<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="18"><note type="marginal">Cp. ii. 2.</note><p>18. Εἰ μὲν οὖν, ὡς πολλάκις εἴπομεν, ὁ αὐτός ἐστιν ἡμῖν ὁ
τοῦ Θεοῦ Λόγος, καὶ οὐδὲν ἡμῶν διαφέρει ἢ χρόνῳ, ἔστω ἡμῖν
ὅμοιος, καὶ τὴν αὐτὴν ἐχέτω χώραν παρὰ τῷ Πατρὶ, ἣν καὶ
ἡμεῖς ἔχομεν· καὶ μήτε μονογενὴς, μήτε μόνος Λόγος, ἢ Σοφία
τοῦ Πατρὸς λεγέσθω· ἀλλὰ κοινὸν ἔστω κατὰ πάντων ἡμῶν τῶν
ὁμοίων τὸ αὐτὸ ὄνομα. Δίκαιον γὰρ, ὧν ἐστι φύσις μία, τούτων
εἶναι καὶ τὸ ὄνομα κοινὸν, κἂν τοῖς χρόνοις ἀλλήλων διαφέρωσιν.
Ἄνθρωπος γὰρ ὁ Ἀδὰμ, ἄνθρωπος δὲ καὶ ὁ Παῦλος,
ἄνθρωπος δὲ καὶ ὁ νῦν γενόμενος· καὶ οὐχ ὁ χρόνος ἀλλοιοῖ τὴν
φύσιν τοῦ γένους. Εἰ τοίνυν καὶ ὁ Λόγος χρόνῳ μόνον ἡμῶν
διαφέρει, ἔδει καὶ ἡμᾶς ὡς ἐκεῖνον εἶναι. Ἀλλʼ οὔτε ἡμεῖς Λόγος
ἢ Σοφία, οὔτε ἐκεῖνος κτίσμα ἢ ποίημα τυγχάνει ὤν· ἐπεὶ διὰ
τί οἱ πάντες ἐκ τοῦ ἑνὸς γεγόναμεν, καὶ μόνος ἐστὶν αὐτὸς
Λόγος; Ἀλλὰ γὰρ, εἰ καὶ ἐκείνους λέγειν τοιαῦτα πρέπει, ἀλλ’
ἡμῖν ἀπρεπὲς ἐνθυμεῖσθαι τὰς ἐκείνων βλασφημίας· καὶ εἰ καὶ
οὐδὲ περιεργάζεσθαί τι τῶν ῥητῶν ἐχρῆν πρὸς τὴν οὕτω φανερὰν
καὶ εὐσεβῇ διάνοιαν, καὶ τὴν ἐν ἡμῖν ὀρθὴν πίστιν· ὅμως ἵνα
καὶ ἐντεῦθεν δειχθῶσιν ἀσεβεῖς, φέρε συντόμως, ὡς παρὰ τῶν
πατέρων μεμαθήκαμεν, ἐκ τοῦ ῥητοῦ τὴν ἑτεροδοξίαν ἐκείνων
ἐλέγξωμεν. Ἔθος τῇ θείᾳ γραφῇ τὰ κατὰ φύσιν ὄντα πράγματα,

<pb n="173"/>
ταῦτα τοῖς ἀνθρώποις εἰς εἰκόνας καὶ παραδείγματα λαμβάνειν·
τοῦτο δὲ ποιεῖ, ἵνʼ ἐκ τῶν κατὰ φύσιν ἐκείνων τὰ ἐκ
προαιρέσεως φαίνηται τῶν ἀνθρώπων κινήματα· καὶ οὕτως ἢ
φαῦλος ἢ δίκαιος ὁ τούτων δείκνυται τρόπος. Ἐπὶ μὲν οὖν
τῶν φαύλων, ὡς ἐὰν παραγγέλλῃ, ‘Μὴ γίνεσθε ὡς ἵππος καὶ <note type="marginal">Ps. xxxi. (xxxii.) 9.</note>
ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἢ καὶ ὅταν, μεμφόμενος τοὺς
οὕτω γενομένους, λέγῃ, ‘Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· <note type="marginal">b. xlviii. (xlix.) 13.</note>
παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς·
καὶ πάλιν ‘ἵπποι θηλυμανεῖς ἐγενήθησαν Καὶ ὁ Σωτὴρ δὲ. <note type="marginal">Jer. v. 8.</note>
τὸν μὲν Ἡρώδην δεικνὺς ὁποῖός ἐστιν, ἔλεγεν, ‘εἴπατε τῇ <note type="marginal">Luke xiii. 32.</note>
ἀλώπεκι ταύτῃ·’ τοῖς δὲ μαθηταῖς παρήγγελλεν, ‘Ἰδοὺ ἀποστέλλω <note type="marginal">Matt. x. 16.</note>
ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι
ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.’ Ἔλεγε δὲ τοῦτο,
οὐχ ἵνα τῇ φύσει γενώμεθα κτήνη, ἢ γενώμεθα ὄφεις καὶ περιστεραί·
οὐ γὰρ οὕτως ἡμᾶς αὐτὸς πεποίηκε· διὸ οὐδὲ τοῦτο οἶδεν
ἡ φύσις· ἀλλʼ ἵνʼ ἡμεῖς τῶν μὲν τὰς ἀλόγους ὁρμὰς φεύγωμεν,
τοῦ δὲ τὸ φρόνιμον ἵνα γινώσκοντες, μὴ ἀπατώμεθα παῤ αὐτοῦ,
καὶ τῆς περιστερᾶς τὸ πρᾶον ἀναλάβωμεν.</p></div><div type="textpart" subtype="chapter" n="19"><p>19. Ἐπὶ δὲ τῶν θείων πάλιν εἰκόνας τοῖς ἀνθρώποις λαμβάνων,
φησὶν ὁ Σωτήρ· ‘Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ <note type="marginal">Luke vi. 36.</note>
ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς οἰκτίρμων ἐστὶ,’ καὶ, ‘Ἔσεσθε ὑμεῖς <note type="marginal">Matt. v. 48.</note>
τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.’ Ἔλεγε δὲ
καὶ τοῦτο, οὐχ ἵνα γινώμεθα πάλιν ὡς ὁ Πατήρ· γενέσθαι γὰρ
ἡμᾶς ὡς ὁ Πατὴρ ἀδύνατον, κτίσμα ὄντας, καὶ ἐκ τοῦ μὴ ὄντος
εἰς τὸ εἶναι γενομένους· ἀλλʼ ὥσπερ οὐχ ἵνα μὴ γενώμεθα
κτήνη παρήγγειλε, ‘Μὴ γίνεσθε ὡς ἵππος,ʼ ἵνα δὲ μὴ τὸ ἄλογον
ἐκείνων μιμησώμεθα, οὕτως οὐχ ἵνα γενώμεθα ὡς ὁ Θεὸς, ἔλεγε, <note type="marginal">Cp. ad Afros, 7.</note>
‘Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ,’ ἀλλʼ ἵνα πρὸς τὰς εὐεργεσίας
ἐκείνου βλέποντες, ἃ ποιοῦμεν καλὰ, μὴ διʼ ἀνθρώπους, ἀλλὰ
δι᾿ αὐτὸν ποιῶμεν, ὥστε παῤ αὐτοῦ, καὶ μὴ παῤ ἀνθρώπων τὸν
μισθὸν ἔχειν. Ὡς γὰρ ἑνὸς ὄντος Υἱοῦ φύσει, καὶ ἀληθινοῦ,
καὶ μονογενοῦς, γινόμεθα καὶ ἡμεῖς ‘υἱοὶ,ʼ οὐχ ὡς ἐκεῖνος φύσει
καὶ ἀληθείᾳ, ἀλλὰ κατὰ χάριν τοῦ καλέσαντος· καὶ ἄνθρωποι <note type="marginal">ii. 59.</note>
τυγχάνοντες ἀπὸ γῆς, ‘θεοὶ’ χρηματίζομεν, οὐχ ὡς ὁ ἀληθινὸς <note type="marginal">John x. 35.</note>
Θεὸς, ἢ ὁ τούτου Λόγος, ἀλλʼ ὡς ἠθέλησεν ὁ τοῦτο χαρισάμενος
Θεός· οὕτω καὶ ὡς ὁ Θεὸς οἰκτίρμονες γινόμεθα, οὐκ ἐξισούμενοι

<pb n="174"/>
τῷ Θεῷ, οὐδὲ φύσει καὶ ἀληθινοὶ εὐεργέται γινόμενοι· (οὐ γὰρ
ἡμῶν εὕρεμα τὸ εὐεργετεῖν, ἀλλὰ τοῦ Θεοῦ) ἵνα δὲ τὰ παῤ
αὐτοῦ τοῦ Θεοῦ κατὰ χάριν εἰς ἡμᾶς γενόμενα, ταῦτα καὶ ἡμεῖς
<note type="marginal">Cp. Rom. xii. 8.</note> μεταδιδῶμεν εἰς ἑτέρους, μὴ διακρινόμενοι, ἁπλῶς δὲ εἰς πάντας
ἐκτείνοντες τὴν εὐποιίαν· κατὰ τοῦτο γὰρ μόνον δυνάμεθά πως
αὐτοῦ μιμηταὶ γενέσθαι, καὶ οὐκ ἄλλως, ὅτι τὰ παῤ αὐτοῦ
διακονοῦμεν ἀλλήλοις. Ὥσπερ δὲ ταῦτα καλῶς καὶ ὀρθῶς διανοούμεθα,
οὕτω καὶ τὸ κατὰ Ἰωάννην ἀνάγνωσμα τὴν αὐτὴν ἔχει
διάνοιαν. Οὐ γὰρ ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὕτως ἵνα καὶ
ἡμεῖς γενώμεθά φησι· πόθεν, ὅπου γε ὁ μὲν Λόγος καὶ Σοφία
τοῦ Θεοῦ ἐστιν, ἡμεῖς δὲ ἐκ γῆς ἐπλάσθημεν· καὶ ὁ μὲν φύσει
καὶ τῇ οὐσίᾳ Λόγος καὶ Θεὸς ἀληθινός ἐστιν, (οὕτω γὰρ καὶ ὁ
<note type="marginal">1 John v. 20.</note> Ἰωάννης φησίν· ‘οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν
ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καί ἐσμεν ἐν
τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ, Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ
<note type="marginal">ii. 50.</note> ἀληθινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος·’) ἡμεῖς δὲ θέσει καὶ χάριτι
υἱοποιούμεθα δι᾿ αὐτοῦ, μετέχοντες τοῦ Πνεύματος αὐτοῦ;
<note type="marginal">John i. 12.</note> ‘ὅσοι’ γὰρ, φησὶν, ‘ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν
τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,’
<note type="marginal">Ib. xiv. 6.</note> Διὸ καὶ αὐτὸς μὲν ἔστιν ἡ ἀλήθεια, λέγων, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια·’
<note type="marginal">Ib. xvii. 17.</note> ὅτε καὶ τῷ Πατρὶ αὐτοῦ προσομιλῶν ἔλεγεν, ‘Ἁγίασον
αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ὁ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν·’ ἡμεῖς
δὲ κατὰ μίμησιν γινόμεθα ἐνάρετοι καὶ υἱοί.</p></div></div></body></text></TEI>