<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="71"><p>71. Οὔτε οὖν κτίσμα ἐστὶν ὁ Λόγος, οὔτε ἔργον· ταὐτὸν γάρ
ἐστι κτίσμα καὶ ποίημα, καὶ ἔργον· καὶ εἴπερ κτίσμα καὶ ποίημα
ἦν, ἦν ἂν καὶ ἔργον. Διὰ τοῦτο γοῦν οὐδὲ εἴρηκεν, ‘ ἔκτισέ
με ἔργον,᾿ οὐδὲ, ‘σὺν τοῖς ἔργοις ἐποίησεν, ἴνα μὴ τῇ φύσει
καὶ τῇ οὐσίᾳ κτίσμα εἶναι δόξῃ· οὔτε ὅτι, ‘ διὰ τὸ ποιῆσαί με
ἔργα, ἔκτισεν,ʼ ἴνα μὴ πάλιν κατὰ τὴν κακόνοιαν τῶν ἀσεβῶν
ὡς ὄργανον διʼ ἡμᾶς γενόμενος νομισθῇ· ἀλλʼ οὐδʼ ὅτι ‘ πρὸ τῶν <note type="marginal">Cp. i.26.</note>
ἔργων ἔκτισέ μεʼ ἀνήγγειλεν, ἴνα μὴ, ὥσπερ ἐστὶ γέννημα ὣν
πρὸ πάντων, οὕτω καὶ κτιζόμενος πρὸ τῶν ἔργων, ταὐτὸν ποιήσῃ
νομίζεσθαι τὸ ‘γέννημα᾿ καὶ τὸ ‘ ἔκτισεν·᾿ ἀλλὰ μετὰ παρατηρήσεως
ἀκριβοῦς, ‘ εἰς ἔργα᾿ εἴρηκεν· ἴσον τῷ εἰπεῖν, ‘εἰς
σάρκα με πεποίηκεν ὁ Πατὴρ γενέσθαι ἄνθρωπον· ὥστε καὶ ἐκ
τούτου πάλιν δείκνυσθαι μὴ εἶναι ἔργον αὐτὸν, ἀλλὰ γέννημα.
Ὡς; γὰρ ὁ εἰσερχόμενος εἰς οἰκίαν οὐκ ἔστι μέρος τῆς οἰκίας,
ἀλλὰ ὅλλος ἐστὶ παρὰ τὴν οἰκίαν· οὕτως ὁ εἰς τὰ ἔργα κτιζόμενος
ἄλλος ἂν εἴη τὴν φύσιν παρὰ τὰ ἔργα· ἐπεὶ εἰ καθʼ ὑμᾶς ὁ
τοῦ Θεοῦ Λόγος ἔργον ἐστὶν, ὦ Ἀρειανοὶ, ἐν ποίᾳ ἄρα χειρὶ καὶ
σοφίᾳ γέγονε καὶ αὐτός; πάντα γὰρ τὰ γενόμενα ἐν τῇ χειρὶ
καὶ ἐν σοφίᾳ τοῦ Θεοῦ γέγονε, λέγοντος μὲν αὐτοῦ τοῦ Θεοῦ,
ἡ χείρ μου ἐποίησε ταῦτα πάντα· τοῦ δὲ Δαβὶδ ψάλλοντος, <note type="marginal">Isa. lxvi. 2.</note>
‘ Καὶ σὺ κατʼ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ τὰ ἔργα <note type="marginal">Ps. ci. (cii.) 25.</note>
τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί·᾿ καὶ πάλιν ἐν τῷ ἑκατοστῷ
τεσσαπακοστῷ δευτέρῳ ψαλμῷ, ‘Ἐμνήσθην ἡμερῶν ἀρχαίων, <note type="marginal">Ib. cxlii. (cxliii.) 5.</note>
καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν
σου ἐμελέτων.ʼ Οὐκοῦν εἰ ἐν χειρὶ τοῦ Θεοῦ τὰ ποιήματα εἰργάσθη,
γέγραπται δὲ, ὅτι ‘ πάντα διὰ τοῦ Λόγου ἐγένετο, καὶ <note type="marginal">John i. 3.</note>
χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·᾿ καὶ πάλιν, ‘ εἴς Κύριος Ἰησοῦς, <note type="marginal">1 Cor. viii. 6.</note>
δι᾿ οὗ τὰ πάντα,᾿ καὶ ὅτι ‘ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν· <note type="marginal">Col. i. 17.</note>
εὔδηλον ὡς οὐκ ἂν εἴη ὁ Υἱὸς ἔργον, ἀλλʼ αὐτός ἐστιν ἡ χεὶρ <note type="marginal">Cp. c. 31; iv. 26.</note>
τοῦ Θεοῦ καὶ ἡ σοφία. Τοῦτο γινώσκοντες καὶ οἱ ἐν Βαβυλῶνι
γενόμενοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, Μισαὴλ, ἐλέγχουσι τὴν

<pb n="142"/>
<note type="marginal">Song of Three Children 54.</note> Ἀρειανὴν ἀσέβειαν. Εἰπόντες γὰρ, ‘Εὐλογεῖτε πόντα τὰ ἔργα
Κυρίου τὸν Κύριον·᾿ τὰ μὲν ἐν οὐρανῷ καὶ τὰ ἐπὶ γῆς, καὶ πᾶσαν
τὴν κτίσιν, ὡς ἔργα κατέλεξαν· τὸν δὲ Υἱὸν οὐκ ὠνόμασαν· οὐ
γὰρ εἰρήκασιν, ‘Εὐλόγει, Λόγε, καὶ ὕμνει, Σοφία·᾿ ἵνα δείξωσιν
ὅτι τὰ μὲν ἄλλα πάντα ὑμνοῦντά ἐστι, καὶ ἔργα ἐστί· ὁ δὲ
Λόγος οὐκ ἔστιν ἔργον οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ σὺν τῷ Πατρὶ
ὑμνούμενος, καὶ προσκυνούμενός ἐστι καὶ θεολογούμενος, Λόγος
μὲν αὐτοῦ καὶ Σοφία ὢν, τῶν δὲ ἔργων δημιουργός. Τοῦτο καὶ
τὸ Πνεῦμα ἐν Ψαλμοῖς μετὰ καλλίστης διαστολῆς εἴρηκεν, ὅτι
<note type="marginal">Ps. xxxii. (xxxiii.) 4. Ib. ciii. (civ.) 24.</note> ‘εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·’
καθάπερ καὶ ἐν ἑτέρῳ φησὶν, ‘Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου,
Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.᾿</p></div><div type="textpart" subtype="chapter" n="72"><p>72. Εἰ δὲ ἔργον ἦν ὁ Λόγος, πάντως ἂν καὶ αὐτὸς ‘ἐν σοφίᾳ
ἐγεγόνει, καὶ οὔτ᾿ ἂν διέστελλεν αὐτὸν ἀπὸ τῶν ἔργων ἡ γραφὴ,
οὔτε τὰ μὲν ‘ἔργα᾿ ὠνφόμαζε, τὸν δὲ ‘Λόγον καὶ σοφίαν ἰδίαν τοῦ
Θεοῦʼ εὐηγγελίζετο. Νῦν δὲ, διαστέλλουσα τῶν ἔργων αὐτὸν, ἡ
γραφὴ δείκνυσιν ὅτι τῶν ἔργων δημιουργός ἐστιν ἡ Σοφία, καὶ
οὐκ ἔργον. Ταύτη τῇ διαστολῇ καὶ ὁ Παῦλος κέχρηται γράφων
<note type="marginal">Heb. iv. 12, 13.</note>  Ἑβραίοις· ‘ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος
ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι
μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς
ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς
ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς
αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.᾿ Ἰδοὺ γὰρ τὰ μὲν γενητὰ
‘κτίσιν᾿ ὠνόμασε· τὸν δὲ Υἱὸν ‘Λόγον᾿ οἶδεν ὄντα τοῦ Θεοῦ, ὡς
ἄλλου ὄντος αὐτοῦ παρὰ τὰ κτίσματα. Πάλιν δὲ λέγων,
‘πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀδθαλμοῖς αὐτοῦ,
πρὸς ὃν ἡμῖν ὁ λόγος,ʼ ἄλλον αὐτὸν εἶναι σημαίνει τῶν πάντων.
Διὰ τοῦτο γὰρ καὶ ὁ μὲν κρίνει, τῶν δὲ γενητῶν πάντων ἕκαστος
<note type="marginal">Rom. viii. 21 22.</note> ὑπεύθυνός ἐστιν αὐτῷ διδόναι λόγον. Οὕτως ἄρα καὶ ‘τῆς
κτίσεως πάσης συστεναζούσης ἡμῖν εἰς τὸ ἐλευθερωθῆναι ἀπὸ
τῆς δουλείας τῆς φθορᾶς,ʼ ἄλλος τῶν κτισμάτων δείκνυται εἶναι
ὁ Υἱός. Εἰ γὰρ ἦν κτίσμα, εἰς ἧν καὶ αὐτὸς τῶν στεναζόντων,
καὶ δεόμενος τοῦ υἱοποιοῦντος καὶ ἐλευθεροῦντος καὶ αὐτὸν μετὰ
πάντων. Εἰ δὲ πᾶσα μὲν ἡ κτίσις συστενάζει ἐλευθερίας χάριν
τῆς ἀπὸ τῆς φθορᾶς τῆς δουλείας, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν στεναζόντων,

<pb n="143"/>
οὐδὲ τῶν δεομένων ἐλευθερίας, ἀλλʼ αὐτός ἐστιν ὁ <note type="marginal">i. 39.</note>
υἱοποιῶν καὶ ἐλευθερῶν τὰ πάντα, λέγων τοῖς τότε Ἰουδαίοις,
‘ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ δὲ υἱὸς <note type="marginal">John vii. 35.</note>
μένει εἰς τὸν αἰῶνα· ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως
ἐλεύθεροι ἔσεσθε·᾿ λευκότερον φωτὸς ἀποδείκνυται καὶ ἐκ τούτων,
ὅτι οὐκ ἔστι κτίσμα ὁ τοῦ Θεοῦ Λόγος, ἀλλʼ Υἱὸς ἀληθινὸς
καὶ φύσει γνήσιος τοῦ Πατρός. Περὶ μὲν οὖν τοῦ ‘Κύριος <note type="marginal">Cp. c. 45.</note>
ἔκτισέ με ἀρχὴν ὁδῶν,᾿ εἰ καὶ δι᾿ ὀλίγων, ἀλλʼ ἱκανά ἐστιν, ὥς
γε νομίζω, πρόφασιν παρασχεῖν ταῦτα τοῖς λογιωτέροις πλείονα
κατασκευάζειν εἰς ἀναίρεσιν τῆς ἀρειανῆς αἱρέσεως· ἐπειδὴ δὲ
καὶ τὸν ἑξῆς στίχον ἀναγινώσκοντες οἱ αἱρετικοὶ, κακῶς καὶ περὶ <note type="marginal">(9.)</note>
τούτου ἐνθυμούμενοι, νομίζουσιν, ἐπειδὴ γέγραπται, ‘πρὸ τοῦ <note type="marginal">Prov. viii. 23.</note>
αἰῶνος ἐθεμελίωσέ με,᾿ εἰς τὴν θεότητα τοῦ Λόγου καὶ μὴ εἰς
τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν εἰρῆσθαι καὶ ταῦτα, ἀναγκαῖον,
καὶ τοῦτον τὸν στίχον διαλύοντας, δεῖξαι τὴν πλάνην ἐκείνων.</p></div><div type="textpart" subtype="chapter" n="73"><p>73. Γέγραπται, ‘ὁ Θεὸς τῇ Σοφίᾳ ἐθεμελίωσε τὴν γῆν·᾿ εἰ <note type="marginal">Ib. iii. 19.</note>
τοίνυν τῇ Σοφίᾳ ἡ γῇ τεθεμελίωται, πῶς ὁ θεμελιῶν θεμελιοῦται;
ἀλλὰ παροιμιωδῶς ἐστιν εἰρημένον καὶ τοῦτο· καὶ δεῖ
καὶ τούτου τὸν νοῦν ζητεῖν, ἵνα γινώσκωμεν, ὅτι τῇ μὲν Σοφίᾳ
ὁ Πατὴρ δημιουργεῖ, καὶ θεμελιοῖ τὴν γῆν εἰς τὸ εἶναι ἑδραίαν
καὶ διαμένειν αὐτήν· αὐτὴ δὲ ἡ Σοφία ἐθεμελιοῦτο εἰς ἡμᾶς, ἵνα
ἀρχὴ καὶ θεμέλιος τῆς καινῆς ἡμῶν κτίσεως καὶ ἀνακαινίσεως
γένηται. Οὐκ εἴρηκε γοῦν οὐδὲ ἐν τούτοις, ‘πρὸ τοῦ αἰῶνος
Λόγον ἢ Υἱόν με πεποίηκεν, ἵνα μὴ ὡς ἀρχὴν ἔχῃ τοῦ ποιεῖσθαι·
τοῦτο γὰρ πρὸ πάντων δεῖ ζητεῖν, εἰ Υἱός ἐστι, καὶ περὶ τούτου <note type="marginal">Cp. c.5.</note>
τὰς γραφὰς προηγουμένως ἐρευνᾶν. Τοῦτο γὰρ καὶ τῶν ἀποστόλων
ἐρωτηθέντων ὁ Πέτρος ἀπεκρίνατο, λέγων, ‘Σὺ εἶ ὁ <note type="marginal">Matt. xvi. 16.</note>
Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·᾿ τοῦτο γὰρ καὶ ὁ πατὴρ
τῆς Ἀρειανῆς αἱρέσεως ἐν πρώτοις ἠρώτησεν, ‘εἰ Υἱὸς εἶ τοῦ <note type="marginal">Ib. iv. 6.</note>
Οεοῦ·᾿ ᾔδει γὰρ ὅτι τοῦτό ἐστιν ἡ ἀλήθεια, καὶ τὸ κύριον τῆς
πίστεως ἡμῶν· καὶ ὅτι, ἐὰν μὲν αὐτὸς ᾖ ὁ Υἱὸς, τέλος ἕξει ἡ
διαβολικὴ τυραννίς· ἐὰν δὲ κτίσμα ᾖ, εἰς ἐστι καὶ αὐτὸς τῶν ἐκ
τοῦ Ἀδὰμ τοῦ ἀπατηθέντος παῤ αὐτοῦ, καὶ οὐδεμία φροντὶς ἦν
αὐτῷ. Διὰ τοῦτο καὶ οἱ τότε Ἰουδαίοι ἠγανάκτουν, ὅτι ὁ Κύριος
Υἱὸν Θεοῦ ἑαυτὸν, καὶ ‘Πατέρα ἴδιον ἔλεγεν ἑαυτοῦ᾿ εἶναι τὸν <note type="marginal">John v. 18.</note>
Θεόν. Εἰ γὰρ ἦν ἑαυτὸν ἕνα τῶν κτισμάτων εἰρηκὼς, ἢ ὅτι

<pb n="144"/>
‘ποίημά εἰμι,᾿ οὐκ ἐξενίζοντο ἀκούοντες, οὐδὲ βλασφημίαν ἐνόμιζον
τὰ τοιαῦτα ῥήματα, εἰδότες καὶ ἀγγέλων ἐπιδημίαν γενομένην
πρὸς τοὺς πατέρας· ἀλλʼ ἐπειδὴ Υἱὸν ἑαυτὸν ἔλεγεν,
ἐθεώρουν μὴ κτίσματος εἶναι τὸ τοιοῦτον γνώρισμα, ἀλλὰ θεότητος
καὶ φύσεως πατρικῆς.</p></div><div type="textpart" subtype="chapter" n="74"><p>74. Ἔδει τοίνυν τοὺς Ἀρειανοὺς, κἂν τὸν πατέρα ἑαυτῶν
τὸν διάβολον μιμουμένους, περιεργάζεσθαι· καὶ εἰ μὲν εἴρηκε,
‘Λόγον ἢ Υἱόν με ἐθεμελίωσε,᾿ φρονεῖν ὡς φρονοῦσιν· εἰ δὲ μὴ
οὕτως εἴρηκε, μὴ ἐπινοεῖν ἑαυτοῖς τὰ μὴ ὄντα. Οὐ γὰρ εἴρηκε,
‘πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με ἐθεμελίωσεν,᾿ ἀλλʼ ἁπλῶς,
‘ἐθεμελίωσέ με,ʼ ἵνα δείξῃ πάλιν, καθάπερ εἶπον, ὅτι οὐ διʼ
ἑαυτὸν, διὰ δὲ τοὺς ἐποικοδομουμένους ἐπʼ αὐτὸν παροιμιωδῶς
καὶ τοῦτο λέγει. Τοῦτο γὰρ εἰδὼς καὶ ὁ ἀπόστολος γράφει,
<note type="marginal">1 Cor. iii. 11, 10.</note> ‘Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον,
ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ,᾿
Ἀνάγκη δὲ τὸν θεμέλιον τοιοῦτον εἶναι, οἷα καὶ τὰ
ἐποικοδομούμενά ἐστιν, ἵνα καὶ συναρμολογεῖσθαι δυνηθῇ.
<note type="marginal">Cp. c. 8; iii. 41, 45, 52.</note> Λόγος μὲν οὖν ὢν, ᾗ Λόγος ἐστὶν, οὐκ ἔχει τοιούτους, οἷός ἐστι
καὶ αὐτὸς, τοὺς συναρμολογουμένους αὐτῷ· μονογενὴς γάρ ἐστιν·
ἄνθρωπος δὲ γενόμενος, ἔχει τοὺς ὁμοίους, ὧν καὶ τὴν ὁμοίαν
ἐνεδύσατο σάρκα. Οὐκοῦν κατὰ τὸ ἀνθρώπινον ‘θεμελιουται,’
ἵνα καὶ ἡμεῖς ἐπʼ αὐτὸν ὡς ‘λίθοι τίμιοι’ ἐποικοδομεῖσθαι δυνηθῶμεν,
<note type="marginal">1 Cor. iii. 12, 16</note> καὶ γενώμεθα ‘ναὸς τοῦ ἐν ἡμῖν οἰκοῦντος ἁγίου Πνεύματος.᾿
Ὥσπερ δὲ θεμέλιος αὐτὸς, ἡμεῖς δὲ λίθοι ἐποικοδομούμενοι
<note type="marginal">John xv. 1.</note> ἐπʼ αὐτὸν, οὕτως αὐτὸς πάλιν ‘ἄμπελός’ ἐστιν, ἡμεῖς δὲ
ὡς κλήματα συνημμένα, οὐ κατὰ τὴν οὐσίαν τῆς θεότητος
(ἀδύνατον γὰρ τοῦτό γε), ἀλλὰ πάλιν κατὰ τὸ ἀνθρώπινον·
ὅμοια γὰρ εἶναι δεῖ τὰ κλήματα τῇ ἀμπέλῳ· ἐπεὶ καὶ ἡμεῖς
ὅμοιοι κατὰ τὴν σάρκα τυγχάνομεν ὄντες αὐτοῦ, Ἄλλως τε
ἀνθρώπινα φρονοῦντας τοὺς αἱρετικοὺς, ἀνθρωπίνοις παραδείγμασι
διελέγχειν προσήκει διὰ τῶν αὐτῶν λόγων. Οὐκ εἴρηκε
γοῦν ὅτι ‘θεμέλιόν με πεποίηκεν, ἵνα μὴ, ὡς ποιήματος καὶ
ἀρχὴν ἔχοντος αὐτοῦ τοῦ γίνεσθαι, κἂν ἐν τούτῳ πρόφασιν
εὕρωσιν ἀναίσχυντον πρὸς ἀσέβειαν· ἀλλʼ ὅτι ‘ἐθεμελίωσέ
με.᾿ Τὸ δὲ θεμελιούμενον θεμελιοῦται μὲν διὰ τοὺς ἐπιβαλλομένους
ἐπʼ αὐτὸ λίθους· γίνεται δὲ οὐχ ἀπλῶς, ἀλλʼ ὅταν ἐξ

<pb n="145"/>
ὄρους μετενεχθῇ λίθος, καὶ εἰς τὸ βάθος τῆς γῆς κατατεθῇ.
Καὶ ἕως μὲν ἐν τῷ ὄρει λίθος ἐστὶν, οὔπω τεθεμελίωται· ἐπειδὰν
δὲ ἡ χρεία ἀπαιτῇ, καὶ μετενεχθῇ, καὶ περιβάληται τὸ
βάθος τῆς γῆς, τότε λοιπὸν, εἰ λάβοι φωνὴν ὁ λίθος, εἴποι ἂν,
‘νῦν ἐθεμελίωσέ με, ὁ ἐξ ὄρους ὧδε μεταθείς.᾿ Οὐκοῦν οὐχ ὁ
Κύριος καὶ ὅτε τεθεμελίωται, ἀρχὴν ἔχει τοῦ εἶναι (ἦν γὰρ καὶ
πρὸ τούτου Λόγος)· ἀλλʼ ὅτε τὸ ἡμέτερον ἐνεδύσατο σῶμα, ὅπερ
ἐκ Μαρίας τμηθὲν ἔλαβε, τότε φησὶν, ἐθεμελίωσέ με· ἴσον
τῷ εἰπεῖν, ‘Λόγον ὄντα με περιέβαλε γηίνῳ σώματι.’ Οὕτω
γὰρ διʼ ἡμᾶς θεμελιοῦται, τὰ ἡμῶν ἀναδεχόμενος, ἵνα ἡμεῖς, ὡς
σύσσωμοι συναρμολογούμενοι καὶ συνδεθέντες ἐν αὐτῷ διὰ τῆς
ὁμοιώσεως τῆς σαρκὸς, ‘εἰς ἄνδρα τέλειονʼ καταντήσαντες, <note type="marginal">Eph. iv. 13.</note>
ἀθάνατοι καὶ ἄφθαρτοι διαμείνωμεν.</p></div><div type="textpart" subtype="chapter" n="75"><p>75. Τὸ δὲ, ‘πρὸ τοῦ αἰῶνος καὶ, ‘πρὸ τοῦ τὴν γῆν ποιῆσαι,’
καὶ, ‘πρὸ τοῦ ὄρη ἑδρασθῆναι,’ μηδένα ταραττέτω· πάνυ <note type="marginal">Prov. viii. 23. 25.</note>
γὰρ καὶ τοῦτο καλῶς συνῆψε τῷ ‘ἐθεμελίωσε,’ καὶ τῷ ‘ἔκτισε·’
τοῦτο γὰρ πάλιν τῆς κατὰ σάρκα οἰκονομίας ἅπτεται. Ἡ γὰρ <note type="marginal">Cp. c. 51.</note>
παρὰ τοῦ Σωτῆρος εἰς ἡμᾶς γενομένη ‘χάρις’ ἄρτι μὲν ‘ἐπεφάνη,’ <note type="marginal">Tit. ii. 11.</note>
ὡς εἶπεν ὁ ἀπόστολος, καὶ γέγονεν ἐπιδημήσαντος αὐτοῦ·
προητοίμαστο δὲ αὕτη καὶ πρὶν γενέσθαι ἡμᾶς, μᾶλλον δὲ καὶ
πρὸ τῆς καταβολῆς τοῦ κόσμου· καὶ ἡ αἰτία χρηστὴ καὶ θαυμαστή
πως ἐστιν. Οὐκ ἔπρεπε τὸν Θεὸν ὕστερον περὶ ἡμῶν
βουλεύεσθαι, ἵνα μὴ ὡς ἀγνοῶν τὰ καθʼ ἡμᾶς φαίνηται. Κτίζων
τοίνυν ἡμᾶς διὰ τοῦ ἰδίου Λόγου ὁ τῶν ὅλων Θεὸς, καὶ εἰδὼς τὰ
ἡμῶν ὑπὲρ ἡμᾶς, προγινώσκων τεὅτι, ‘καλοὶ’ γενόμενοι, ὕστερον <note type="marginal">Gen. i.31.</note>
παραβάται τῆς ἐντολῆς ἐσόμεθα, καὶ ἐκ τοῦ παραδείσου ἐκβληθησάμεθα
διὰ τὴν παρακοὴν, φιλάνθρωπος καὶ ἀγαθὸς ὢν, προετοιμάζει
ἐν τῷ ἰδίῳ Λόγῳ, διʼ οὗ καὶ ἔκτισεν ἡμᾶς, τὴν περὶ τῆς <note type="marginal">Cp. c. 54.</note>
σωτηρίας ἡμῶν οἰκονομίαν, ἵνα, κἂν ἀπατηθέντες παρὰ τοῦ
ὄφεως ἐκπέσωμεν, μὴ τέλεον ἀπομείνωμεν νεκροὶ, ἀλλʼ ἔχοντες <note type="marginal">Cp. i. 43.</note>
ἐν τῷ Λόγῳ τὴν προητοιμασμένην ἡμῖν λύτρωσίν τε καὶ σωτηπίαν,
πάλιν ἀναστάντες, ἀθάνατοι διαμείνωμεν, ὅταν αὐτὸς ὑπὲρ
ἡμῶν ‘ἀρχὴ τῶν ὁδῶν κτισθῇ,᾿ καὶ ὁ ‘πρωτότοκος τῆς κτίσεως’
γένηται ‘πρωτότοκος ἀδελφῶν,’ καὶ αὐτὸς ‘ἀπαρχὴ τῶν νεκρῶν’
ἀναστῇ. Τοῦτο Παῦλος ὁ μακάριος ἀπόστολος γράφων διδάσκει·
τὸ γὰρ ἐν ταῖς Παροιμίαις, ‘πρὸ τοῦ αἰῶνος,’ καὶ ‘πρὸ

<pb n="146"/>
τοῦ τὴν γῆν υενέσθαι,’ διερμηνεύων, οὕτω φησὶ πρὸς μὲν Τιμόθεον·
<note type="marginal">2 Tim. i. 8-10.</note> θεον· ‘Συγκακοπάθησαον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ,
τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ
ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν
ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν
δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ τὴν ζωήν.’
Πρὸς δὲ τοὺς Ἐφεσίους· ‘Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ
πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ’ Ἰησοῦ· καθὼς ἐξελέξατο
ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους
καὶ ἀμώμους κατ᾿ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς
εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν.’</p></div></div></body></text></TEI>