61. Τοιαύτης τοίνυν οὔσης τῆς διαφορᾶς τοὺ ἔκτισε,᾿ καὶ τοῦ ‘γεννᾷ με,᾿ καὶ, ‘τῆς ἀρχῆς ὀδῶν,᾿ καὶ τοῦ ‘πρὸ πάντων·’ τῶν μὲν ἀνθρώπων κτίστης ὢν ὁ Θεὸς, οὕτως, ὥσπερ εἴρηται, γίνεται καὶ ὕστερον πατὴρ, διὰ τὸν ἐν αὐτοῖς οἰκοῦντα Λόγον αὐτοῦ, Ἐπὶ δὲ τοῦ Λόγου τὸ ἔμπαλιν· Πατὴρ γὰρ ὢν αὐτοῦ φύσει ὁ Θεὸς, γίνεται μετὰ ταῦτα καὶ κτίστης αὐτοῦ καὶ ποιητὴς, ὅταν τὴν κτισθεῖσαν καὶ ποιηθεῖσαν ἐνδύσηται σάρκα ὁ Λόγος, καὶ γένηται ἄνθρωπος. Ὥσπερ γὰρ οἱ ἄνθρωποι, λαμβάνοντες ‘τὸ Πνεῦμα τοῦ Υἱοῦ,᾿ γίνονται τέκνα διʼ αὐτοῦ· οὕτως ὁ Λόγος τοῦ Θεοῦ, ὅτε καὶ αὐτὸς ἐνεδύσατο τῶν ἀνθρώπων τὴν σάρκα, τότε λέγεται καὶ κτίζεσθαι καὶ πεποιῆσθαι. Εἰ μὲν οὖν ἡμεῖς κατὰ φύσιν υἱοὶ, δῆλον ὅτι κἀκεῖνος κατὰ φύσιν κτίσμα καὶ ποίημα· εἰ δὲ ἡμεῖς θέσει καὶ κατὰ χάριν γινόμεθα υἱοὶ, δῆλον ὅτι καὶ ὁ Λόγος διὰ τὴν εἰς ἡμᾶς χάριν γενόμενος ἄνθρωπος εἴρηκε, ‘Κύριος ἔκτισε με.᾿ Εἷτα ἐπειδὴ τὸ κτιστὸν ἐνδυσάμενος, γέγονεν ἡμῖν ὅμοιος κατὰ τὸ σῶμα, διὰ τοῦτο εἰκότως καὶ ‘ἀδελφὸςʼ ἡμῶν καὶ ‘πρωτότοκοςʼ ἐκλήθη. Εἰ γὰρ καὶ μεθʼ Rom. vii. 29. Heb. ii. 11. ἡμᾶς δι᾿ ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ ἀδελφὸς ἡμῶν διὰ τὴν του σώματος ὁμοίωσιν, ἀλλὰ καὶ ἐν τούτῳ ‘πρωτότοκος λέγεται καὶ ἔστιν ἡμῶν, ἐπειδὴ, πάντων τῶν ἀνθρώπων ἀπολλυμένων κατὰ i. 51. τὴν παράβασιν τοῦ Ἀδὰμ, πρώτη τῶν ἄλλων ἐσώθη καὶ ἠλευθερώθη ἡ ἐκείνου σὰρξ, ὡς αὐτοῦ τοῦ Λόγου σῶμα γενομένη· καὶ iii.31. λοιπὸν ἡμεῖς, ὡς ‘σύσσωμοιʼ τυγχάυοντες, κατ᾿ ἐκεῖνο σωζόμεθα. Eph. iii. 6. Ἐν ἐκείνῳ γὰρ ἡμῶν καὶ ὁδηγὸς ὁ Κύριος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα γίνεται, λέγων, ‘Ἐγώ εἰμι ἡ ὁδὸς᾿ καὶ ‘ἡ θύρα, καὶ δι᾿ ἐμοῦ δεὶ πάντας εἰσελθεῖν.᾿ John xiv. 6; x. 7, 1. Ὅθεν καὶ ‘πρωτότοκος’ λέγεται πάλιν ‘ἐκ τῶν νεκρῶν,’ οὐχ ὅτι πρῶτος ἡμῶν ἀπέθανε· (προετεθνήκειμεν γὰρ ἡμεῖς·) ἀλλʼ 2. Tim. i. 10. ὅτι τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, καὶ τοῦτον ‘καταργήσας,᾿ γήσας,ʼ ἀνέστη πρῶτος, ὡς ἄνθρωπος, ὑπὲρ ἡμῶν ἀναστήσας τὸ ἑαυτοῦ σῶμα. Λοιπὸν γὰρ ἀναστάντος ἐκείνου, καθεξῆς καὶ ἡμεῖς ἀπʼ ἐκείνου καὶ διʼ ἐκεῖνον ἐκ τῶν νεκρῶν ἐγειρόμεθα. Col. i. 15. (8.) 62. Εἰ δὲ καὶ ‘πρωτότοκος τῆς κτίσεως λέγεται, ἀλλʼ οὐχ ὡς ἐξισούμενος τοῖς κτίσμασι, καὶ πρῶτος αὐτῶν κατὰ χρόνον, πρωτότοκος λέγεται· (πῶς γὰρ, ὅπου γε ‘μονογενής’ ἐστιν αὐτός;) ἀλλὰ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν τοῦ Λόγου, καθʼ ἣν καὶ ‘πολλῶνʼ γέγονεν ‘ἀδελφός.᾿ Ὁ γάρ τοι μονογενὴς, οὐκ ὄντων ἄλλων ἀδελφῶν, μονογενής ἐστιν· ὁ δὲ πρωτότοκος διὰ τοὺς ἄλλους ἀδελφοὺς πρωτότοκος λέγεται. Διὰ τοῦτο γοῦν οὐδαμοῦ τῶν γραφῶν εἴρηται, ‘πρωτότοκος τοῦ Θεοῦ,᾿ οὐδὲ, ‘κτίσμα τοῦ Θεοῦ·᾿ ἀλλὰ τὸ ‘μονογενὴς,᾿ καὶ τὸ ‘Υἱὸς,᾿ καὶ ὁ Λόγος καἰ ‘ἡ Σοφία,᾿ εἰς τὸν Πατέρα τὴν ἀναφορὰν John i. 14. ἔχει καὶ τὴν ἰδιότητα· ‘ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ, 1 John iv. 9. δόξαν ὡς μονογενοῦς παρὰ Πατρός·᾿ καὶ ‘ἀπέστειλεν ὁ Θεὸς Ps. cxviii. (cxix.) 89. John i. 1. τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ·᾿ καὶ, ‘εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει·᾿ καὶ ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος 1 Cor. i. 24. ἦν πρὸς τὸν Θεόν·᾿ καὶ ‘Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ Matt. iii. 17; xvii. 5. Ib. xvi. 16. σοφία·᾿ καὶ ‘Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·᾿ καὶ ‘Σὺ εἷ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος. Τὸ δὲ ‘πρωτότοκος’ εἰς τὴν κτίσιν ἔχει τὴν συγκατάβασιν· αὐτῆς γὰρ καὶ ‘πρωτότοκος’ Prov. viii. 22. ἐλέχθη. Καὶ τὸ ‘ἔκτισε᾿ δὲ εἰς τὰ ἔργα τὴν χάριν ἔχει· εἰς αὐτὰ γὰρ καὶ κτίζεται. Εἰ μὲν οὖν μονογενής ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, ἑρμηνευέσθω τὸ ‘πρωτότοκος·᾿ εἰ δὲ πρωτότοκός ἐστι, μὴ ἔστω μονογενής. Οὐ δύναται γὰρ ὁ αὐτὸς μονογενής τε καὶ πρωτότοκος εἶναι, εἰ μὴ ἄρα πρὸς ἄλλο καὶ ἄλλο ἵνα μονογενὴς μὲν διὰ τὴν ἐκ Πατρὸς γέννησιν, ὥσπερ εἴρηται, πρωτότοκος δὲ διὰ τὴν εἰς τὴν κτίσιν συγκατάβασιν, καὶ τὴν τῶν πολλῶν ἀδελφοποίησιν. Ἀμέλει, τῶν δύο τούτων ῥητῶν ἀντικειμένων ἀλλήλοις, κρατεῖν ἄν τις εἴποι δικαίως ἐπὶ τοῦ Λόγου τὸ τοῦ μονογενοῦς μᾶλλον ἰδίωμα, διὰ τὸ μὴ εἶναι ἕτερον Λόγον, ἢ ἄλλην Σοφίαν, ἀλλὰ τοῦτον μόνον ἀληθινὸν Υἱὸν εἶναι τοῦ Πατρός. Καὶ γὰρ, ὥσπερ ἔμπροσθεν εἴρηται, οὐ μετά τινος συμπεπλεγμένης αἰτίας, ἀλλὰ ἀπολελυμένως μὲν εἴρηται ἐπʼ John i. 13. αὐτοῦ τὸ ‘ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός·᾿ τὸ δὲ ‘πρωτότοκος συμπεπλεγμένην ἔχει πάλιν τὴν τῆς κτίσεως αἰτίαν, ἣν ἐπήγαγεν ὁ Παῦλος λέγων, ‘ὅτι ἐν αὐτῷ ἐκτίσθη Col. i. 16. τὰ πάντα.᾿ Εἰ δὲ πάντα τὰ κτίσματα ἐν αὐτῷ ἐκτίσθη, ἄλλος ἐστὶ τῶν κτισμάτων, καὶ κτίσμα μὲν οὐκ ἔστι, κτίστης δὲ τῶν κτισμάτων. 63. Οὐ διὰ τὸ ἐκ Πατρὸς ἄρα ‘πρωτότοκος᾿ ἐκλήθη, ἀλλὰ διὰ τὸ ἐν αὐτῷ γεγενῆσθαι τὴν κτίσιν. Καὶ ὥσπερ πρὸ τῆς κτίσεως ἦν αὐτὸς ὁ Υἱὸς, διʼ οὗ γέγονεν ἡ κτίσις, οὕτω καὶ πρὸ τοῦ κληθῆναι ‘πρωτότοκος πάσης τῆς κτίσεως,᾿ ἦν οὐδὲν ἧττον αὐτὸς John i. 1. ‘ὁ Λόγος πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἀλλὰ καὶ τοῦτο μὴ νοήσαντες οἱ δυσσεβεῖς, περιέρχονται λέγοντες· ‘Εἰ Arian obj. πρωτότοκός ἐστι πάσης κτίσεως, δῆλον ὅτι καὶ αὐτὸς εἰς ἐστι τῆς κτίσεως. Ἄφροωες· εἰ ὅλως πάσης τῆς κτίσεως πρωτότοκὸς ἐστιν, ἄρα πάσης τῆς κτίσεως ἄλλος ἐστίν. Οὐ γὰρ εἴρηκε, ‘πρωτότοκός ἐστι τῶν ἄλλων κτισμάτων,᾿ ἵνα μὴ ὡς εἷς τῶν κτισμάτων εἶναι νομισθῇ· ἀλλὰ πάσης τῆς κτίσεως᾿ γέγραπται, ἵνα ἄλλος τῆς κτίσεως εἶναι δειχθῇ. Ὁ γοῦν Ῥουβὴν οὐκ εἴρηται πρωτότοκος πάντων τῶν τέκνων τοῦ Gen. xxxv. 23. Ἰακὼβ, ἀλλʼ αὐτοῦ τοῦ Ἰακὼβ καὶ τῶν ἀδελφῶν, ἵνα μὴ ἄλλος παρὰ τὰ τέκνα τοῦ Ἰακὼβ εἶναι νομισθῇ. Ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ Κυρίου ὁ ἀπόστολος οὐκ εἴρηκεν, ‘ἵνα γένηται πρωτότοκος πάντων,ʼ ἵνα μὴ ἄλλο παρὰ τὸ ἡμῶν σῶμα φορεῖν νομισθῇ, ἀλλʼ ‘ἐν πολλοῖς ἀδελφοῖς διὰ τὴν ὁμοιότητα τῆς σαρκός. Εἰ Rom. viii. 29. τοίνυν καὶ ὁ Λόγος εἰς ἦν τῶν κτισμάτων, εἶπεν ἂν ἡ γραφὴ καὶ περὶ αὐτοῦ, ὅτι ‘πρωτότοκος τῶν ἄλλων κτισμάτων ἐστί·᾿ νῦν δὲ, λεγόντων τῶν ἀγίων ὅτι ‘πρωτότοκός ἐστι πάσης τῆς κτίσεως,᾿ ἄντικρυς δείκνυται ἄλλος ὢν πάσης τῆς κτίσεως, καὶ μὴ κτίσμα, ὁ τοῦ Θεοῦ Υἱός. Εἰ γὰρ κτίσμα ἐστὶν, ἔσται καὶ αὐτὸς ἑαυτοῦ πρωτότοκος. Πῶς οὖν δύναται, Ἀρειανοὶ, καὶ πρῶτος ἑαυτοῦ καὶ δεύτερος εἶναι; Ἔπειτα εἰ κτίσμα ἐστὶ, καὶ πᾶσα ἡ κτίσις διʼ αὐτοῦ γέγονε, καὶ ἐν αὐτῷ συνέστηκε, πῶς δύναται καὶ κτίζειν τὴν κτίσιν, καὶ εἰς εἶναι τῶν ἐν αὐτῷ συνεστηκότων; Ἀτόπου δὲ τῆς τοιαύτης αὐτῶν ἐπινοίας φαινομένης, ἐλέγχονται παρὰ τῆς ἀληθείας, ὅτι ‘πρωτότοκος μὲν ἐν πολλοῖς ἀδελφοῖς᾿ ἐκλήθη, διὰ τὴν τῆς σαρκὸς συγγένειαν· ‘πρωτότοκος δὲ ἐκ τῶν νεκρῶν διὰ τὸ ἐξ αὐτοῦ καὶ μετʼ αὐτὸν εἶναι τὴν τῶν νεκρῶν ἀνάστασιν·  ‘πρωτότοκος δὲ πάσης κτίσεως᾿ διὰ τὴν φιλανθρωπίαν τοῦ Πατρὸς, διʼ ἣν ἐν τῷ Λόγῳ αὐτοῦ οὐ μόνον τὰ πάντα συνέστηκεν, ἀλλʼ ὅτι καὶ αὐτὴ ἡ κτίσις, περὶ ἧς εἶπεν ὁ ἀπόστολος, Rom. viii. 19, 21. ‘ἀπεκδεχομένη τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, ἐλεευθερωθήσεταί ποτε ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.᾿ Οὕτω δὲ αὐτῆς ἐλευθερωθείσης, ἔσται καὶ αὐτῆς μετὰ καὶ πάντων τῶν τεκνοποιηθέντων πρωτότοκος ὁ Κύριοις, ἵν᾿, ἐν τῷ λέγεσθαι ‘Πρῶτον αὐτὸν, τὰ μετ᾿ αὐτὸν διαμείνῃ, ὥσπερ ἔκ τινος ἀρχῆς τοῦ Λόγου συνημμένα. 64. Ἡγοῦμαι δὲ καὶ τοὺς ἀσεβεῖς αὐτοὺς ἐντραπήσεσθαι ἐκ τῆς τοιαύτης διανοίας· εἰ γὰρ μὴ οὕτως ἔχοι, ὥσπερ εἴπομεν, ἀλλʼ ὡς τῇ οὐσίᾳ κτίσμα ἐν κτίσμασι πρωτότοκον αὐτὸν θελήσουσιν εἶναι πάσης τῆς κτίσεως,᾿ σκοπείτωσαν, ὅτι καὶ τῶν ἀλόγων καὶ τῶν ἀψύχων αὐτὸν ἀδελφὸν καὶ ὅμοιον ὑπονοήσουσιν εἶναι. Πάσης γὰρ τῆς κτίσεως καὶ ταῦτα μέρη τυγχάνει ὄντα· ἀνάγκη δὲ τὸν πρωτότοκον μόνῳ μὲν τῷ χρόνῳ πρῶτον εἶναι, τῷ δὲ γένει καὶ τῇ ὁμοιότητι τὸν αὐτὸν εἶναι πρὸς πάντας. Πῶς οὖν, καὶ τοῦτο λέγοντες, οὐ πᾶσαν ἀσέβειαν ὑπερβάλλουσιν; ἢ τίς ἀνέξεται τούτων ταῦτα λεγόντων; ἢ πῶς καὶ μόνον αὐτοὺς ἐνθυμουμένους τοιαῦτα οὐ μισήσειεν ἄν τις; πᾶσι γάρ ἐστι δῆλον ὅτι οὔτε διʼ ἑαυτὸν, ὡς κτίσμα ὢν, οὔτε διὰ τὸ συγγένειάν τινα κατʼ οὐσίαν πρὸς πᾶσαν τὴν κτίσιν ἔχειν, ‘πρωτότοκος αὐτῆς ἐκλήθη· ἀλλʼ ὅτι καὶ κατʼ ἀρχὴν μὲν δημιουργῶν ὁ λόγος τὰ κτίσματα, συγκαταβέβηκε τοῖς γενητοῖς, ἵνα γενέσθαι ταῦτα δυνηθῇ. Οὐκ ἂν γὰρ ἤνεγκεν αὐτοῦ τὴν φύσιν ἄκρατον καὶ πατρικὴν οὖσαν λαμπρότητα, εἰ μὴ φιλανθρωπίᾳ πατρικῇ συγκαταβὰς ἀντελάβετο, καὶ κρατήσας αὐτὰ εἰς οὐσίαν ἤνεγκε. Καὶ δεύτερον δὲ πάλιν, ὅτι καὶ συγκαταβάντος τοῦ Λόγου, υἱοποιεῖται καὶ αὐτὴ ἡ κτίσις διʼ αὐτοῦ· ἵνα καὶ αὐτῆς, καθάπερ εἴρηται, ‘πρωτότοκος᾿ κατὰ πάντα γένηται, ἔν τε τῷ κτίζειν, καὶ ἐν τῷ εἰσάγεσθαι ὑπὲρ πάντων εἰς αὐτὴν τὴν οἰκουμένην. Οὕτω γὰρ Heb. i. 6. γέγραπται· ‘ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.’ Ἀκουέτωσαν οἱ Χριστομάχοι, καὶ σπαραττέτωσαν ἑαυτοὺς, ὅτι τὸ εἰσελθεῖν αὐτὸν εἰς τὴν οἰκουμένην ἐποίησε καὶ ‘πρωτότοκον’ πάντων κληθῆναι· ὥστε τοῦ μὲν Πατρὸς εἶναι μονογενῆ τὸν Υἱὸν, διὰ τὸ ἐξ αὐτοῦ μόνον αὐτὸν εἶναι, τῆς δὲ κτίσεως ‘πρωτότοκον’ διὰ τὴν τῶν πάντων υἱοποίησιν, Ὡς δὲ ἐν ἀδελφοῖς πρωτότοκος, καὶ ἐκ νεκρῶν ‘ἀπαρχὴ τῶν κεκοιμημένων᾿ 1 Cor. xv. 20. μένων᾿ ἀνέστη· οὕτως, ἐπειδήπερ ἔπρεπεν ‘ἐν πᾶσιν αὐτὸν πρωτεύειν,᾿ Col. i. 18. τεύειν,᾿ διὰ τοῦτο καὶ ‘ἀρχὴ ὁδῶν κτίζεται·’ ἵνα, ταύτης ἐπιβάντες καὶ εἰσελθόντες διʼ αὐτοῦ λέγοντος, ‘Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα,ʼ John xiv. 6; x. 7. μεταλαβόντες τε τῆς περὶ τοῦ Πατρὸς γνώσεως, ἀκούσωμεν καὶ ἡμεῖς· ‘Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ,᾿ καὶ, ‘Μακάριοι οἱ καθαροὶ Ps. cxviii. (cxix.) 1. Matt. v. 8. τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.’ 65. Τῆς ἀληθείας τοίνυν δειξάσης μὴ εἶναι κατὰ φύσιν κτίσμα τὸν Λόγον, ἀκόλουθον λοιπὸν εἰπεῖν, πῶς καὶ ‘ἀρχὴ τῶν ὁδῶν᾿ εἴρηται. Ἐπειδὴ γὰρ ἡ πρώτη ἡ διὰ τοῦ Ἀδὰμ ὁδὸς ἀπώλετο, καὶ ἀντὶ τοῦ παραδείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον, ἠκούσαμέν τε, ‘γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,ʼ διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ Gen. iii. 19. Θεοῦ Λόγος βουλήσει τοῦ Πατρὸς ἐνδιδύσκεται τὴν κτισθεῖσαν σάρκα, ἵνα ἣν ἐνέκρωσεν ὁ πρῶτος ἄνθρωπος διὰ τῆς παραβάσεως, ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζωοποιήσῃ, iii. 31. ποιήσῃ, καὶ ἐγκαινίσῃ ‘ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν,ʼ ὡς Heb. x. 20. εἴρηκεν ὁ ἀπόστολος, ‘διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς σαρκὸς αὐτοῦ.᾿ Ὅπερ καὶ ἐν ἑτέρῳ σημαίνων, φησὶν, ‘ὥστε 2 Cor. v. 17. εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.ʼ Εἰ δὲ καινὴ κτίσις γέγονεν, ἔδει ταύτης τῆς κτίσεως πρῶτόν τινα εἶναι· ἄνθρωπος μὲν οὖν ψιλὸς καὶ μόνον ‘χοϊκὸς,᾿ οἷοι γεγόναμεν ἡμεῖς ἐκ τῆς παραβάσεως, οὐκ ἠδύνατο 1 Cor. xv. 47. εἶναι. Καὶ γὰρ καὶ ἐν τῇ πρώτῃ κτίσει ἄπιστοι γεγόνασιν οἱ ἄνθρωποι, καὶ διʼ αὐτῶν ἀπώλετο ἡ πρώτη· χρεία δὲ ἦν ἄλλου Cp. Ath. in illud ‘Omnia, 2. τοῦ ἀνανεοῦντος καὶ τὴν πρώτην, καὶ τὴν καινὴν γενομένην διατηροῦντος. Οὐκοῦν φιλανθρώπως οὐχ ἕτερός τις, ἀλλʼ ὁ Κύριος, ἀρχὴ τῆς καινῆς κτίσεως κτίζεται ὁδὸς, καὶ εἰκότως λέγει· ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,᾿ ἵνα μηκέτι Prov. viii. 22. κατὰ τὴν πρώτην ἐκείνην ὁ ἄνθρωπος πολιτεύηται, ἀλλʼ ὡς ἀρχῆς οὔσης καινῆς κτίσεως, καὶ τὸν Χριστὸν ἔχοντες ταύτης ‘ἀρχὴν ὁδὼν,ʼ τούτῳ λοιπὸν ἀκολουθῶμεν λέγοντι· ‘Ἐγὼ εἰμι ἡ ὁδός.’ John xin. 6. Τοῦτο γὰρ διδάσκων καὶ ὁ μακάριος ἀπόστολος ἐν τῇ πρὸς Col. i. 18. Κολοσσαεῖς, ἔλεγεν, ‘αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.’