<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="10"><p>10. Ἀλλὰ καὶ πρὸς ταῦτα πάλιν ἐπιχειροῦσι φιλονεικεῖν ταῖς·
ἰδίαις μυθοπλαστίαις, λέγοντες μὴ οὕτως εἶναι τὸν Υἱὸν καὶ τὸν
Πατέρα ‘ἕν,ʼ μηδὲ ‘ὅμοιον,’ ὡς ἡ ἐκκλησία κηρύσσει, ἀλλʼ ὡς
αὐτοὶ θέλουσι. Φασὶ γάρ· ‘Ἐπεὶ ἃ θέλει ὁ Πατὴρ, ταῦτα <note type="marginal">Arian obj.</note>
θέλει καὶ ὁ Υἱὸς, καὶ οὔτε τοῖς νοήμασιν οὔτε τοῖς κρίμασιν <note type="marginal">Cp. de Syn. 45. Soc. ii. 40.</note>
ἀντίκειται, ἀλλʼ ἐν πᾶσίν ἐστι σύμφωνος αὐτῷ, τὴν ταὐτότητα
τῶν δογμάτων καὶ τὸν ἀκόλουθον καὶ συνηρτημένον τῇ τοῦ
Πατρὸς διδασκαλίᾳ ἀποδιδοὺς λόγον, διὰ τοῦτο αὐτὸς καὶ ὁ
Πατὴρ ἕν εἰσι.’ Ταῦτα γὰρ οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι
τινὲς ἐξ αὐτῶν τετολμήκασι. Τούτου δὲ τί ἄν τις ἀτοπώτερον <note type="marginal">c. 2.</note>
ἢ ἀλογώτερον εἴποι ; εἰ γὰρ διὰ ταῦτα ἕν εἰσιν ὁ Υἱὸς καὶ ὁ
Πατὴρ, καὶ εἰ οὕτως ὅμοιός ἐστιν ὁ Λόγος τῷ Πατρὶ, ὥρα καὶ
τοὺς ἀγγέλους, καὶ τὰ ἄλλα ἡμῶν τὰ ὑπερκείμενα, ἀρχάς τε καὶ
ἐξουσίας, καὶ θρόνους καὶ κυριότητας, καὶ τὰ φαινόμενα, ἥλιόν
τε καὶ σελήνην, καὶ τοὺς ἀστέρας εἶναι καὶ αὐτοὺς, ὡς τὸν Υἱὸν,

<pb n="164"/>
υἱοὺς, λέγεσθαι δὲ καὶ περὶ τούτων ὅτι αὐτοὶ καὶ ὁ Πατὴρ ‘ἕνʼ
εἰσι, καὶ ἕκαστος εἰκὼν καὶ Λόγος ἐστι τοῦ Θεοῦ. Ἃ γὰρ θέλει
ὁ Θεὸς, ταῦτα θέλουσι καὶ αὐτοί· καὶ οὔτε τοῖς κρίμασιν οὔτε
τοῖς δόγμασι διαφωνοῦσιν, ἀλλʼ ἐν πᾶσίν εἰσιν ὑπήκοοι τῷ
πεποιηκότι. Οὐκ ἂν γὰρ ἔμειναν ἐν τῇ ἰδίᾳ δόξῃ, εἰ μὴ ἅπερ
ἤθελεν ὁ Πατὴρ, ταῦτα καὶ αὐτοὶ ἠβούλοντο. Ὁ γοῦν μὴ
<note type="marginal">Isa. xiv. 12.</note>  μείνας, ἀλλὰ παραφρονήσας, ἤκουσε· ‘Πῶς ἐξέπεσεν ἐκ τοῦ
οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων ;ʼ πῶς οὖν, τούτων
οὕτως ὄντων, μόνος οὗτος Υἱὸς μονογενὴς καὶ Λόγος καὶ Σοφία
ἐστίν ; ἢ πῶς, τοσούτων ὄντων ὁμοίων τῷ Πατρὶ, μόνος οὗτος
εἰκών ἐστι ; καὶ γὰρ καὶ ἐν ἀνθρώποις εὑρεθήσονται πολλοὶ
<note type="marginal">c. 57.</note> ὅμοιοι τῷ Πατρὶ, πλεῖστοι μὲν μάρτυρες γενόμενοι, καὶ πρὸ
αὐτῶν οἱ ἀπόστολοι καὶ προφῆται, καὶ πάλιν πρὸ τούτων οἱ
πατριάρχαι· πολλοί τε καὶ νῦν ἐφύλαξαν τὴν τοῦ Σωτῆρος
<note type="marginal">Luke vi. 36.</note>  ἐντολὴν, γενόμενοι ‘οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς,᾿ 
<note type="marginal">Eph. v. 1, 2.</note> καὶ τηρήσαντες τὸ ‘Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα
ἀγαπητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς
<note type="marginal">1 Cor. xi. 1.</note> ἠγάπησεν ἡμᾶς.’ ‘Μιμηταὶ δὲ γεγόνασιʼ κοί τοῦ Παύλου πολλοὶ,
ὡς κἀκεῖνος ‘τοῦ Χριστοῦ·’ καὶ ὅμως οὐδεὶς τούτων οὔτε ‘Λόγος,’
οὔτε ‘Σοφία,’ οὔτε ‘μονογενὴς Υἱὸς,’ οὔτε ‘εἰκών’ ἐστιν, οὔτε
<note type="marginal">John x. 30 ; xiv. 10.</note>  τις τούτων ἀπετόλμησεν εἰπεῖν· ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,’
ἢ, ‘ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί.᾿  Ἁλλὰ περὶ μὲν
<note type="marginal">Exod. xv. 11. Ps. Ixxxviii. (Ixxxix.) 6.</note> πάντων εἴρηται, ‘Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε ;’ καὶ, ‘Τίς
ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ ;’ περὶ δὲ αὐτοῦ, ὅτι
μόνος εἰκὼν ἀληθινὴ καὶ φύσει τοῦ Πατρός ἐστιν. Εἰ γὰρ καὶ
<note type="marginal">1 Cor. xi. 7.</note> ‘κατʼ εἰκόνα’ γεγόναμεν, καὶ ‘εἰκὼν καὶ δόξα Θεοῦ’ ἐχρηματίσαμεν,
ἀλλʼ οὐ δι᾿ ἑαυτοὺς πάλιν, ἀλλὰ διὰ τὴν ἐνοικήσασαν ἐν
ἡμῖν εἰκόνα καὶ ἀληθῆ δόξαν τοῦ Θεοῦ, ἥτις ἐστὶν ὁ Λόγος
αὐτοῦ, ὁ δι’ ἡμᾶς ὕστερον γενόμενος σὰρξ, ταύτην τῆς κλήσεως
ἔχομεν τὴν χάριν.</p></div><div type="textpart" subtype="chapter" n="11"><p>11. Ἀπρεποῦς δὴ οὖν καὶ ἀλόγου καὶ τῆς τοιαύτης φρονήσεως
ἐκείνων φαινομένης, ἀνάγκη τὴν ὁμοίωσιν καὶ τὴν ἑνότητα ἐπʼ
αὐτὴν τὴν οὐσίαν τοῦ Υἱοῦ φέρειν· εἰ γὰρ μὴ οὕτω τις λάβοι,
οὔτε πλέον τι τῶν γενητῶν ἔχων φανήσεται, ὥσπερ εἴρηται,
οὔτε τοῦ Πατρὸς ὅμοιος ἔσται, ἀλλὰ τῶν τοῦ Πατρὸς ὅμοιος
ἔσται δογμάτων· καὶ τοῦ Πατρὸς διαφέρει ὅτι ὁ μὲν Πατὴρ

<pb n="165"/>
Πατήρ ἐστι, τὰ δὲ δόγματα καὶ ἡ διδασκαλία τοῦ Πατρός ἐστιν.
Εἰ τοίνυν κατὰ τὰ δόγματα καὶ τὴν διδασκαλίαν ὅμοιός ἐστιν ὁ
Υἱὸς τῷ Πατρὶ, ὁ μὲν Πατὴρ κατʼ αὐτοὺς ὀνόματι μόνον Πατὴρ
ἔσται· ὁ δὲ Υἱὸς οὐκ ἀπαράλλακτος εἰκὼν, μᾶλλον οὐδὲ ὅλως <note type="marginal">c. 5.</note>
ἰδιότητα ἢ ὁμοίωσίν τινα τοῦ Πατρὸς ἔχων φανήσεται. Ποία
γὰρ ὁμοίωσις καὶ ἰδιότης τῷ παρεξηλλαγμένῳ παρὰ τὸν Πατέρα ;
καὶ γὰρ καὶ ὁ Παῦλος, ὅμοια τῷ Σωτῆρι διδάσκων, οὐκ ἦν κατ’
οὐσίαν ὅμοιος αὐτῷ. κεῖνοι μὲν οὖν, τοιαῦτα φρονοῦντες, <note type="marginal">Cp. i. 21.</note>
ψεύδονται· ὁ δέ γε Υἱὸς καὶ ὁ Πατὴρ οὕτως εἰσὶν ἓν, καθάπερ
εἴρηται· καὶ οὕτως ἐστὶν ὁ Υἱὸς ὅμοιος καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς,
ὡς ἔστιν ἰδεῖν καὶ νοεῖν υἱὸν πρὸς πατέρα, καὶ ὡς ἔστιν ἰδεῖν τὸ
ἀπαύγασμα πρὸς τὸν ἥλιον. Διὰ γὰρ τὸ οὕτως εἶναι τὸν Υἱὸν,
ἐργαζομένου τοῦ Υἱοῦ, ὁ Πατήρ ἐστιν ὁ ἐργαζόμενος, καὶ ἐρχομένου
τοῦ Υἱοῦ πρὸς τοὺς ἁγίους, ὁ Πατήρ ἐστιν ὁ ἐρχόμενος ἐν
τῷ Υἱῷ, ὡς αὐτὸς ἐπηγγείλατο λέγων, ‘ἐλευσόμεθα ἐγὼ καὶ ὁ <note type="marginal">John xiv. 23.</note>
Πατὴρ, καὶ μονὴν παρ᾿  αὐτῷ ποιήσομεν.’ Ἐν γὰρ τῇ εἰκόνι
θεωρεῖται ὁ Πατὴρ, καὶ ἐν τῷ ἀπαυγάσματί ἐστι τὸ φῶς. Διὰ
τοῦτο, καθάπερ μικρῷ πρόσθεν εἴπομεν, καὶ διδόντος τοῦ Πατρὸς
χάριν καὶ εἰρήνην, αὐτὴν καὶ ὁ Υἱὸς δίδωσιν, ὡς ὁ Παῦλος
ἐπισημαίνεται διὰ πάσης ἐπιστολῆς γράφων· ‘Χάρις ὑμῖν καὶ <note type="marginal">Rom. i. 7 ; 1 Cor. i. 3 ; 2 Cor. i. 2, etc.</note>
εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.’
Μία γὰρ καὶ ἡ αὐτὴ χάρις ἐστὶ παρὰ Πατρὸς ἐν Υἱῷ, ὡς ἔστιν
ἓν τὸ φῶς τοῦ ἡλίου καὶ τοῦ ἀπαυγάσματος, καὶ τὸ φωτίζειν
τοῦ ἡλίου διὰ τοῦ ἀπαυγάσματος γίνεται. Οὕτω γοῦν πάλιν
ἐπευχόμενος Θεσσαλονικεῦσι, καὶ λέγων, ‘Ἀὐτὸς δὲ ὁ Θεὸς <note type="marginal">1 Thess. iii.11.</note>
καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος Ἰησοῦς Χριστὸς κατευθύναι τὴν
ὁδὸν ἡμῶν πρὸς ὑμᾶς,’ τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ
ἐφύλαξεν· οὐ γὰρ εἷπε, ‘κατευθύνοιεν,’ ὡς παρὰ δύο διδομένης,
παρὰ τούτου καὶ τούτου, διπλῆς χάριτος, ἀλλὰ ‘κατευθύναι,’ ἵνα
δείξῃ ὅτι ὁ Πατὴρ δι᾿ Υἱοῦ δίδωσι ταύτην· ἐξ ὧν κἂν ἐρυθριᾷν
οἱ ἀσεβεῖς δυνάμενοι, οὐ βούλονται.</p></div></div></body></text></TEI>