<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="14"><p>14. Τοῦτο δὲ ἐπὶ τῶν γενητῶν καὶ κτισμάτων οὐκ ἄν τις
εἴποι. Οὔτε γὰρ, ἐργαζομένου τοῦ Πατρὸς, ἐργάζεταί τις αὐτὰ
τῶν ἀγγέλων, ἢ ἄλλος τις τῶν κτισμάτων· οὐδὲν γὰρ τούτων
<note type="marginal">Cp. ii, 20.</note> ποιητικὸν αἴτιόν ἐστιν, ἀλλὰ τῶν γινομένων εἰσίν· ἄλλως τε
καὶ κεχωρισμένοι, καὶ διεστηκότες τοῦ μόνου, καὶ ἄλλο τὴν
φύσιν ὄντες, καὶ ἔργα τυγχάνοντες, οὔτε ἅπερ ἐργάζεται ὁ
Θεὸς δύνανται ἐργάζεσθαι, οὔτε, καθὰ προεῖπον, χαριζομένου
τοῦ Θεοῦ συγχαρίζεσθαι· οὔτε βλεπομένου ἀγγέλου, εἴποι ἄν
τις ἑωρακέναι τὸν Πατέρα. Ἄγγελοι μὲν γὰρ, ὡς γέγραπται,
<note type="marginal">Heb. i. 14. <del>Al. ἀποστελλόμενα.</del></note> ‘λειτουργικὰ πνεύματά εἰσιν εἰς διακονίαν ἀποστελλόμενοι,’ καὶ
τὰς παῤ αὐτοῦ διὰ τοῦ Λόγου δωρεὰς διδομένας ἀπαγγέλλοντές
εἰσι τοῖς λαμβάνουσι. Καὶ αὐτὸς δὲ ὁ ἄγγελος, ὁρώμενος,
<note type="marginal">Lukei. 19, 30.</note> ὁμολογεῖ ἀπεστάλθαι παρὰ τοῦ Δεσπότου, ὡς ἐπὶ Ζαχαρίου ὁ
<note type="marginal">Cp. c. 29. 33.</note> Γαβριὴλ, καὶ ἐπὶ τῆς Θεοτόκου Μαρίας ὁ αὐτὸς ὡμολόγησε.
<note type="marginal">Luke xxiv. 23. Isa. vi. 1.</note> Καὶ ὁ βλέπων δὲ ‘ἀγγέλων ὀπτασίαν’ οἶδεν, ὅτι τὸν ἄγγελον
εἶδε, καὶ οὐ τὸν Θεόν. Εἶδε γὰρ Ζαχαρίας ἄγγελον· ‘εἶδε καὶ
Ἡσαΐας τὸν Κύριον.’ Εἶδε Μανωὲ ὁ πατὴρ τοῦ Σαμψὼμ ἄγγελον·
ἐθεώρησε δὲ καὶ Μωσῆς τὸν Θεόν. Εἶδε Γεδεὼν ἄγγελον,
<note type="marginal">Gen. xviii. 1.</note> ‘ὤφθη δὲ καὶ τῷ Ἀβραὰμ ὁ Θεός.’ Καὶ οὔτε ὁ τὸν Θεὸν ὁρῶν,
ἄγγελον ἔβλεπεν, οὔτε ὁ τὸν ἄγγελον ὁρῶν ἐνόμιζε τὸν Θεὸν
ὁρᾷν· πολὺ γὰρ, μᾶλλον δὲ τὸ ὅλον διέστηκε τῇ φύσει τὰ
γενητὰ πρὸς τὸν κτίσαντα Θεόν, Εἰ δὲ καί ποτε ὀφθέντος
ἀγγέλου, ὁ ὁρῶν φωνῆς ἤκουε Θεοῦ, ὡς ἐπὶ τῆς βάτου γέγονεν·
<note type="marginal">Exod. iii. 2, 6.</note> ‘ὤφθηʼ γὰρ ‘ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου·
καὶ ἐκάλεσε Κύριος Μωσῆν ἐκ τῆς βάτου λέγων, Ἐγώ εἰμι ὁ
Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ
ὁ Θεὸς Ἰακώβ·’ ἀλλʼ οὐκ ἦν ὁ ἄγγελος ὁ Θεὸς Ἀβραὰμ, ἐν
δὲ ἀγγέλῳ λαλῶν ἦν ὁ Θεός. Καὶ ὁ μὲν φαινόμενος ἦν
ἄγγελος· ὁ δὲ Θεὸς ἐν αὐτῷ ἐλάλει. Ὡς γὰρ ἐν στύλῳ νεφέλης
ἐλάλει τῷ Μωσῇ ἐν τῇ σκηνῇ, οὕτω καὶ ἐν ἀγγέλοις φαίνεται
<note type="marginal">Jos. i. 1.</note> λαλῶν ὁ Θεός· οὕτω καὶ τῷ τοῦ Ναυῆ διʼ ἀγγέλου ἐλάλει.
Ἃ δὲ λαλεῖ ὁ Θεὸς, πρόδηλον ὅτι διά τοῦ Λόγου λαλεῖ, καὶ οὐ
διʼ ἄλλου. Ὁ δὲ Λόγος οὐ κεχωρισμένος τοῦ Πατρὸς, οὐδὲ
<note type="marginal">Cp. ii. 43.</note> ἀνόμοιος καὶ ξένος τῆς οὐσίας τοῦ Πατρὸς τυγχάνων, ἃ ἐργάζεται,
ταῦτα τοῦ Πατρός ἐστιν ἔργα, καὶ μίαν ποιεῖ τὴν δημιουργίαν·
καὶ ἃ δίδωσιν ὁ Υἱὸς, ταῦτα τοῦ Πατρός ἐστιν ἡ δόσις.

<pb n="169"/>
Καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν οἶδεν ὅτι, τοῦτον ἑωρακὼς, οὐκ ἄγγελον,
οὐδὲ μείζονά τινα τῶν ἀγγέλων, οὐδὲ ὅλως τινά τῶν κτισμάτων,
ἀλλʼ αὐτὸν ἑώρακε τὸν Πατέρα· καὶ ὁ τοῦ Λόγου
ἀκούων, οἶδεν ὅτι τοῦ Πατρὸς ἀκούει· ὥσπερ καὶ ὁ τῷ ἀπαυγάσματι
καταυγαζόμενος οἶδεν ὅτι καὶ ὑπὸ ἡλίου φωτίζεται.</p></div><div type="textpart" subtype="chapter" n="15"><p>15. Οὕτω γὰρ ἡμᾶς βουλομένη νοεῖν ἡ θεία γραφὴ, τοιαῦτα
τὰ παραδείγματα δέδωκεν, ὡς καὶ ἐν τοῖς προτέροις εἰρήκαμεν,
ἐξ ὧν καὶ τοὺς προδότας Ἰουδαίους δυσωπεῖν δυνάμεθα, καὶ τὴν
Ἑλλήνων διαλύειν κατηγορίαν, φασκόντων καὶ νομιζόντων διὰ
τὴν Τριάδα λέγειν καὶ ἡμᾶς πολλοὺς θεούς. Οὐδὲ γὰρ, ὥσπερ
καὶ τὸ παράδειγμα δείκνυσι, τρεῖς ἀρχὰς ἢ τρεῖς πατέρας εἰσάγομεν, <note type="marginal">Cp. iv. 1, 10.</note>
ὡς οἱ περὶ Μαρκίωνα καὶ Μανιχαῖον· ἐπεὶ μηδὲ τριῶν
ἡλίων ὑπεθέμεθα τὴν εἰκόνα, ἀλλὰ ἥλιον καὶ ἀπαύγασμα, καὶ ἓν
τὸ ἐξ ἡλίου ἐν τῷ ἀπαυγάσματι φῶς· οὕτω μίαν ἀρχὴν οἴδαμεν·
τόν τε δημιουργὸν Λόγον φάσκομεν οὐχ ἕτερόν τινα τρόπον <note type="marginal">ii. 78.</note>
ἔχειν θεότητος ἢ τὴν τοῦ μόνου Θεοῦ, διὰ τὸ ἐξ αὐτοῦ πεφυκέναι.
Μᾶλλον μὲν οὖν οἱ Ἀρειομανῖται δικαίως ἂν σχοῖεν τὸ
ἔγκλημα τῆς πολυθεότητος ἢ καὶ ἀθεότητος, ὅτι ἔξωθεν τὸν <note type="marginal">Cp. c. 64.</note>
Υἱὸν κτίσμα, καὶ πάλιν τὸ Πνεῦμα ἐκ τοῦ μὴ ὄντος βαττολογοῦσιν. <note type="marginal">Cp. ad Serap. i. 2.</note>
Ἢ γὰρ οὐκ εἶναι Θεὸν τὸν Λόγον φήσουσιν· ἢ
λέγοντες ‘Θεὸν’ μὲν διὰ τὸ γεγραμμένον, μὴ ἴδιον δὲ τῆς
οὐσίας τοῦ Πατρὸς, πολλοὺς ἂν εἰσάγοιεν διὰ τὸ ἑτεροειδὲς
αὐτῶν· εἰ μὴ ἄρα κατὰ μετοχὴν, ὥσπερ καὶ τὰ πάντα, ‘Θεὸνʼ
λέγεσθαι καὶ αὐτὸν λέγειν τολμήσουσιν. Ἀλλὰ καὶ τοῦτο
νομίζοντες ὁμοίως ἀσεβοῦσιν, ἕνα τῶν πάντων λέγοντες εἶναι <note type="marginal">ii. 24.</note>
τὸν Λόγον. Ἡμῶν δὲ τοῦτο μηδὲ εἰς τὸν νοῦν ποτε εἰσέλθοι·
ἓν γὰρ εἶδος θεότητος, ὅπερ ἐστὶ καὶ ἐν τῷ Λόγῳ· καὶ εἶς <note type="marginal">c. 6.</note>
Θεὸς ὁ Πατὴρ, ἐφʼ ἑαυτῷ ὢν κατὰ τὸ ἐπὶ πάντων εἶναι, καὶ
ἐν τῷ Υἱῷ δὲ φαινόμενος κατὰ τὸ διὰ πάντων διήκειν, καὶ
ἐν τῷ Πνεύματι δὲ κατὰ τὸ ἐν ἅπασι διὰ τοῦ Λόγου ἐν αὐτῷ
ἐνεργεῖν. Οὕτω γὰρ καὶ ἕνα διὰ τῆς Τριάδος ὁμολογοῦμεν <note type="marginal">i. 18; ad Epict. 9.</note>
εἶναι τὸν Θεὸν, καὶ πολὺ μᾶλλον εὐσεβέστερον λέγομεν τῆς
πολυειδοῦς καὶ πολυμεροῦς τῶν αἱρετικῶν θεότητος, ὅτι τὴν μίαν
ἐν Τριάδι θεότητα φρονοῦμεν.</p></div></div></body></text></TEI>