<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="66"><p>66. Εἰ γὰρ, καθάπερ εἴρηται, διὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν
λέγεται καὶ διὰ ταύτην αὐτὸς ‘ἀρχὴ,’ τότε δὲ γέγονεν ἀνάστασις,
ὅτε τὴν ἡμετέραν σάρκα φέρων δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ
θανάτῳ· φανερὸν ἂν εἴη, ὅτι καὶ τὸ λεγόμενον ὑπʼ αὐτοῦ,
‘ἔκτισέ με ἀρχὴν ὁδῶν,᾿ οὐ τῆς οὐσίας αὐτοῦ, ἀλλὰ τῆς ἐνσωμάτου
παρουσίας αὐτοῦ σημαντικόν ἐστι. Τοῦ γὰρ σώματος
<note type="marginal">c. 55.</note> ἴδιον ἦν ὁ θάνατος· καὶ ὥσπερ τοῦ σώματος ἴδιός ἐστιν ὁ θάνατος,
οὕτω τῆς σωματικῆς παρουσίας ἴδιον ἂν εἴη τὸ λεγόμενον,
‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.᾿ Τοῦ γὰρ Σωτῆρος οὕτω
κατὰ σάρκα κτισθέντος, καὶ ἀρχῆς γενομένου τῶν ἀνακτιζομένων,
<note type="marginal">iv. 33.</note> καὶ ἔχοντος ἡμῶν τὴν ἀπαρχὴν, ἣν προσέλαβεν ἀνθρωπίνην
σάρκα, ἀκολούθως μετʼ αὐτὸν καὶ ὁ μέλλων λαὸς κτίζεται,
<note type="marginal">Ps. ci. (cii.) 18.</note> λέγοντος τοῦ Δαβὶδ, ‘Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ
λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον·᾿ καὶ πάλιν ἐν τῷ εἰκοστῷ
<note type="marginal">Ib. xxi. (xxii.) 30, 31.</note>  πρώτῳ ψαλμῷ, ‘ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,
καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ,
<note type="marginal">Gen. ii. 17.</note> ὃν ἐποίησεν ὁ Κύριος. Οὐκέτι γὰρ ἀκουσόμεθα, ‘ἢ δʼ ἂν
<note type="marginal">John xiv. 3.</note> ἡμέρᾳ φάγητε ἀπʼ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε ἀλλὰ, ‘ὅπου
<note type="marginal">Eph. ii. 10.</note> εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἔσεσθε·᾿ ὥστε λέγειν ἡμᾶς, ‘αὐτοῦ γάρ
ἐσμεν ποίημα, κτισθέντες ἐπʼ ἔργοις ἀγαθοῖς.᾿ Πάλιν τε, ἐπειδὴ
τὸ ‘ἔργον’ τοῦ Θεοῦ, τουτέστιν ὁ ἄνθρωπος, τέλειος κτισθεὶς,
ἐλλιπὴς γέγονε διὰ τῆς παραβάσεως, καὶ γέγονε τῇ ἁμαρτίᾳ
<note type="marginal">Cp. Ath. de Incarn. 6.</note> νεκρὸς, ἀπρεπὲς δὲ ἦν μένειν τὸ ἔργον τοῦ Θεοῦ ἀτελές· διὸ
καὶ ἐδέοντο πάντες οἱ ἅγιοι περὶ τούτου λέγοντες ἐν τῷ ἑκατοστῷ
<note type="marginal">Ps. cxxxvii. (cxxxviii.) 8.</note> τριακοστῷ καὶ ἑβδόμῳ ψαλμῷ, ‘Κύριε, ἀνταποδώσεις ὑπὲρ ἐμοῦ·
Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς·᾿ διὰ τοῦτο ὁ τέλειος
τοῦ Θεοῦ Λόγος τὸ ἀτελὲς περιτίθεται σῶμα, καὶ λέγεται ‘εἰς τὰ
<note type="marginal">Cp. de Incarn. 20.</note> ἔργα κτίζεστθαι,᾿ ἵνα, ἀνθʼ ἡμῶν τὴν ὀφειλὴν ἀποδιδοὺς, τὰ λείποντα
τῷ ἀνθρώπῳ διʼ ἑαυτοῦ τελειώσῃ. Ἔλειπε δὲ αὐτῷ ἡ
ἀθανασία, καὶ ἡ εἰς τὸν παράδεισον ὁδός. Καὶ τοῦτό ἐστι τὸ
<note type="marginal">John xvii. 4.</note> λεγόμενον παρὰ τοῦ Σωτῆρος, ‘Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς·
<note type="marginal">Ib. v. 36.</note> τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι, ἵνα ποιήσω· καὶ πάλιν, ‘τὰ

<pb n="137"/>
ἔργα, ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα,
ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ.᾿ Ἃ δὲ λέγει ἐνταῦθα ἔργα δεδωκέναι
αὐτῷ τὸν Πατέρα εἰς τελείωσιν, ταῦτά ἐστι εἰς ἃ κτίζεται,
λέγων ἐν ταῖς Παροιμίαις· ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ
εἰς ἔργα αὐτοῦ ἴσον γάρ ἐστι τὸ εἰπεῖν, ‘ἔδωκέ μοι ὁ Πατὴρ
τὰ ἔργα, καὶ, ‘ἔκτισέ με Κύριος εἰς ἔργα.’</p></div><div type="textpart" subtype="chapter" n="67"><p>67. Πότε οὖν ἔλαβε τὰ ἔργα εἰς τὸ τελειῶσαι, ὦ θεομάχοι;
ἐκ γὰρ τούτου καὶ τὸ ‘ἔκτισεʼ γνωσθήσεται. ‘Κατὰ μὲν οὖν
τὴν ἀρχὴν, ὅτε ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ ἐποίει,ʼ ἐὰν
εἴπητε, ψεῦδός ἐστιν· οὔπω γὰρ ἦν γενόμενα· φαίνεται δὲ
λέγων, ὡς τὰ ἤδη ὄντα λαμβάνων. Ἀλλʼ οὐδὲ τὸν πρὸ τοῦ
γένηται ὁ Λόγος σὰρξ χρόνον εἰπεῖν εὐαγὲς, ἵνα μὴ περιττὴ
λοιπὸν αὐτοῦ ἡ ἐπιδημία φανῇ· τούτων γὰρ χάριν καὶ ἡ ἐπιδημία
ἐγένετο. Οὐκοῦν λείπει λοιπὸν εἰπεῖν ὅτι, ὅτε γέγονεν
ἄνθρωπος, τότε ἔλαβε τὰ ἔργα· τότε γὰρ αὐτὰ καὶ ἐτελείωσεν,
ἰασάμενος τὰ τραύματα ἡμῶν, καὶ χαρισάμενος ἡμῖν τὴν ἐκ
νεκρῶν ἀνάστασιν. Εἰ δὲ ὅτε γέγονεν ὁ Λόγος σὰρξ, τότε
ἐδόθη αὐτῷ τὰ ἔργα, δῆλον ὅτι, ὅτε γέγονεν ἄνθρωπος, τότε
καὶ ‘εἰς τὰ ἔργα κτίζεται.’ Οὐκ ἄρα τῆς οὐσίας αὐτοῦ σημαντικόν
ἐστι τὸ ‘ἔκτισεν,ʼ ὥσπερ πολλάκις εἴρηται, ἀλλὰ τῆς <note type="marginal">c. 45, etc.</note>
σωματικῆς αὐτοῦ γενέσεως. Τότε γὰρ διὰ τὸ γεγενῆσθαι ἀπὸ
τῆς παραβάσεως ἀτελῆ καὶ χωλὰ τὰ ἔργα, λέγεται σωματικῶς
ὅτι ‘κτίζεται,ʼ ἵνα, τελειώσας αὐτὰ καὶ ὁλόκληρα ποιήσας,
παραστήσῃ τῷ Πατρὶ τὴν ἐκκλησίαν, ὡς εἶπεν ὁ ἀπόστολος,
‘μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ <note type="marginal">Eph. v. 27.</note>
ἁγία καὶ ἄμωμος.᾿ Τετελείωται οὖν ἐν αὐτῷ καὶ ἀποκατεστάθη,
ὥσπερ ἦν καὶ κατὰ τὴν ἀρχὴν γεγονὸς, τὸ ἀνθρώπινον γένος,
καὶ μείζονι μᾶλλον ‘χάριτι·’ ἀναστάντες γὰρ ἐκ νεκρῶν, οὐκέτι <note type="marginal">Rom. v. 15.</note>
φοβούμεθα θάνατον, ἀλλʼ ἐν Χριστῷ βασιλεύσομεν ἀεὶ ἐν τοῖς
οὐρανοῖς. Τοῦτο δὲ γέγονεν, ἐπειδὴ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος
ἴδιος καὶ ἐκ τοῦ Πατρὸς ὢν ἐνεδύσατο τὴν σάρκα, καὶ γέγονεν <note type="marginal">Cp. i. 39.</note>
ἄνθρωπος. Εἰ γάρ, κτίσμα ὢν, ἐγεγόνει ἄνθρωπος, ἔμενεν οὐδὲν
ἧττον ὁ ἄνθρωπος, ὥσπερ καὶ ἧν, οὐ συναφθεὶς τῷ Θεῷ. Πῶς <note type="marginal">c. 41; iii. 33; de Incarn. 13.</note>
γὰρ ἂν, ποίημα ὢν, διὰ ποιήματος συνήπτετο τῷ κτίστῃ; ἢ ποία
βοήθεια παρὰ τῶν ὁμοίων τοῖς ὁμοίοις γένοιτʼ ἂν, δεομένων καὶ
αὐτῶν τῆς αὐτῆς βοηθείας; πῶς δὲ, εἴπερ κτίσμα ἧν ὁ Λόγος,

<pb n="138"/>
τὴν ἀπόφασιν τοῦ Θεοῦ λῦσαι δυνατὸς ἦν, καὶ ἀφεῖναι τὴν
ἁμαρτίαν, γεγραμμένου παρὰ τοῖς προφήταις, ὅτι τοῦτο Θεοῦ
<note type="marginal">Micah vii. 18.</note> ἐστι; ‘Τίς γὰρ Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἁμαρτίας, καὶ ὑπερβαίνων
<note type="marginal">Gen. iii. 19.</note> βαίνων ἀνομίας;6 Ὁ μὲν γὰρ Θεὸς εἷπε, ‘γῆ εἶ, καὶ εἰς γῆν
ἀπελεύσῃ·’ οἱ δὲ ἄνθρωποι γεγόνασι θνητοί, Πῶς τοίνυν οἷόν
τε ἦν παρά τῶν γενητῶν λυθῆναι τὴν ἁμαρτίαν; ἀλλʼ ἔλυσέ γε
<note type="marginal">John viii. 36.</note> αὐτὸς ὁ Κύριος, ὡς εἶπεν αὐτὸς, ‘ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ·᾿
καὶ ἔδειξεν ἀληθῶς ὁ Υἱὸς ὁ ἐλευθερώσας, ὡς οὐκ ἔστι
κτίσμα, οὐδὲ τῶν γενητῶν, ἀλλὰ ἴδιος Λόγος, καὶ εἰκὼν τῆς τοῦ
Πατρὸς οὐσίας, τοῦ καὶ κατά τὴν ἀρχὴν ἀποφηναμένου, καὶ
<note type="marginal">Cp. Mark ii. 7.</note> ‘ἀφιέντος μόνου τὰς ἁμαρτίας,’ Ἐπειδὴ γάρ εἴρηται ἐν τῷ
λόγῳ, γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ἀκολούθως δι᾿ αὐτοῦ τοῦ
Λόγου καὶ ἐν αὐτῷ ἡ ἐλευθερία καὶ ἡ λύσις τῆς κατακρίσεως
γεγένηται.</p></div><div type="textpart" subtype="chapter" n="68"><note type="marginal">Arian obj.</note><p>68. ‘Ἀλλʼ ἠδύνατο,᾿ φασὶ, ‘καὶ κτίσματος ὄντος τοῦ Σωτῆρος,
μόνον εἰπεῖν ὁ Θεὸς καὶ λῦσαι τὴν κατάραν.᾿ Τὸ αὐτὸ δʼ
ἂν ἀκούσαιεν καὶ αὐτοὶ παῤ ἑτέρου λέγοντος· ‘Ἠδύνατο, καὶ
<note type="marginal">Cp.de Incarn. 44.</note> μηδʼ ὅλως ἐπιδημήσαντος αὐτοῦ, μόνον εἰπεῖν ὁ Θεὸς, καὶ λῦσαι
τὴν κατάραν.ʼ Ἀλλὰ σκοπεῖν δεῖ τὸ τοῖς ἀνθρώποις λυσιτελοῦν,
καὶ μὴ ἐν πᾶσι τὸ δυνατὸν τοῦ Θεοῦ λογίζεσθαι· ἐπεὶ
ἠδύνατο καὶ πρὸ τῆς Νῶε κιβωτοῦ τοὺς τότε παραβάντας ἀνθρώπους
ἀπολέσαι· ἀλλά μετά τὴν κιβωτὸν πεποίηκεν. Ἠδύνατο
καὶ χωρὶς Μωσέως καὶ μόνον εἰπεῖν, καὶ ἐξαγαγεῖν τὸν λαὸν ἐξ
Αἰγύπτου· ἀλλά συνέφερε διά Μωσέως. Ἠδύνατο καὶ χωρὶς
τῶν κριτῶν σώζειν τὸν λαὸν ὁ Θεός· ἀλλὰ συνέφερε τοῖς λαοῖς
κατὰ καιρὸν ἐγείρεσθαι κριτὴν αὐτοῖς. Ἠδύνατο καὶ ἐξ ἀρχῆς ὁ
Σωτὴρ ἐπιδημῆσαι, ἢ ἐλθὼν μὴ παραδοθῆναι Πιλάτῳ· ἀλλὰ καὶ
<note type="marginal">Heb. ix. 26. John xviii. 5.</note> ‘ἐπὶ συντελείᾳ τῶν αἰώνωνʼ ἦλθε, καὶ ζητούμενος εἶπεν, ‘Ἐγώ
εἰμι.᾿ Ὃ γὰρ ποιεῖ, τοῦτο καὶ συμφέρει τοῖς ἀνθρώποις, καὶ
ἄλλως οὐκ ἔπρεπε γενέσθαι· καὶ ὅπερ δὲ συμφέρει καὶ πρέπει,
<note type="marginal">Matt. xx.  28.</note> τούτου καὶ πρόνοιαν ποιεῖται, Ἦλθε γοῦν, ‘οὐχ ἵνα διακονηθῇ,
ἀλλʼ ἵνα διακονήσῃ,’ καὶ τὴν ἡμῶν ἐργάσηται σωτηρίαν. Ἀμέλει
δυνάμενος ἀπὸ τοῦ οὐρανοῦ λαλῆσαι τὸν νόμον, εἶδεν ὅτι
λυσιτελεῖ τοῖς ἀνθρώποις ἀπὸ τοῦ Σινᾶ λαλῆσαι· καὶ τοῦτο
πεποίηκεν, ἵνα καὶ Μωσῆς ἀναβῆναι δυνηθῇ, κἀκεῖνοι τὸν λόγον
ἐγγύθεν ἀκούοντες μᾶλλον πιστεῦσαι δυνηθῶσι, Πλὴν καὶ τὸ

<pb n="139"/>
εὔλογον τοῦ γενομένου θεωρεῖν ἔξεστιν ἐντεῦθεν· εἰ διὰ τὸ
δυνατὸν εἰρήκει, καὶ ἐλέλυτο ἡ κατάρα, τοῦ μὲν κελεύσαντος ἡ
δύναμις ἐπεδείκνυτο, ὁ μέντοι ἄνθρωπος τοιοῦτος ἐγίνετο, οἷος ἦν
καὶ ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως, ἔξωθεν λαβὼν τὴν χάριν, καὶ
μὴ συνηρμοσμένην ἔχων αὐτὴν τῷ σώματι· τοιοῦτος γὰρ ὢν καὶ
τότε τέθειτο ἐν τῷ παραδείσῳ· τάχα δὲ καὶ χείρων ἐγίνετο, ὅτι
καὶ παραβαίνειν μεμάθηκεν. Ὢν τοίνυν τοιοῦτος, εἰ καὶ παραπέπειστο <note type="marginal">iii. 33.</note>
πέπειστο ὑπὸ τοῦ ὄφεως, ἐγίνετο πάλιν χρεία ‘προστάξαι τὸν
Θεὸν καὶ λῦσαι τὴν κατάραν·ʼ καὶ οὕτως εἰς ἄπειρον ἐγίνετο ἡ
χρεία, καὶ οὐδὲν ἧττον οἱ ἄνθρωποι ἔμενον ὑπεύθυνοι, δουλεύοντες
τῇ ἁμαρτίᾳ· ἀεὶ δὲ ἁμαρτάνοντες, ἀεὶ ἐδέοντο τοῦ συγχωροῦντος,
καὶ οὐδέποτε ἠλευθεροῦντο, σάρκες ὄντες καθʼ ἑαυτοὺς,
καὶ ἀεὶ ἡττώμενοι τῷ νόμῳ διὰ τὴν ἀσθένειαν τῆς σαρκός.</p><note type="marginal">Cp. c. 56.</note></div><div type="textpart" subtype="chapter" n="69"><p>69. Πάλιν τε εἰ κτίσμα ἦν ὁ Υἱὸς, ἔμενεν ὁ ἄνθρωπος οὐδὲν
ἧττον θνητὸς, μὴ συναπτόμενος τῷ Θεῷ· οὐ γὰρ κτίσμα συνῆπτε
τὰ κτίσματα τῷ Θεῷ, ζητοῦν καὶ αὐτὸ τὸν συνάπτοντα·
οὐδὲ τὸ μέρος τῆς κτίσεως σωτηρία τῆς κτίσεως ἂν εἴη, δεόμενον
καὶ αὐτὸ σωτηρίας. Ἵνα οὖν μηδὲ τοῦτο γένηται, πέμπει
τὸν ἑαυτοῦ Υἱὸν, καὶ γίνεται υἱὸς ἀνθρώπου, τὴν κτιστὴν σάρκα
λαβών· ἵν᾿, ἐπειδὴ πάντες εἰσὶν ὑπεύθυνοι τῷ θανάτῳ, ἄλλος ὢν
τῶν πάντων, αὐτὸς ὑπὲρ πάντων τὸ ἴδιον σῶμα τῷ θανάτῳ <note type="marginal">Cp. i. 41.</note>
προσενέγκῃ, καὶ λοιπὸν, ὡς πάντων διʼ αὐτοῦ ἀποθανόντων, ὁ
μὲν λόγος τῆς ἀποφάσεως πληρωθῇ (‘πάντες γὰρ ἀπέθανον ἐν <note type="marginal">2 Cor. v. 15.</note>
Χριστῷ᾿)· πάντες δὲ διʼ αὐτοῦ γένωνται λοιπὸν ἐλεύθεροι μὲν
ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς διʼ αὐτὴν κατάρας, ἀληθῶς δὲ διαμείνωσιν
εἰσαεὶ ἀναστάντες ἐκ νεκρῶν, καὶ ἀθανασίαν καὶ ἀφθαρσίαν
ἐνδυσάμενοι. Τοῦ γὰρ Λόγου ἐνδυσαμένου τὴν σάρκα,
καθὼς πολλάκις δέδεικται, πᾶν μὲν δῆγμα τοῦ ὄφεως δι᾿ ὅλου
κατεσβέννυτο ἀπʼ αὐτῆς· εἴ τι ἐκ τῶν σαρκικῶν κινημάτων
ἀνεφύετο κακὸν, ἐξεκόπτετο, καὶ συνανῃρεῖτο τούτοις ὁ τῆς
ἁμαρτίας ἀκόλουθος θάνατος, ὡς αὐτὸς ὁ Κύριός φησιν, ‘ἔρχεται <note type="marginal">John xiv. 30.</note>
ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ οὐδὲν εὑρίσκει ἐν ἐμοί·’
καὶ, εἰς τοῦτο γὰρ ἐφανερώθη,᾿ ὡς ἔγραψεν ὁ Ἰωάννης, ‘ἵνα <note type="marginal">1 John iii. 8.</note>
λύσῃ τὰ ἔργα τοῦ διαβόλου Τούτων δὲ λυθέντων ἀπὸ τῆς
σαρκὸς, πάντες οὕτω κατὰ τὴν συγγένειαν τῆς σαρκὸς ἠλευθερώθημεν,
καὶ λοιπὸν συνήφθημεν καὶ ἡμεῖς τῷ Λόγῳ. Συναφθέντες

<pb n="140"/>
δὲ τῷ Θεῷ, οὐκέτι μὲν ἐπὶ γῆς ἀπομένομεν, ἀλλʼ ὡς αὐτὸς
<note type="marginal">John xiv. 3.</note> εἶπεν, ‘ὅπου αὐτὸς, καὶ ἡμεῖς ἐσόμεθα·’ καὶ λοιπὸν οὔτε τὸν
ὄφιν ἔτι φοβηθησόμεθα· κατηργήθη γὰρ, ἐν τῇ σαρκὶ διωχθεὶς
<note type="marginal">Matt. iv. 10.</note> παρὰ τοῦ Σωτῆρος, καὶ ἀκούσας, ‘Ὕπαγε ὀπίσω μου,
Σατανᾶ·᾿ καὶ οὕτως ἔξω τοῦ παραδείσου τυγχάνει βαλλόμενος
εἰς τὸ πῦρ τὸ αἰώνιον· οὔτε δὲ γυναῖκα παραπείθουσαν φυλαξόμεθα·
<note type="marginal">Ib. xxii. 30.</note> ‘ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται,
<note type="marginal">Gal. vi. 15.</note> ἀλλʼ εἰσὶν ὡς ἄγγελοι·᾿ καὶ ἐν Χριστῷ Ἰησοῦ ‘καινὴ κτίσις᾿
<note type="marginal">Col. iii. 28. Col. iii. 11.</note> ἔσται, καὶ ‘οὔτε ἄρσεν, οὔτε θῆλυ, ἀλλὰ ‘πάντα καὶ ἐν πᾶσιν᾿
ἔσται ὁ Χριστός. Ἔνθα δὲ ὁ Χριστὸς, ποῖος φόβος ἢ ποῖος
κίνδυνος ἔτι γενήσεται;</p></div><div type="textpart" subtype="chapter" n="70"><p>70. Τοῦτο δὲ οὐκ ἂν ἐγεγόνει, εἰ κτίσμα ἦν ὁ Λόγος. Πρὸς
γὰρ κτίσμα, κτίσμα ὢν καὶ ὁ διάβολος, εἶχεν ἀεὶ τὴν μάχην·
καὶ μέσος ὢν ὁ ἄνθρωπος, ὕποπτος ἦν ἀεὶ τῷ θανάτῳ, μὴ ἔχων
ἐν ᾧ καὶ διʼ οὗ συναφθεὶς τῷ Θεῷ ἐλεύθερος παντὸς φόβου
γένηται. Ὅθεν ἡ ἀλήθεια δείκνυσι μὴ εἶναι τῶν γενητῶν τὸν
Λόγον, ἀλλὰ μᾶλλον τούτων αὐτὸν δημιουργόν· οὕτω γὰρ καὶ
προσελάβετο τὸ γενητὸν καὶ ἀνθρώπινον σῶμα, ἵνα τοῦτο ὡς
<note type="marginal">Cp. i. 42.</note> δημιουργὸς ἀνακαινίσας, ἐν ἑαυτῷ θεοποιήσῃ, καὶ οὕτως εἰς
βασιλείαν οὐρανῶν εἰσαγάγῃ πάντας ἡμᾶς καθʼ ὁμοιότητα κείνου.
Οὐκ ἂν δὲ πάλιν ἐθεοποιήθη κτίσματι συναφθεὶς ὁ ἄνθρωπος,
εἰ μὴ Θεὸς ἦν ἀληθινὸς ὁ Υίος· καὶ οὐκ ἂν παρέστη τῷ
Πατρὶ ὁ ἄνθρωπος, εἰ μὴ φύσει καὶ ἀληθινὸς ἦν αὐτοῦ Λόγος ὁ
<note type="marginal">Cited in Theod. Dial. ii.</note> ἐνδυσάμενος τὸ σῶμα. Καὶ ὥσπερ οὐκ ἂν ἠλευθερώθημεν ἀπὸ
τῆς ἁμαρτίας καὶ τῆς κατάρας, εἰ μὴ φύσει σὰρξ ἦν ἀνθρωπίνη,
ἣν ἐνεδύσατο ὁ Λόγος· (οὐδὲν γὰρ κοινὸν ἦν ἡμῖν πρὸς τὸ ἀλλότριον·)
οὕτως οὐκ ἂν ἐθεοποιήθη ὁ ἄνθρωπος, εἰ μὴ φύσει ἐκ τοῦ
Πατρὸς καὶ ἀληθινὸς καὶ ἴδιος αὐτοῦ ἦν ὁ Λόγος, ὁ γενόμενος
σάρξ. Διὰ τοῦτο γὰρ τοιαύτη γέγονεν ἡ συναφὴ, ἵνα τῷ κατὰ
<note type="marginal">Cp. iii. 43.</note> φύσιν τῆς θεότητος συνάψῃ τὸν φύσει ἄνθρωπον, καὶ βεβαία
γένηται ἡ σωτηρία καὶ ἡ θεοποίησις αὐτοῦ, Οὐκοῦν οἱ ἀρνούμενοι
ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ἴδιον αὐτοῦ τῆς οὐσίας τὸν
<note type="marginal">Cp. Ep. ad Epict. 2.</note> Υἱὸν ἀρνείσθωσαν καὶ ἀληθινὴν σάρκα ἀνθρωπίνην αὐτὸν εἰληφέναι
ἐκ Μαρίας τῆς ἀειπαρθένου. Οὐδὲν γὰρ πλέον ἡμῖν
κέρδος τοῖς ἀνθρώποις ἦν, εἰ μήτε ἀληθινὸς καὶ φύσει ἦν Υἱὸς
τοῦ Θεοῦ ὁ Λόγος, μήτε ἀληθινὴ σὰρξ ἦν, ἣν προσελάβετο.

<pb n="141"/>
Ἀλλ᾿ ἔλαβέ γε ἀληθινὴν σάρκα, κἂν μαίνηται Οὐαλεντῖνος· ἦν <note type="marginal">Cp. Ath. ad Adelph. 2.</note>
γὰρ καὶ φύσει καὶ ἀληθινὸς Θεὸς ὁ Λόγος, κἂν μαίνωνται οἱ
Ἀρειομανῖται· καὶ ἐν ἐκείνῃ γέγονεν ἡμῶν ἡ ἀρχὴ τῆς καινῆς
κτίσεως, κτισθεὶς ἄνθρωπος ὑπὲρ ἡμῶν, καὶ τὴν ὁδὸν ἡμῖν ἐκείνην
ἐγκαινίσας, ὥσπερ εἴρηται.</p></div></div></body></text></TEI>