<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="21"><p>21. Εἰ γοῦν δυνατὸν ἦν γενέσθαι ἡμᾶς ὡς ὁ Υἱὸς ἐν τῷ
Πατρὶ, ἔδει λέγειν, ‘ἵνα καὶ αὐτοὶ ἐν σοὶ ἓν ὦσιν,’ ὥσπερ
ἐστὶν ὁ Υἱὸς ἐν τῷ Πατρί· νῦν δὲ τοῦτο μὲν οὐκ εἴρηκε· λέγων
δὲ τὸ ‘ἐν ἡμῖν,’ ἔδειξε τὴν διάστασιν καὶ τὴν διαφοράν· ὅτι
αὐτὸς μὲν μόνος ἐν μόνῳ τῷ Πατρί ἐστιν, ὡς μόνος Λόγος καὶ
Σοφία, ἡμεῖς δὲ ἐν Υἱῷ, καὶ δι᾿ αὐτοῦ τῷ Πατρί. Τοῦτο δὲ
λέγων, οὐδὲν ἕτερον ἐσήμανεν ἢ ὅτι ‘τῇ ἡμῶν ἑνότητι γένοιντο
καὶ αὐτοὶ ἓν πρὸς ἀλλήλους οὕτως, ὡς ἡμεῖς ἕν ἐσμεν φύσει καὶ
ἀληθείᾳ· ἄλλως δὲ οὐκ ἂν γένοιντο ἓν, εἰ μὴ ἐν ἡμῖν μάθωσι τὴν
ἑνότητα.’ Καὶ ὅτι τὸ ‘ἐν ἡμῖν’ ταύτην ἔχει τὴν σημασίαν,
ἀκοῦσαι Παύλου λέγοντος ἔστι· ‘Ταῦτα δὲ μετεσχημάτισα εἰς <note type="marginal">1 Cor. iv. 6.</note>
ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται
φυσιοῦσθαι.’ Τὸ ἄρα ἐν ἡμῖν οὐκ ἔστιν ‘ἐν τῷ Πατρὶ, ὡς

<pb n="176"/>
ἔστιν ὁ Υἱὸς ἐν αὐτῷ,’ ἀλλὰ παράδειγμα καὶ εἰκὼν, ἀντὶ τοῦ
εἰπεῖν ‘ἐξ ἡμῶν μαθέτωσαν.’ Ὡς γὰρ ὁ Παῦλος τοῖς
Κορινθίοις, οὕτως ἡ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἑνότης τοῖς πᾶσιν
ὑπογραμμὸς καὶ μάθησίς ἐστι, καθʼ ἣν δύνανται μανθάνειν,
βλέποντες εἰς τὴν κατὰ φύσιν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ
Υἱοῦ, πῶς καὶ αὐτοὶ ὀφείλουσιν ‘ἕν’ πρὸς ἀλλήλους γίνεσθαι τῷ
φρονήματι. Εἰ δὲ δεῖ καὶ ἑτέρως ἀπολογήσασθαι περὶ τοῦ
ῥητοῦ, δύναται πάλιν τὸ ‘ἐν ἡμῖν’ ἴσον εἶναι τῷ λέγειν, ‘τῇ
<note type="marginal">1 Cor. i. 10.</note> δυνάμει τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ,’ ἵνα ἓν γένωνται, ‘τὸ αὐτὸ
λέγοντες·’ ἄνευ γὰρ Θεοῦ τοῦτο γενέσθαι ἀδύνατον· καὶ τοῦτο
<note type="marginal">Ps. lix. (Ix.) 12. Ib. xliii. (xliv.) 5.</note> πάλιν ἔστιν εὑρεῖν ἐν τοῖς θείοις λόγοις, ὡς τὸ ‘ἐν τῷ Θεῷ
ποιήσομεν δύναμιν,’ καὶ, ‘ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.’
Οὐκοῦν δῆλον ὅτι ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ δυνάμεθα,
<note type="marginal">Eph. iv. 3.</note> τὸ ἓν γενόμενοι, βέβαιον ἔχειν τῆς ἀγάπης ‘τὸν σύνδεσμον.’
Πάλιν γὰρ, τὴν αὐτὴν διάνοιαν ἐπεκτείνων. φησὶν ὁ Κύριος·
<note type="marginal">Joh xvii. 22.</note> ‘Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν,
καθὼς ἡμεῖς ἕν.’ Καλῶς καὶ ἐνταῦθα οὐκ εἶπεν, ‘ἵνα ὦσιν ἐν
σοὶ, ὡς κἀγώ εἰμι·’ ἀλλὰ, ‘καθὼς ἡμεῖς,’ εἶπεν· ὁ δὲ λέγων
‘καθὼς’ οὐ ταυτότητα δείκνυσιν, ἀλλ’ εἰκόνα καὶ παράδειγμα
τοῦ λεγομένου.</p></div><div type="textpart" subtype="chapter" n="22"><note type="marginal">c. 9, 12.</note><p>22. Ὁ μὲν οὖν Λόγος τὴν ὄντως καὶ ἀληθῶς ταυτότητα τῆς
φύσεως τῷ Πατρὶ ἔχει· ἡμῖν δὲ ἄρα τὸ μιμεῖσθαι πρόσεστιν,
<note type="marginal">John xvii. 23.</note> ὥσπερ εἴρηται· καὶ γὰρ εὐθὺς ἐπήγαγε, λέγων, ‘ἐγὼ ἐν
αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.’ Ἐνταῦθα
λοιπὸν μεῖζόν τι καὶ τελειότερον περὶ ἡμῶν ὁ Κύριος
αἰτεῖ· δῆλον γὰρ ὡς ἐν ἡμῖν γέγονεν ὁ Λόγος· τὸ γὰρ ἡμέτερον
ἐνεδύσατο σῶμα. ‘Καὶ σὺ δὲ ἐν ἐμοὶ, Πάτερ· σοῦ γάρ
εἰμι Λόγος, καὶ ἐπειδὴ σὺ μὲν ἐν ἐμοὶ, ὅτι σοῦ Λόγος εἰμὶ,
ἐγὼ δὲ ἐν αὐτοῖς διὰ τὸ σῶμα, καὶ διὰ σὲ τετελείωται ἐν ἐμοὶ
τῶν ἀνθρώπων ἡ σωτηρία, ἐρωτῶ ἵνα καὶ αὐτοὶ γένωνται ἓν,
κατὰ τὸ ἐν ἐμοὶ σῶμα, καὶ κατὰ τὴν αὐτοῦ τελείωσιν· ἵνα καὶ
αὐτοὶ γένωνται τέλειοι, ἕχοντες πρὸς τοῦτο τὴν ἑνότητα, καὶ εἰς
αὐτὸ ἓν γενόμενοι· ἵνα, ὡς ἂν πάντες φορεσθέντες παῤ ἐμοῦ,
<note type="marginal">Eph. iv. 4, 13.</note> πάντες ὦσιν “ἓν σῶμα καὶ ἓν πνεῦμα,” καὶ “εἰς ἄνδρα τέλειον
καταντήσωσιν.”’ Οἱ γὰρ πάντες, ἐκ τοῦ αὐτοῦ μεταλαμβάνοντες,
<note type="marginal">1 Cor. x. 17</note> ‘ἓν’ γινόμεθα ‘σῶμα,’ τὸν ἕνα Κύριον ἔχοντες ἐν ἑαυτοῖς.

<pb n="177"/>
Ταύτην ἔχοντος τοῦ ῥητοῦ τὴν διάνοιαν, μᾶλλον ἐλέγχεται ἡ
ἀλλοδοξία τῶν Χριστομάχων· πάλιν γὰρ ἐπαναλαμβάνων φημί.
Εἰ μὲν ἁπλῶς καὶ ἀπολελυμένως εἴρηκεν, ‘ἵνα ὦσιν ἐν σοὶ ἓν,’
ἢ, ‘ἵνα αὐτοὶ κἀγὼ ἐν σοὶ ἓν ὦμεν,’ εἶχον κἂν ἀναίσχυντον
πρόφασιν οἱ θεομάχοι· νῦν δὲ οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ, ‘καθὼς
σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα πάντες ἓν ὦσι.’ Λέγων δὲ
πάλιν ‘καθὼς,’ πόῤῥωθεν δείκνυσι τοὺς γινομένους, ὡς αὐτός
ἐστιν ἐν τῷ Πατρὶ, ‘πόῤῥωθεν’ δέ ἐστιν, οὐ τόπῳ, ἀλλὰ τῇ
φύσει· οὐδὲν γὰρ τόπῳ μακρὰν τοῦ Θεοῦ, ἀλλὰ μόνῃ τῇ φύσει
πάντα μακράν ἐστιν αὐτοῦ· καὶ, καθὰ προεῖπον, οὐ ταυτότητα,
οὐδὲ ἰσότητα δείκνυσιν ὁ λέγων τὸ ‘καθὼς’ ἐπίῤῥημα, ἀλλὰ
παράδειγμα τοῦ λεγομένου κατά τι θεωρούμενον.</p></div><div type="textpart" subtype="chapter" n="23"><p>23. Καὶ τοῦτο πάλιν παῤ αὐτοῦ τοῦ Σωτῆρός ἐστι μαθεῖν λέγοντος·
‘Καθὼς γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας <note type="marginal">Matt. xii. 40.</note>
ρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ
καρδίᾳ τῆς γῆς. Οὔτε δὲ Ἰωνᾶς ἦν ὥσπερ ὁ Σωτὴρ, οὔτε Ἰωνᾶς
εἰς τὸν ᾅδην κατῆλθεν· οὔτε τὸ κῆτος ἦν ὁ ᾅδης· ἀλλʼ οὐδὲ καταποθεὶς
ὁ Ἰωνᾶς, ἀνήγαγε τοὺς προκαταποθέντας ὑπὸ τοῦ κήτους, <note type="marginal">Cp. c. 56.</note>
ἀλλὰ μόνος προσταχθέντος τοῦ κήτους ἐξῆλθεν. Οὐκοῦν οὐδεμία
ταυτότης οὐδὲ ἰσότης ἐν τῇ ‘καθὼς’ λέξει σημαίνεται, ἀλλὰ
ἄλλο μὲν καὶ ἄλλο· ὁμοιότητα δέ πως δείκνυσι τοῦ Ἰωνᾶ διὰ
τὸ τριήμερον. Οὕτως ἄρα καὶ ἡμεῖς, λέγοντος τοῦ Κυρίου,
‘καθὼς,’ οὔτε ὡς ὁ Υἱὸς γινόμεθα ἐν τῷ Πατρὶ, οὔτε ὡς ὁ
Πατήρ ἐστιν ἐν τῷ Υἱῷ, οὕτω γινόμεθα. Ἡμεῖς μὲν γὰρ,
καθὼς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, οὕτω γινόμεθα ἓν τῷ φρονήματι καὶ
τῇ τοῦ πνεύματος συμφωνίᾳ· ὁ δὲ Σωτὴρ, καθὼς Ἰωνᾶς, ἔσται
ἐν τῇ γῇ· ὥσπερ δὲ οὐκ ἔστιν Ἰωνᾶς ὁ Σωτὴρ, οὐδὲ ὡς ἐκεῖνος
κατεπόθη, οὕτω καὶ ὁ Κύριος κατῆλθεν εἰς τὸν ᾅδην· ἀλλὰ ἄλλο
καὶ ἄλλο ἐστίν. Οὕτως ἐὰν καὶ ἡμεῖς γενώμεθα ἓν, καθὼς ὁ
Υἱὸς ἐν τῷ Πατρὶ, οὐκ ἐσόμεθα ὥσπερ ὁ Υἱὸς, οὐδὲ ἴσοι αὐτῷ·
ἄλλο γὰρ καὶ ἄλλο ἐσμέν· διὰ τοῦτο γὰρ ἐφ’ ἡμῶν τὸ ‘καθὼς
πρόκειται, ἐπεὶ τὰ μὴ κατὰ φύσιν ὄντα πρὸς ἄλλο τι βλέποντα
γίνεται ὥσπερ ἐκεῖνα. Ὅθεν αὐτὸς μὲν ὁ Υἱὸς, ἁπλῶς καὶ
χωρὶς συμπλοκῆς τινός ἐστιν ἐν τῷ Πατρί· φύσει γὰρ ὑπάρχει
τοῦτʼ αὐτῷ· ἡμεῖς δὲ, οὐκ ἔχοντες τὸ κατὰ φύσιν, δεόμεθα εἰκόνος
καὶ παραδείγματος, ἵνα περὶ ἡμῶν εἴπῃ· καθὼς σὺ ἐν ἐμοὶ, <note type="marginal">John xvii. 21.</note>

<pb n="178"/>
κἀγὼ ἐν σοί, Ὅταν δέ,᾿ φησιν, οὖτοι τελειωθῶσιν οὕτως, τότε
γινώσκει ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας· εἰ γὰρ μὴ ἤμην ἐλθὼν
καὶ φορέσας τὸ τούτων σῶμα, οὐδεὶς ἂν αὐτῶν ἐτελειώθη, ἀλλʼ
<note type="marginal">i. 43.</note> ἔμενον οἱ πάντες φθαρτοί. Ἐνέργησον τοίνυν ἐν αὐτοῖς, Πάτερ·
καὶ ὥσπερ δέδωκάς μοι τοῦτο φορέσαι, δὸς αὐτοῖς τὸ Πνεῦμά
σου, ἵνα καὶ οὗτοι ἐν τούτῳ ἓν γένωνται, καὶ τελειωθῶσιν ἐν
ἐμοί. Ἡ γὰρ τούτων τελείωσις δείκνυσιν ἐπιδημίαν γεγενῆσθαι
τοῦ σοῦ Λόγου· καὶ ὁ κόσμος δὲ, βλέπων τούτους τελείους καὶ
θεοφορουμένους, πιστεύσει πάντως, ὅτι σύ με ἀπέστειλας, καὶ
ἐπεδήμησα. Πόθεν γὰρ τούτοις ἡ τελείωσις, εἰ μὴ ἐγὼ ὁ σὸς
Λόγος, τὸ σῶμα τούτων λαβὼν, ἐγενόμην ἄνθρωπος, καὶ ἐτελείωσα
τὸ ἔργον ὃ δέδωκάς μοι, Πάτερ; τετελείωται δὲ τὸ
ἔργον, ὅτι, λυτρωθέντες ἀπὸ τῆς ἁμαρτίας οἱ ἄνθρωποι, οὐκέτι
<note type="marginal">ii. 70.</note> μένουσι νεκροί· ἀλλὰ καὶ θεοποιηθέντες ἔχουσιν, ἐν ἡμῖν βλέποντες,
ἐν ἀλλήλοις τὸν σύνδεσμον τῆς ἀγάπης.’</p></div><div type="textpart" subtype="chapter" n="24"><p>24. Ἡμεῖς μὲν οὖν, ὅσον αὐτὰς τὰς λέξεις τοῦ ῥητοῦ δυνατὸν
ἦν ἁπλούστερον θεωρῆσαι, ταῦτα διὰ πολλῶν εἰρήκαμεν· ὁ δὲ
μακάριος Ἰωάννης ἐκ τῆς ἐπιστολῆς ἐν ὀλίγοις καὶ τελειώτερον
μᾶλλον ἡμῶν δείξει τῶν γεγραμμένων τὸν νοῦν, καὶ διελέγξει
μὲν τὴν τῶν ἀσεβῶν διάνοιαν, διδάξει δὲ πῶς τε ἡμεῖς ἐν τῷ
Θεῷ γινόμεθα, καὶ ὁ Θεὸς ἐν ἡμῖν· καὶ πῶς πάλιν ἡμεῖς μὲν ἐν
αὐτῷ γινόμεθα ἓν, πόσον δὲ διέστηκε τὴν φύσιν ὁ Υἱὸς ἀφʼ
ἡμῶν· καὶ παύσει λοιπὸν τοὺς Ἀρειανοὺς μηκέτι νομίζειν ἑαυτοὺς
<note type="marginal">Ezek. xxviii. 2.</note> ἔσεσθαι ὡς τὸν Υἱὸν, ἵνα μὴ καὶ αὐτοὶ ἀκούσωσι, ‘σὺ δὲ
<note type="marginal">Prov. xxiii. 4.</note> εἶ ἄνθρωπος καὶ οὐ Θεός·’ καὶ, ‘Μὴ συμπαρεκτείνου πένης ὢν
<note type="marginal">1 John iv. 13.</note> πλουσίῳ.’ Γράφει τοίνυν ὁ Ἰωάννης οὕτω λέγων· ‘ἐν τούτῳ
γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ
Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.’ Οὐκοῦν διὰ τὴν δεδομένην ἡμῖν
τοῦ Πνεύματος χάριν ἡμεῖς τε ἐν αὐτῷ γινόμεθα, καὶ αὐτὸς ἐν
ἡμῖν· καὶ ἐπειδὴ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐστι, διὰ τούτου γινομένου
ἐν ἡμῖν εἰκότως καὶ ἡμεῖς, ἔχοντες τὸ Πνεῦμα, νομιζόμεθα ἐν τῷ
Θεῷ γενέσθαι· καὶ οὕτως ἐστὶν ὁ Θεὸς ἐν ἡμῖν. Οὐκ ἄρα ὡς ἔστιν
ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὕτω καὶ ἡμεῖς γινόμεθα ἐν τῷ Πατρί· οὐ γὰρ
<note type="marginal">i. 15.</note> καὶ ὁ Υἱὸς μετέχων ἐστὶ τοῦ Πνεύματος, ἵνα διὰ τοῦτο καὶ ἐν τῷ
Πατρὶ γένηται· οὐδὲ λαμβάνων ἐστὶ τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον
<note type="marginal">i. 48, 50.</note> αὐτὸς τοῖς πᾶσι τοῦτο χορηγεῖ· καὶ οὐ τὸ Πνεῦμα τὸν Λόγον

<pb n="179"/>
συνάπτει τῷ Πατρὶ, ἀλλὰ μᾶλλον τὸ Πνεῦμα παρὰ τοῦ Λόγου <note type="marginal">c. 44.</note>
λαμβάνει. Καὶ ὁ μὲν Υἱὸς ἐν τῷ Πατρί ἐστιν, ὡς Λόγος ἴδιος
καὶ ἀπαύγασμα αὐτοῦ· ἡμεῖς δὲ χωρὶς μὲν τοῦ Πνεύματος ξένοι
καὶ μακράν ἐσμεν τοῦ Θεοῦ, τῇ δὲ τοῦ Πνεύματος μετοχῇ <note type="marginal">Ath. ad Serap i. 25.</note>
συναπτόμεθα τῇ θεότητι· ὥστε τὸ εἶναι ἡμᾶς ἐν τῷ Πατρὶ μὴ
ἡμέτερον εἶναι, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἐν ἡμῖν ὄντος καὶ ἐν
ἡμῖν μένοντος, ἕως αὐτὸ τῇ ὁμολογίᾳ φυλάττομεν ἐν ἡμῖν,
λέγοντος πάλιν τοῦ Ἰωάννου· ‘ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς <note type="marginal">1 john iv. 13.</note>
ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ
Θεῷ.’ Ποία τοίνυν ὁμοιότης καὶ ποία ἰσότης ἡμῶν πρὸς τὸν
Υἱόν; ἢ πῶς οὐκ ἐλέγχονται πανταχόθεν οἱ Ἀρειανοὶ, καὶ
μάλιστα παρὰ τοῦ Ἰωάννου, ὅτι ἄλλως μὲν ὁ Υἱός ἐστιν ἐν τῷ
Πατρὶ, ἄλλως δὲ ἡμεῖς ἐν αὐτῷ γινόμεθα· καὶ οὔτε ἡμεῖς ὡς
ἐκεῖνος ἐσόμεθά ποτε, οὔτε ὁ Λόγος ὡς ἡμεῖς τυγχάνει ὢν, εἰ μὴ
ἄρα τολμήσουσιν, ὡς ἐν πᾶσι, καὶ νῦν εἰπεῖν, ὅτι καὶ ὁ Υἱὸς
μετοχῇ τοῦ Πνεύματος καὶ βελτιώσει πράξεως γέγονε καὶ αὐτὸς <note type="marginal">i. 37.</note>
ἐν τῷ Πατρί. Ἀλλὰ καὶ τοῦτο πάλιν ὑπερλίαν ἐστὶν ἀσεβὲς
κἂν ὅλως εἰς ἐνθύμησιν λαβεῖν. Αὐτὸς γὰρ, ὥσπερ εἴρηται, τῷ
Πνεύματι δίδωσι· καὶ ὅσα ἔχει τὸ Πνεῦμα, παρὰ τοῦ Λόγου ἔχει.</p></div><div type="textpart" subtype="chapter" n="25"><p>25. Οὐκοῦν ὁ Σωτὴρ λέγων περὶ ἡμῶν τὸ ‘καθὼς σὺ, <note type="marginal">John xvii. 21.</note>
Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν,’
οὐ τὴν ταυτότητα ἡμᾶς αὐτῷ μέλλοντας ἔχειν σημαίνει· ἐδείχθη
γὰρ ἐκ τοῦ κατὰ τὸν Ἰωνᾶν παραδείγματος καὶ τοῦτο ἀλλὰ
ἀξίωσίς ἐστι πρὸς τὸν Πατέρα, ὡς ὁ Ἰωάννης ἔγραψεν, ἵνα
τὸ Πνεῦμα χαρίσηται διʼ αὐτοῦ τοῖς πιστεύουσι, δι᾿ οὗ καὶ
δοκοῦμεν ἐν τῷ Θεῷ γίνεσθαι, καὶ κατὰ τοῦτο συνάπτεσθαι ἐν
αὐτῷ. Ἐπειδὴ γὰρ ὁ Λόγος ἐστὶν ἐν τῷ Πατρὶ, τὸ δὲ Πνεῦμα
ἐκ τοῦ Λόγου δίδοται, θέλει λαβεῖν ἡμᾶς τὸ Πνεῦμα, ἵνα, ὅταν <note type="marginal">Ad serap. i. 20; iv. 4.</note>
ἐκεῖνο λάβωμεν, τότε ἔχοντες τὸ Πνεῦμα τοῦ Λόγου τοῦ ὄντος
ἐν τῷ Πατρὶ, δόξωμεν καὶ ἡμεῖς διὰ τὸ Πνεῦμα ἓν γίνεσθαι ἐν
τῷ λόγῳ, καὶ δι᾿ αὐτοῦ τῷ Πατρί. Τὸ δὲ ‘ὡς ἡμεῖς’ ἐὰν λέγῃ,
οὐδὲν ἕτερον πάλιν ἐστὶν, ἢ ἵνα ἡ γινομένη τοιαύτη τοῦ Πνεύματος
χάρις εἰς τοὺς μαθητὰς ἀδιάπτωτος καὶ ἀμεταμέλητος
γένηται. Τὸ γὰρ κατὰ φύσιν, ὡς προεῖπον, ὑπάρχον τῷ Λόγῳ
ἐν τῷ Πατρὶ, τοῦτο ἡμῖν ἀμεταμελήτως διὰ τοῦ Πνεύματος
δοθῆναι βούλεται· ὅπερ ὁ ἀπόστολος γινώσκων, ἔλεγε, ‘Τίς <note type="marginal">Rom. viii. 35.</note>

<pb n="180"/>
<note type="marginal">Rom. xi. 29.</note> ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;’ ‘ἀμεταμέλητα γὰρ
τὰ χαρίσματα τοῦ Θεοῦ καὶ ἡ χάρις τῆς κλήσεως.’ Τὸ ἄρα
Πνεῦμά ἐστι τὸ ἐν τῷ Θεῷ τυγχάνον, καὶ οὐχ ἡμεῖς καθʼ ἑαυτούς·
<note type="marginal">i. 39; ii. 59.</note> καὶ ὥσπερ υἱοὶ καὶ θεοὶ διὰ τὸν ἐν ἡμῖν Λόγον, οὕτως
ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ ἐσόμεθα, καὶ νομισθησόμεθα ἐν
Υἱῷ καὶ ἐν Πατρὶ ἓν γεγενῆσθαι διὰ τὸ ἐν ἡμῖν εἶναι Πνεῦμα,
ὅπερ ἐστὶν ἐν τῷ λόγῳ τῷ ὄντι ἐν τῷ Πατρί. Ὅτε γοῦν ἐκπίπτει
τις ἀπὸ τοῦ Πνεύματος διά τινα κακίαν, ἡ μὲν χάρις
ἀμεταμέλητος διαμένει τοῖς βουλομένοις, κἄν τις ἐκπεσὼν
μετανοῇ· οὐκέτι δὲ ἐν τῷ Θεῷ ἐστιν ἐκεῖνος ὁ πεσὼν, διὰ τὸ
ἀποστῆναι ἀπʼ αὐτοῦ τὸ ἐν τῷ Θεῷ ἅγιον καὶ παράκλητον
Πνεῦμα, ἀλλʼ ἐν ἐκείνῳ ἔσται ᾦ ἑαυτὸν ὑπέταξεν ὁ ἁμαρτάνων,
<note type="marginal">1 Kings (1 Sam.) xvi. 14.</note> ὡς ἐπὶ τοῦ Σαοὺλ γέγονεν· ‘ἀπέστη γὰρ ἀπʼ αὐτοῦ τὸ Πνεῦμα’
τοῦ Θεοῦ, καὶ ἔθλιβεν ‘αὐτὸν πνεῦμα πονηρόν.’ Ταῦτα ἀκούοντας
τοὺς θεομάχους ἔδει λοιπὸν ἐντρέπεσθαι, καὶ μηκέτι ἑαυτοὺς
<note type="marginal">Prov. xxix. 7.</note> ἀναπλάπτειν ἴσα Θεῷ. Οὔτε δὲ νοοῦσιν· ‘ὁ γὰρ ἀσεβής,’
φησιν, ‘οὐ νοεῖ γνῶσιν·’ οὔτε λόγων εὐσεβῶν ἀνέχονται· βαρεῖς
γὰρ αὐτοῖς εἰσι καὶ λεγόμενοι.</p></div></div></body></text></TEI>