<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="76"><p>76. Πῶς οὖν ἐξελέξατο πρὶν γενέσθαι ἡμᾶς, εἰ μὴ, ὡς αὐτὸς
εἴρηκεν, ‘ἐν αὐτῷ ἦμεν προτετυπωμένοι; πῶς δὲ ὅλως, πρὶν
ἀνθρώπους κτισθῆναι, ‘ἡμᾶς προώρισεν εἰς υἱοθεσίαν,’ εἰ μὴ
αὐτὸς ὁ Υἱὸς πρὸ τοῦ αἰῶνος τεθεμελίωτο, ἀναδεξάμενος τὴν
ὑπὲρ ἡμῶν οἰκονομίαν; ἢ πῶς, ὡς ἐπιφέρει λέγων ὁ ἀπόστολος,
<note type="marginal">Ib. 11.</note> ‘ἐκληρώθημεν προορισθέντες,’ εἰ μὴ αὐτὸς ὁ Κύριος πρὸ
τοῦ αἰῶνος ἦν θεμελιωθεὶς, ὥστε αὐτὸν πρόθεσιν ἔχειν ὑπὲρ
<note type="marginal">Cp. c. 66, 69. </note>ἡμῶν πάντα τὸν καθʼ ἡμῶν κλῆρον τοῦ κρίματος ἀναδέξασθαι
διὰ τῆς σαρκὸς, καὶ λοιπὸν ἡμᾶς ἐν αὐτῷ υἱοποιηθῆναι; πῶς δὲ
καὶ ‘πρὸ χρόνων αἰνωίων’ ἐλαμβάνομεν, μήπω γεγονότες, ἀλλʼ
ἐν χρόνῳ γεγονότες, εἰ μὴ ἐν τῷ Χριστῷ ἦν ἀποκειμένη ἡ εἰς
<note type="marginal">Matt. xvi. 27; xxv. 34.</note> ἡμᾶς φθάνουσα χάρις; διὸ καὶ ἐν τῇ κρίσει, ὅταν ἕκαστος ‘κατὰ
τὴν πρᾶξιν’ ἀπολαμβάνῃ, φησὶ, ‘Δεῦτε, οἱ εὐλογημένοι τοῦ
Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν
ἀπὸ καταβολῆς κόσμου· Πῶς οὖν, ἢ ἐν τίνι, πρὶν γενέσθαι
ἡμᾶς, ἡτοιμάσθη, εἰ μὴ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰῶνος εἰς τοῦτο
θεμελιωθέντι, ἵνʼ ἡμεῖς, ὡς ἐπʼ αὐτὸν ἐποικοδομούμενοι, μεταλάβωμεν,
ὡς λίθοι εὐάρμοστοι, τῆς παῤ αὐτοῦ ζωῆς τε καὶ χάριτος;
Τοῦτο δὲ γέγονεν, ὥς γε μετρίως ἐπέρχεταί τινι νοεῖν εὐσεβῶς,
ἵνα, καθὰ προεῖπον, ἀναστάντες ἀπὸ τοῦ πρὸς ὀλίγον θανάτου,
αἰωνίως ζῆσαι δυνηθῶμεν, οὐκ ἂν δυνηθέντες, ἄνθρωποι τυγχάνοντες
ἀπὸ γῆς, εἰ μὴ πρὸ τοῦ αἰῶνος ἦν προετοιμασθεῖσα ἡμῖν
ἐν Χριστῷ ἡ τῆς ζωῆς καὶ σωτηρίας ἐλπίς. Οὐκοῦν εἰκότως

<pb n="147"/>
ἐπιβαίνων ὁ Λόγος εἰς τὴν ἡμετέραν σάρκα, καὶ ἐν αὐτῇ ‘κτιζόμενος <note type="marginal">Prov. viii. 23—25.</note>
ἀρχὴ ὁδῶν εἰς ἔργα αὐτοῦ,’ θεμελιοῦται οὕτως, ὥσπερ
ἦν ἐν αὐτῷ τὸ βούλημα τοῦ Πατρὸς, καθάπερ εἴρηται, πρὸ τοῦ
αἰῶνος, καὶ πρὸ τοῦ τὴν γῆν γενέσθαι, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι,
καὶ πρὸ τοῦ τὰς πηγὰς προελθεῖν·’ ἵνα κἂν ‘ἡ γῆ,’ καὶ τὰ <note type="marginal">Matt. xxiv. 35; Heb. i. 11.</note>
ὄρη, καὶ τὰ σχήματα τῶν φαινομένων ‘παρέλθῃ’ ἐν τῇ συντελείᾳ
τοῦ ἐνεστῶτος αἰῶνος, μὴ κατ᾿ αὐτὰ ‘παλαιωθῶμεν καὶ ἡμεῖς,
ἀλλὰ δυνηθῶμεν καὶ μετὰ ταῦτα ζῇν, ἔχοντες τὴν πρὸ τούτων
ἑτοιμασθεῖσαν ἡμῖν ἐν αὐτῷ τῷ Λόγῳ, κατʼ ἐκλογὴν, ζωήν τε
καὶ εὐλογίαν πνευματικήν. Οὕτω γὰρ δυνησόμεθα μὴ πρόσκαιρον
ἔχειν ζωὴν, ἀλλὰ μετὰ ταῦτα διαμεῖναι ζῶντες ἐν
Χριστῷ· ἐπειδὴ καὶ πρὸ τούτων, ἡ ζωὴ ἡμῶν ἐτεθεμελίωτο καὶ
ἡτοίμαστο ἐν Χριστῷ Ἰησοῦ.</p></div><div type="textpart" subtype="chapter" n="77"><p>77. Οὐδὲ γὰρ οὐδὲ ἐν ἄλλῳ θεμελιωθῆναι τὴν ζωὴν ἡμῶν
ἔπρεπεν ἢ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰώνων ὄντι, ‘δι᾿ οὗ’ καὶ οἱ αἰῶνες <note type="marginal">Heb. i. 2.</note>
γεγόνασιν, ἵνʼ ὡς ἐν αὐτῷ αὐτῆς οὔσης, δυνηθῶμεν καὶ ἡμεῖς
αἰώνιον κληρονομῆσαι ζωήν. Ἀγαθὸς γὰρ ὁ Θεός· ἀγαθὸς δὲ
ὢν ἀεὶ, τοῦτο βεβούληται, γινώσκων τὴν ἡμετέραν ἀσθενῆ φύσιν
Χρῄζουσαν τῆς παῤ αὐτοῦ βοηθείας τε καὶ σωτηρίας. Καὶ
ὥσπερ ἂν εἴ τις ἀρχιτέκτων σοφὸς, προθέμενος οἰκίαν οἰκοδομεῖν,
βουλεύεται ἅμα ἵνα, ἐάν ποτε καὶ φθαρῇ μετὰ τὸ γενέσθαι
ταύτην, πάλιν ἀνανεώσηται, τοῦτο δὲ βουλευόμενος προετοιμάζει,
καὶ δίδωσι τῷ ἐργασαμένῳ τὴν εἰς ἀνανέωσιν παρασκευὴν,
καὶ γίνεται πρὸ τῆς οἰκίας ἡ τῆς ἀνανεώσεως προπαρασκευή·
τὸν αὐτὸν τρόπον πρὸ ἡμῶν ἡ τῆς ἡμετέρας σωτηρίας
ἀνανέωσις θεμελιοῦται ἐν τῷ Χριστῷ, ἵνʼ ἐν αὐτῷ καὶ ἀνακτισθῆναι
δυνηθῶμεν. Καὶ ἡ μὲν βουλὴ καὶ ἡ πρόθεσις πρὸ τοῦ
αἰῶνος ἡτοιμάσθη· τὸ δὲ ἔργον γέγονεν ὅτε ἡ χρεία ἀπῄτησε,
καὶ ἐπεδήμησεν ὁ Σωτήρ· αὐτὸς γὰρ ὁ Κύριος ἀντὶ πάντων ἡμῖν
ἐν τοῖς οὐρανοῖς γενήσεται, προσλαμβάνων ἡμᾶς εἰς τὴν αἰώνιον
ζωήν. Ἤρκει μὲν οὖν ταῦτα πρὸς ἀπόδειξιν τοῦ μὴ εἶναι
κτίσμα τὸν τοῦ Θεοῦ Λόγον, ἀλλὰ καὶ ὀρθὴν εἶναι τὴν τοῦ
ῥητοῦ διάνοιαν. ἐπειδὴ δὲ διερευνώμενον τὸ ῥητὸν ὀρθὸν ἔχει
πανταχόθεν τὸν νοῦν, ἀκόλουθον καὶ τοῦτον τὸν νοῦν εἰπεῖν· <note type="marginal">(6. again.)</note>
ἴσως ἐκ πολλῶν ἐντραπῶσιν οἱ ἀνόητοι. Χρεία δὲ πάλιν τῶν
προειρημένων· περὶ γὰρ τῆς αὐτῆς παροιμίας καὶ τῆς αὐτῆς

<pb n="148"/>
σοφίας ἐστὶ τὸ προκείμενον. Οὐκ εἴρηκεν ἑαυτὸν εἶναι τῇ φύσει
<note type="marginal">Prov. viii. 22.</note> κτίσμα ὁ Λόγος, ἀλλʼ ἐν παροιμίαις εἴρηκε τὸ ‘Κύριος ἔκτισέ
με·᾿ καὶ δῆλόν ἐστιν ὅτι νοῦν τινα οὐ παῤῥησίᾳ, ἀλλὰ τοῦτον
<note type="marginal">2 Cor. iii. 16.</note> κεκρυμμένον σημαίνει, ὅντινα καὶ ἡμᾶς δυνατὸν εὑρεῖν, εἰ ‘περιέλοιμεν
τὸ κάλυμμα τῆς παροιμίας. Τίς γὰρ ἀκούων τῆς δημιουργοῦ
Σοφίας, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,ʼ φασκούσης,
οὐκ εὐθὺς ζητεῖ τὴν διάνοιαν, λογιζόμενος πῶς δύναται ἡ
κτίζουσα κτίζεσθαι; τίς, ἀκούσας τοῦ μονογενοῦς Υἱοῦ τοῦ
Θεοῦ λέγοντος ‘ἀρχὴν ὁδῶν ἑαυτὸν κτίζεσθαι,ʼ οὐκ ἐρευνᾷ τὸν
νοῦν, θαυμάζων πῶς δύναται ὁ μονογενὴς Υἱὸς ἄλλων πολλῶν
<note type="marginal">Prov. i. 5, 6.</note> ἀρχὴ γίνεσθαι; αἴνιγμα μὲν ἔστιν· ‘ὁ δὲ νοήμων,’ φησὶ,
‘νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ
αἰνίγματα.’</p></div><div type="textpart" subtype="chapter" n="78"><p>78. Ἡ μὲν οὖν μονογενὴς καὶ αὐτοσοφία τοῦ Θεοῦ κτίζουσα
<note type="marginal">Ps. ciii.  (civ.) 24.</note> καὶ δημιουργός ἐστι τῶν πάντων· ‘Πάνταʼ γὰρ, φησὶν, ‘ἐν
σοφίᾳ ἐποίησας, καὶ ‘ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.’ Ἵνα
δὲ μὴ μόνον ὑπάρχῃ τὰ γενόμενα, ἀλλὰ καὶ καλῶς ὑπάρχῃ,
ηὐδόκησεν ὁ Θεὸς συγκαταβῆναι τὴν ἑαυτοῦ Σοφίαν τοῖς κτίσμασιν·
ὤστε τύπον τινὰ καὶ φαντασίαν εἰκόνος αὐτῆς ἐν πᾶσί
τε κοινῇ καὶ ἑκάστῳ ἐνθεῖναι, ἵνα καὶ σοφὰ τὰ γενόμενα, καὶ
ἄξια τοῦ Θεοῦ ἔργα δείκνυται. Ὡς γὰρ Λόγου ὄντος τοῦ Υἱοῦ
τοῦ Θεοῦ εἰκών ἐστιν ὁ ἡμέτερος λόγος, οὕτως ὄντος αὐτοῦ
Σοφίας εἰκὼν πάλιν ἐστὶν ἡ ἐν ἡμῖν γενομένη σοφία· ἐν ᾗ τὸ
εἰδέναι καὶ τὸ φρονεῖν ἔχοντες, δεκτικοὶ γινόμεθα τῆς δημιουργοῦ
Σοφίας, καὶ διʼ αὐτῆς γινώσκειν δυνάμεθα τὸν αὐτῆς Πατέρα.
<note type="marginal">Cp. 1 John ii. 23. Matt. x. 40.</note> ‘Ὁ γὰρ ἔχων,’ φησὶ, ‘τὸν Υἱὸν, ἔχει καὶ τὸν Πατέρα·’ καὶ,
‘ὁ δεχόμενός με, δέχεται τὸν ἀποστείλαντά με.᾿ Τοιούτου
τοίνυν τύπου τῆς Σοφίας κτισθέντος ἐν ἡμῖν τε καὶ ἐν πᾶσι τοῖς
ἔργοις ὄντος, εἰκότως ἡ ἀληθινὴ καὶ δημιουργὸς Σοφία, τὰ τοῦ
τύπου ἑαυτῆς εἰς ἑαυτὴν ἀναλαμβάνουσα, φησὶ τὸ ‘Κύριος
ἔκτισέ με εἰς ἔργα αὐτοῦ.’ Ἃ γὰρ ἡ ἐν ἡμῖν σοφία εἶπε, ταῦτα
αὐτὸς ὁ Κύριος ὡς ἴδια λέγει· καὶ οὐκ ἔστι μὲν αὐτὸς κτιζόμενος
κτίστης ὢν, διὰ δὲ τὴν ἐν τοῖς ἔργοις εἰκόνα κτισθεῖσαν
αὐτοῦ, ταῦτα αὐτὸς ὡς περὶ ἑαυτοῦ λέγει. Καὶ ὥσπερ αὐτὸς ὁ
<note type="marginal">Ibid.</note> Κύριος εἴρηκεν, ‘Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται,᾿ διὰ τὸ τὸν
τύπον αὐτοῦ ἐν ἡμῖν εἶναι· οὕτως, καίτοι μὴ ὢν τῶν κτιζομένων,

<pb n="149"/>
ὅμως διὰ τὸ τὴν εἰκόνα αὐτοῦ καὶ τύπον ἐν τοῖς ἔργοις κτίζεσθαι,
ὡς αὐτὸς ὢν, λέγει· ‘Κύριος ἕκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς
ἔργα αὐτοῦ Οὕτω δὲ γέγονεν ὁ ἐν τοῖς ἔργοις τῆς Σοφίας
τύπος, ἵνα, καθὰ προεῖπον, ὁ κόσμος ἐν αὐτῇ γινώσκῃ τὸν
ἑαυτοῦ δημιουργὸν Λόγον, καὶ διʼ αὐτοῦ τὸν Πατέρα. Καὶ <note type="marginal">Cp. i. 12.</note>
τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Παῦλος, ‘διότι τὸ γνωστὸν τοῦ Θεοῦ <note type="marginal">Rom. i. 19. 20.</note>
φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε· τὰ
γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα
καθορᾶται Ὥστε οὐκ ἔστι κτίσμα τῇ οὐσίᾳ ὁ Λόγος, ἀλλὰ
περὶ τῆς ἐν ἡμῖν οὔσης καὶ λεγομένης σοφίας, ἐστὶ τὸ ἐν ταῖς
Παροιμίαις ῥητόν.</p></div><div type="textpart" subtype="chapter" n="79"><p>79. Εἰ δὲ καὶ τούτοις ἀπιστοῦσι, λεγέτωσαν ἡμῖν αὐτοὶ, εἰ
ἔστι τις σοφία ἐν τοῖς κτίσμασι, ἢ οὐκ ἔστιν; Εἰ μὲν οὖν οὐκ
ἔστι, πῶς ὁ ἀπόστολος αἰτιᾶται, λέγων, ‘ἐπειδὴ γὰρ ἐν τῇ <note type="marginal">1 Cor. i. 21.</note>
σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν;’
ἢ πῶς, εἰ μή ἐστι σοφία, ‘πλῆθος σοφῶνʼ ἐν τῇ γραφῇ εὑρίσκεται; <note type="marginal">Wisd. vi. 24.</note>
καὶ, σοφὸς γὰρ φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ·’ καὶ, <note type="marginal">Prov. xiv. 16.</note>
‘Μετὰ σοφίας οἰκοδομεῖται οἷκος.’ Ὁ δὲ Ἐκκλησιαστὴς λέγει, <note type="marginal">Ib. xxiv. 3.</note>
‘Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ·’ καὶ μέμφεται τοῖς <note type="marginal">Eccles. viii. 1. Ib. vii. 11.</note>
προπετευομένοις, λέγων, ‘Μὴ εἴπῃς, Τί ἐγένετο, ὅτι αἱ ἡμέραι
αἱ πρότερον ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἠρώτησας
περὶ τούτου· Εἰ δέ ἐστιν, ὥσπερ οὖν καὶ ὁ τοῦ Σιράχ
φησιν· ‘ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ μετὰ πάσης <note type="marginal">Sirac. i. 10.</note>
σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν
αὐτόν·’ ἡ δὲ τοιαύτη ἔκχυσις οὐ τῆς οὐσίας τῆς αὐτοσοφίας
καὶ μονογενοῦς ἐστι γνώρισμα, ἀλλὰ τῆς ἐν τῷ κόσμῳ
ἐξεικονισθείσης· τί ἄπιστον εἰ αὐτὴ ἡ δημιουργὸς καὶ ἀληθινὴ
Σοφία, ἧς τύπος ἐστὶν ἡ ἐν κόσμῳ ἐκχυθεῖσα σοφία καὶ ἐπιστήμη,
ὡς περὶ ἑαυτῆς ἐστι, καθὰ προεῖπον, λέγουσα, ‘Κύριος
ἔκτισέ με εἰς ἔργα αὐτοῦ;’ οὐ γὰρ ἡ ἐν κόσμῳ σοφία κτίζουσά
ἐστιν, ἀλλʼ ἡ ἐγκτιζομένη τοῖς ἔργοις, καθʼ ἣν ‘οἱ μὲν οὐρανοὶ <note type="marginal">Ps. xviii. (xix.) 1.</note>
διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ
στερέωμα Οἱ δὲ ἄνθρωποι, εἰ ταύτην ἐν ἑαυτοῖς φέροιεν,
ἐπιγνώσονται τὴν ἀληθινὴν τοῦ Θεοῦ Σοφίαν· καὶ γνωσθήσονται,
ὅτι ὄντως κατʼ εἰκόνα Θεοῦ γεγόνασι. Καὶ ὥσπερ ἂν
εἴ τις βασιλέως υἱὸς, θέλοντος πατρὸς οἰκοδομῆσαι πόλιν, καὶ

<pb n="150"/>
ποιῶν ἐν ἑκάστῳ τῶν γινομένων ἔργων ἐγγραφῆναι τὸ ἑαυτοῦ
ὄνομα, ἀσφαλείας τε χάριν τοῦ διαμένειν τὰ ἔργα διὰ τὴν ἐν
ἑκάστῳ τοῦ ὀνόματος αὐτοῦ φαντασίαν, καὶ ἵνʼ ἐκ τοῦ ὀνόματος
ἀναμιμνήσκεσθαι αὐτοῦ τε καὶ τοῦ πατρὸς αὐτοῦ δύνωνται,
τελειώσας δὲ εἰ ἐρωτηθείη περὶ τῆς πόλεως, πῶς γέγονεν, εἴποι
<note type="marginal">Cp. iii. 31.</note> ἄν· ’Ἀσφαλῶς γέγονε· κατὰ γὰρ τὸ βούλημα τοῦ πατρὸς, ἐν
ἑκάστῳ ἔργῳ ἐξεικονίσθην· τὸ γὰρ ἐμὸν ὄνομα ἐν τοῖς ἔργοις
ἐνεκτίσθη·’ τοῦτο δὲ λέγων, οὐ τὴν ἑαυτοῦ οὐσίαν κτισθεῖσαν
σημαίνει, ἀλλὰ τὸν ἑαυτοῦ τύπον διὰ τοῦ ὀνόματος· τὸν αὐτὸν
τρόπον κατὰ τὴν ὁμοιότητα τοῦ παραδείγματος τοῖς θαυμάζουσι
τὴν ἐν τοῖς κτίσμασι σοφίαν ἀποκρίνεται ἡ ἀληθινὴ Σοφία,
‘Κύριος ἔκτισέ με εἰς ἔργα· ἐμοῦ γὰρ τύπος ἐστὶν ὁ ἐν αὐτοῖς·
κἀγὼ οὕτω συγκατέβην τῇ δημιουργίᾳ.’</p></div><div type="textpart" subtype="chapter" n="80"><p>80. Οὐ δεῖ δὲ πάλιν ξενίζεσθαι, εἰ τὸν ἐν ἡμῖν τύπον ὄντα
ὡς περὶ ἑαυτοῦ ἐστι λέγων ὁ Υἱὸς, ὅπου γε (τὸ αὐτὸ γὰρ λέγειν
οὐκ ὀκνητέον) καὶ Σαύλου τότε διώκοντος τὴν ἐκκλησίαν, ἐν ᾗ
<note type="marginal">Acts ix. 4.</note> τύπος ἦν αὐτοῦ καὶ εἰκὼν, ὡς αὐτὸς διωκόμενος ἔλεγε· ‘Σαῦλε,
τί με διώκεις;’ Οὐκοῦν, ὥσπερ εἴρηται, εἰ ἔλεγεν αὐτὸς ὁ τύπος
τῆς Σοφίας ὁ ὢν ἐν τοῖς ἔργοις τὸ ‘Κύριος ἔκτισέ με εἰς ἔργα,’
οὐκ ἄν τις ἐξενίσθη· οὕτως ἐὰν καὶ αὐτὴ ἡ ἀληθινὴ καὶ δημιουργὸς
Σοφία, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, λέγῃ τὰ τῆς εἰκόνος
ἑαυτοῦ ὡς περὶ ἑαυτοῦ, τὸ ‘Κύριος ἔκτισέ με εἰς ἔργα,᾿  μηδεὶς,
ἀφεὶς τὴν ἐν κόσμῳ καὶ τοῖς ἔργοις ἐγκτισθεῖσαν, νομιζέτω περὶ
τῆς οὐσίας τῆς αὐτοσοφίας εἰρῆσθαι τὸ ‘ἔκτισεν·᾿ ἵνα μὴ, ‘τὸν
<note type="marginal">Isa. i. 22. Cp. iii. 35.</note> οἶνον ὕδατι μίσγων, κλέπτειν δοκῇ τὴν ἀλήθειαν. Αὕτη μὲ γὰρ
κτίζουσα καὶ δημιουργός ἐστιν· ὁ δὲ ταύτης τύπος ἐγκτίζεται τοῖς
ἔργοις, ὥσπερ καὶ τῆς εἰκόνος τὸ κατʼ εἰκόνα. ‘Ἀρχὴν δὲ ὁδῶν’
λέγει, ἐπειδὴ ἡ τοιαύτη σοφία ἀρχή τις καὶ ὥσπερ στοιχείωσις
τῆς ἐπὶ Θεὸν γνώσεως γίνεται· ταύτῃ γὰρ πρώτῃ ὥσπερ ἐπιβάς
τις τῇ ὁδῷ, καὶ ταύτην φυλάττων τῷ φόβῳ τοῦ Θεοῦ (ὡς εἶπεν ὁ
<note type="marginal">Prov. i. 7.</note> Σολομὼν, ‘ἀρχὴ σοφίας φόβος Κυρίουʼ) εἶτα ἐπαναβαίνων τῇ
διανοίᾳ, καὶ νοήσας τὴν ἐν τῇ κτίσει δημιουργὸν Σοφίαν, νοήσει
<note type="marginal">John xiv. 9.</note> ἐν αὐτῇ καὶ τὸν αὐτῆς Πατέρα, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, ‘Ὁ ἐμὲ
<note type="marginal">1 John ii. 23.</note> ἑωρακὼς, ἑώρακε τὸν Πατέρα·’ καὶ ὡς ὁ Ἰωάννης γράφει, ‘ὁ ὁμολογῶν
<note type="marginal">Prov. viii. 22.</note>  τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει ‘Πρὸ τοῦ αἰῶνος δὲ,
φησὶν, ‘ἐθεμελίωσέ με,’ ἐπειδὴ ἐν τῷ αὐτῆς τύπῳ ἑδραῖα καὶ ἀεὶ

<pb n="151"/>
μένει τά ἔργα. Εἶτα ἵνα μή τις, ἀκούων περὶ τῆς οὕτως ἐν τοῖς
ἔργοις κτισθείσης σοφίας, νομίσῃ τὴν ἀληθινὴν Σοφίαν τὸν τοῦ
Θεοῦ Υἱὸν εἶναι τῇ φύσει κτίσμα, ἀναγκαίως ἐπήγαγε, ‘πρὸ τοῦ <note type="marginal">Prov. viii. 25, 26.</note>
ὄρη,’ καὶ, ‘πρὸ τοῦ τὴν γῆν,’ καὶ, πρὸ τῶν ὑδάτων,’ καὶ, ‘πρὸ
πάντων βουνῶν γεννᾷ με·’ ἵνα ἐν μὲν τῷ λέγειν ‘πρὸ πάσης
κτίσεως (τὴν γὰρ πᾶσαν κτίσιν ἐν τούτοις ἐδήλωσε) δείξῃ ὅτι
μὴ κατʼ οὐσίαν συνεκτίσθη τοῖς ἔργοις. Εἰ γὰρ ‘εἰς τὰ ἔργα’
ἐκτίσθη, πρὸ δὲ τῶν ἔργων ἐστὶ, δῆλον ὅτι καὶ πρὸ τοῦ ἐκτίσθαι
ἐστίν. Οὐκ ἄρα τῇ φύσει καὶ οὐσίᾳ κτίσμα ἐστὶν, ἀλλʼ, ὡς
αὐτὸς ἐπήγαγε, γέννημά ἐστι. Τί δὲ διαφέρει ἢ πῶς διέστηκε
τὴν φύσιν κτίσμα γεννήματος, δέδεικται ἐν τοῖς ἔμπροσθεν.</p><note type="marginal">Cp. i. 14, 29.</note></div></div></body></text></TEI>