῆς τοῦ Πατρὸς οὐσίας τὸν ἔχοντα σῶμα, ὥστε τοῦτο ὑπομεῖναι;’
Εἶτα τῶν Ἰουδαίων ζητούντων ἀποκτεῖναι τὸν Κύριον,
<note type="marginal">Ib. v. 18.</note> ὅτι ‘Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, καὶ ἴσον ἑαυτὸν ἐποίει,’
ἐργαζόμενος ἃ ἐργάζεται ὁ Πατὴρ, ἔμαθον οἱ Ἀρειανοὶ λέγειν
καὶ αὐτοὶ, ὅτι οὔτε ἴσος τῷ Θεῷ ἐστιν, οὔτε Πατὴρ ἴδιός ἐστι
<note type="marginal">Apol. de Fuga, 8. John vi. 42; viii. 58.</note> καὶ φύσει τοῦ Λόγου ὁ Θεός· ἀλλὰ καὶ τοὺς ταῦτα φρονοῦντας
ζητοῦσιν ἀποκτεῖναι. Πάλιν τε τῶν Ἰουδαίων λεγόντων· ‘Οὐχ
οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ
τὴν μητέρα; πῶς οὖν λέγει, “πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι,
καὶ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;’ οἱ Ἀρειανοὶ καὶ αὐτοὶ ἐπακούουσιν
ἐξ ἴσου λέγοντες· ‘Πῶς δύναται Λόγος εἶναι ἢ Θεὸς
ὁ κοιμώμενος ὡς ἄνθρωπος, καὶ κλαίων, καὶ πυνθανόμενος;
Ἀμφότεροι γὰρ ἐκ τῶν ἀνθρωπίνων, ὦν ὑπέμεινεν ὁ Σωτὴρ διʼ
ἣν εἶχε σάρκα, ἀρνοῦνται τὴν ἀϊδιότητα καὶ θεότητα τοῦ Λόγου.</p></div></div></body></text></TEI>