<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="16"><p>16. Εἰ γὰρ μὴ οὕτως ἔχει, ἀλλʼ ‘ἐξ οὐκ ὄντων ἐστὶ κτίσμα <note type="marginal">i. 5.</note>
καὶ ποίημα ὁ Λόγος,’ ἢ οὐκ ἔστι Θεὸς ἀληθινὸς, διὰ τὸ εἶναι

<pb n="170"/>
αὐτὸν ἕνα τῶν κτισμάτων· ἢ εἰ ‘Θεὸν’ αὐτὸν ὀνομάζουσιν ἐντρεπόμενοι
παρὰ τῶν γραφῶν, ἀνάγκη λέγειν αὐτοὺς δύο θεοὺς, ἕνα
μὲν κτίστην, τὸν δὲ ἕτερον κτιστόν· καὶ δύο κυρίοις λατρεύειν,
<note type="marginal">Cp. i. 8.</note> ἑνὶ μὲν ἀγενήτῳ, τῷ δὲ ἑτέρῳ γενητῷ καὶ κτίσματι· δύο τε
<note type="marginal">Cp. ad Afros, 11.</note> πίστεις ἔχειν, μίαν μὲν εἰς τὸν ἀληθινὸν Θεὸν, ἑτέραν δὲ εἰς τὸν
ποιηθέντα καὶ πλασθέντα παῤ αὐτῶν καὶ λεχθέντα Θεόν.
Ἀνάγκη δὲ αὐτοὺς, οὕτω τυφλωθέντας, ὅτε μὲν προσκυνοῦσι
τῷ ἀγενήτῳ, κατανωτίζεσθαι τὸν γενητὸν, ὅτε δὲ προσέρχονται
τῷ κτίσματι, ἀποστρέφεσθαι τὸν κτίστην. Οὐ γάρ ἔστιν ἰδεῖν
τοῦτον ἐν ἐκείνῳ, διὰ τὸ ξένας καὶ διαφόρους αὐτῶν εἶναι τάς τε
<note type="marginal">c. 12.</note> φύσεις καὶ τὰς ἐνεργείας. Οὔτω δὲ φρονοῦντες, πάντως καὶ
πλείονας συνάψουσι θεούς· τοῦτο γάρ τῶν ἐκπεσόντων ἀπὸ τοῦ
ἑνὸς Θεοῦ τὸ ἐπιχείρημα. Διά τί οὖν οἱ Ἀρειανοὶ, τοιαῦτα
λογιζόμενοι καὶ νοοῦντες, οὐ συναριθμοῦσιν ἑαυτοὺς μετὰ τῶν
<note type="marginal">Rom. i. 15.</note> Ἑλλήνων; καὶ γὰρ κἀκεῖνοι, ὥσπερ καὶ οὗτοι, ‘τῆ κτίσει λατρεύουσι
<note type="marginal">Cp. ad Ep. Æg. 13.</note> παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν,’ Ἀλλὰ τὸ μὲν ὄνομα
τὸ Ἑλληνικὸν φεύγουσι διὰ τὴν τῶν ἀνοήτων ἀπάτην, τὴν δὲ
ὁμοίαν ἐκείνοις διάνοιαν ὑποκρίνονται. Καὶ γὰρ καὶ τὸ σοφὸν
<note type="marginal">Cp. i. 30.</note> αὐτῶν, ὥσπερ εἰώθασι λέγειν, ‘Οὐ λέγομεν δύο ἀγένητα,’ φαίνονται
πρὸς ἀπάτην τῶν ἀκεραίων λέγοντες· φάσκοντες γὰρ,
‘Οὐ λέγομεν δύο ἀγένητα,’ λέγουσι δύο θεοὺς, καὶ τούτους διαφόρους
ἔχοντας τὰς φύσεις, τὸν μὲν γενητὴν, τὸν δὲ ἀγένητον.
Εἰ δὲ οἱ μὲν Ἕλληνες ἑνὶ ἀγενήτῳ καὶ πολλοῖς γενητοῖς λατρεύουσιν,
οὗτοι δὲ ἑνὶ ἀγενήτῳ καὶ ἑνὶ γενητῷ, οὐδʼ οὕτω διαφέρουσιν
<note type="marginal">Cp. ii. 22.</note> Ἐλλήνων. Ὅ τε γὰρ παῤ αὐτῶν λεγόμενος ‘γενητὸς’ εἷς
ἐκ πολλῶν ἐστι· καὶ οἱ πολλοὶ δὲ πάλιν τῶν Ἑλλήνων τὴν
αὐτὴν τῷ ἑνὶ τούτῳ φύσιν ἔχουσι, καὶ οὗτος γὰρ κἀκεῖνοι
κτίσματά εἰσιν. Ἄθλιοι, καὶ πλεῖον ὅσον ἐβλάβησαν κατὰ
Χριστοῦ φρονήσαντες· ἐξέπεσαν γὰρ τῆς ἀληθείας, καὶ τὴν
μὲν Ἰουδαίων προδοσίαν ὑπερέβησαν ἀρνούμενοι τὸν Χριστὸν,
τοῖς δὲ Ἕλλησι συγκυλίονται, κτίσματι καὶ διαφόροις θεοῖς
λατρεύοντες οἱ θεοστυγεῖς. Εἶς γὰρ Θεός ἐστι, καὶ οὐ πολλοὶ,
<note type="marginal">John i. 1.</note> καὶ εἷς ὁ τούτου Λόγος, καὶ οὐ πολλοί· ‘Θεὸς γὰρ ἐστιν ὁ
<note type="marginal">Cp. c. 6.</note> Λόγος,’ καὶ μόνος αὐτὸς ἔχει τὸ πατρικὸν εἶδος· ὅσπερ ὢν
<note type="marginal">John v. 37, 38.</note> αὐτὸς ὁ Σωτὴρ ἐδυσώπει τοὺς Ἰουδαίους λέγων, ‘ὁ πέμψας
με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ· οὔτε φωνὴν αὐτοῦ

<pb n="171"/>
πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε· καὶ τὸν Λόγον
αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος,
τούτῳ ὑμεῖς οὐ πιστεύετε,’ Τὸν δὲ Λόγον συνῆψε τῷ εἴδει
καλῶς, ἵνα δείξῃ ὅτι ὁ τοῦ Θεοῦ Λόγος, αὐτὸς καὶ εἰκὼν καὶ
χαρακτὴρ καὶ εἶδός ἐστι τοῦ Πατρὸς ἑαυτοῦ· καὶ ὅτι οἱ τὸν
λαλοῦντα μὴ δεξάμενοι Ἰουδαῖοι οὐκ ἐδέξαντο τὸν Λόγον, ὅσπερ
ἐστὶ ‘τὸ εἶδος τοῦ Θεοῦ.’ Τοῦτο καὶ ὁ πατριάρχης Ἰακὼβ
ἑωρακὼς ηὐλογήθη, καὶ ἀντὶ Ἰακὼβ ‘Ἰσραὴλ’ ἐκλήθη παῤ αὐτοῦ,
ὡς ἡ θεία γραφὴ μαρτυρεῖ λέγουσα· ‘Ἀνέτειλε δὲ ὁ ἥλιος <note type="marginal">Gen. xxxii. 31.</note>
αὐτῷ, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ.’ Τοῦτο δὲ ἦν ὁ
λέγων, ‘Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα·’ καὶ, ‘ἐγὼ ἐν <note type="marginal">John xiv. 9, 10; x. 30.</note>
τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· κἀγὼ καὶ ὁ Πατὴρ ἕν
ἐσμεν·’ οὕτω γὰρ εἷς ἐστιν ὁ Θεὸς, καὶ μία ἡ εἰς τὸν Πατέρα <note type="marginal">Cp. vi. 1.</note>
καὶ Υἱὸν πίστις. Καὶ γὰρ τοῦ Λόγου ὄντος Θεοῦ, πάλιν ‘Κύριος <note type="marginal">Deut. vi. 4.</note>
ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι.’ Τοῦ γὰρ ἑνὸς ἴδιος καὶ ἀδιαίρετός <note type="marginal">c. 6, 13.</note>
ἐστιν ὁ Υἱὸς κατὰ τὴν ἰδιότητα καὶ οἰκειότητα τῆς οὐσίας.</p></div><div type="textpart" subtype="chapter" n="17"><p>17. Ἀλλʼ οὐδʼ οὕτως ἐντραπέντες, οἱ Ἀρειανοί φασιν· Ὁὐχ <note type="marginal">Arian obj.</note>
ὡς ὑμεῖς λέγετε, ἀλλʼ ὡς ἡμεῖς θέλομεν· ἀνατρεπόντων γὰρ
ὑμῶν τὰς προτέρας ἡμῶν ἐπινοίας, ἐφεύρομεν καινοτέραν, καὶ
λέγομεν· Οὕτως ἐστὶν ὁ Υἱὸς καὶ ὁ Πατὴρ ἓν, καὶ οὕτως ἐστὶν
ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ὡς ἂν καὶ ἡμεῖς
ἐν αὐτῷ γενοίμεθα· τοῦτο γὰρ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ <note type="marginal">(12.)</note>
γέγραπται, ὅπερ περὶ ἡμῶν ὁ Χριστὸς ἠξίου λέγων· ‘Πάτερ <note type="marginal">John xvii. 11.</note>
ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, ᾧ δέδωκάς μοι, ἵνα
ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς·’ καὶ πάλιν μετʼ ὀλίγα· Ὁὐ περὶ <note type="marginal">Ib. 20—23</note>
τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ
λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν
ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἵνα ὁ κόσμος
πιστεύσῃ, ὅτι σύ με ἀπέστειλας· κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς
μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν, ἐγὼ
ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι τετελειωμένοι εἰς ἓν, καὶ
ἵνα γινώσκῃ ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας.’ Εἶτα ὥσπερ
εὑρόντες πρόφασιν, ἐπιλέγουσιν οἱ δόλιοι ταῦτα· ‘Εἰ ὥσπερ
ἡμεῖς ἐν τῷ Πατρὶ γινόμεθα ἓν, οὕτω καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἕν
ἐστι, καὶ οὕτως ἐν τῷ Πατρί ἐστι καὶ αὐτός· πῶς ὑμεῖς ἐκ τοῦ
λέγειν αὐτὸν, “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,” καὶ, “ἐγὼ ἐν τῷ <note type="marginal">Ib. x. 30. Ib. xiv. 10.</note>

<pb n="172"/>
Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” ἴδιον καὶ ὅμοιον τῆς τοῦ Πατρὸς
οὐσίας αὐτὸν φάσκετε; ἀνάγκη γὰρ ἢ καὶ ἡμᾶς ἰδίους εἶναι τῆς
οὐσίας τοῦ Πατρὸς, ἢ κἀκεῖνον ἀλλότριον εἶναι, ὥσπερ καὶ
ἡμεῖς ἐσμεν ἀλλότριοι.’ Ταῦτα μὲν ἐκεῖνοι ληροῦντες φλυαροῦσιν·
ἐγὼ δὲ οὐδὲν ἕτερον ἐν τῇ τοιαύτῃ αὐτῶν κακονοίᾳ
βλέπω ἢ ἀλόγιστον τόλμαν καὶ διαβολικὴν ἀπόνοιαν, λεγόντων
<note type="marginal">Isa. xiv. 13.</note> καὶ αὐτῶν κατʼ ἐκεῖνον, ‘εἰς τὸν οὐρανὸν ἀναβησόμεθα, ἐσόμεθα
ὅμοιοι τῷ ὑψίστῳ·’ τὰ γὰρ κατὰ χάριν διδόμενα τοῖς ἀνθρώποις,
ταῦτα θέλουσιν ἴσα τῆς τοῦ διδόντος εἶναι θεότητος.
<note type="marginal">Cp. ii. 59; de Decr. Nic. 31.</note> Ἀκούοντες γοῦν ‘υἱοὺς’ χρηματίζοντας τοὺς ἀνθρώπους, ἐνόμισαν
καὶ ἑαυτοὺς ἴσους εἶναι τοῦ ἀληθινοῦ καὶ φύσει Υἱοῦ· καὶ
νῦν πάλιν ἀκούοντες τοῦ Σωτῆρος, ‘ἵνα ὦσιν ἓν, καθὼς καὶ
ἡμεῖς,ʼ πλανῶσιν ἑαυτοὺς, καὶ θρασυνόμενοι νομίζουσιν οὕτως
ἔσεσθαι ἑαυτοὺς, ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν
τῷ Υἱῷ· οὐχ ὁρῶντες τὸ ἐκ τῆς τοιαύτης οἰήσεως γενόμενον τοῦ
πατρὸς αὐτῶν τοῦ διαβόλου πτῶμα.</p></div></div></body></text></TEI>