6. Σκοπεῖτε γὰρ ὁπόσον ἔχει πτῶμα τὸ λέγειν ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Λέγει που Σολομὼν ἐν τῷ Ἐκκλησιαστῇ, ὅτι ‘σύμπαν Eccl. xii. 14. τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωρωμένῳ, ἐὰν ἀγαθὸν, καὶ ἐὰν πονηρόν.᾿ Οὐκοῦν εἰ ποίημά ἐστιν ὁ Λόγος, ἀχθήσεται καθʼ ὑμᾶς καὶ αὐτὸς εἰς κρίσιν; Καί που λοιπὸν ἡ κρίσις, κρινομένου τοῦ κριτοῦ;   τίς δὲ τοῖς μὲν δικαίοις τὰς εὐλογίας δώσει, τοῖς δὲ ἀναξίοις τὰ ἐπιτιμίας, ἑστηκότος τοῦ Κυρίου καθʼ ὑμᾶς μετὰ πάντων ἐν κρίσει; ποίῳ δὲ καὶ νόμῳ κριθήσεται αὐτὸς ὁ νομοθέτης; Ταῦτα τῶν ποιημάτων ἴδιά ἐστι, τὸ κρίνεσθαι, τὸ παρὰ τοῦ Υἱοῦ εὐλογεῖσθαι καὶ ἐπιτιμᾶσθαι. Φοβήθητε λοιπὸν τὸν κριτὴν, καὶ πείσθητε τῷ Σολομῶνι λέγοντι. Εἰ γὰρ σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν κρινομένων, ἀλλὰ καὶ μᾶλλον συμπάντων τῶν ποιημάτων αὐτός ἐστιν ὁ κριτής· πῶς οὐ λαμπρότερον ἡλίου δείκνυται μὴ ποίημα ὢν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς Λόγος, ἐν ᾧ τὰ Heb. iii. 2. ποιήματα γίνεταί τε καὶ κρίνεται; εἰ δʼ, ὅτι γέγραπται, ‘πιστὸν ὄντα,ʼ πάλιν ταράττει αὐτοὺς νομίζοντας ὡς ἐπὶ πάντων λέγεσθαι καὶ ἐπʼ αὐτοῦ τὸ ‘πιστὸν,ʼ ὅτι πιστεύων ἐκδέχεται τῆς πίστεως τὸν μισθόν· ὥρα καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἐγκαλεῖν Deut. xxxii. 4. Μωσεῖ μὲν λέγοντι, ‘ὁ Θεὸς πιστὸς καὶ ἀληθινός·’ τῷ δὲ 1 Cor. x. 13. Παύλῳ γράφοντι, ‘πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε,ʼ Ἀλλὰ ταῦτα λέγοντες οἱ ἅγιοι, οὐκ ἀνθρώπινα περὶ τοῦ Θεοῦ διενοοῦντο· ἀλλʼ ἐγίνωσκον διπλοῦν εἶναι τὸν νοῦν ἐν τῇ γραφῇ περὶ ‘τοῦ πιστοῦ·’ τὸ μὲν ὡς πιστεύον, τὸ δὲ, ὡς ἀξιόπιστον· καὶ τὸ μὲν ἐπʼ ἀνθρώπων, τὸ δὲ ἐπὶ Θεοῦ ἁρμόζειν. Πιστὸς γοῦν ὁ Ἀβραὰμ, ὅτι τῷ λαλοῦντι πεπίστευκε Θεῷ· πιστὸς δὲ ὁ Θεὸς, ὅτι, καθὼς ψάλλει Ps. cxliv. (cxlv.) 13. Δαβὶδ, ‘πιστός ἐστιν ἐν πᾶσι τοῖς λόγοις αὑτοῦ ὁ Κύριος,’ καὶ Heb. i. 18. ἀξιόπιστός ἐστι, καὶ ‘ἀδύνατόν ἐστιν αὐτὸν ψεύσασθαι.’ Καὶ, 1 Tim. v. 16. ‘εἴ τίς ἐστι πιστὴ χήρας ἔχουσα,ʼ διὰ τὸ καλῶς πιστεύειν, Ib. iii. 1. πιστὴ καλεῖται. ‘Πιστὸς δὲ ὁ λόγος,ʼ ὅτι ὃ εἴρηκεν, ὀφείλει πιστεύεσθαι· ἀληθὲς γάρ ἐστι, καὶ οὐκ ἔστιν ἄλλως. Καὶ τὸ γεγράφθαι τοίνυν, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,’ οὐ πρὸς ἄλλους ἔχει τὴν ὁμοιότητα, οὐδʼ ὅτι πιστεύων, εὐάρεστος γέγονεν, ἀλλʼ ὅτι Υἱὸς ὢν τοῦ ἀληθινοῦ Θεοῦ, πιστός ἐστι καὶ αὐτὸς ὀφείλων πιστεύεσθαι, ἐν οἷς ἂν λέγῃ καὶ ποιῇ, αὐτὸς ἄτρεπτος μένων, καὶ μὴ ἀλλοιούμενος ἐν τῇ ἀνθρωπίνῃ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ παρουσίᾳ. 7. Οὕτως μὲν οὖν ἄν τις, πρὸς τὴν ἀναίδειαν αὐτῶν χωρῶν, δύναται καὶ ἐκ μόνης τῆς, ‘ἐποίησε,ʼ λέξεως, διελέγχειν αὐτοὺς πλανωμένους, καὶ νομίζοντας εἶναι ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Ἐπειδὴ δὲ καὶ ἡ διάνοια τῶν γεγραμμένων ἐστὶν ὀρθὴ, δεικνύουσα τὴν ‘ἐποίησε’ λέξιν, πότε καὶ πρὸς τί λεγομένη σημαίνεται, ἀναγκαῖον καὶ ἐξ αὐτῆς δεῖξαι τῶν αἱρετικῶν τὴν ἀλογίαν, ἐὰν μάλιστα, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, καὶ τούτου τὸν καιρὸν καὶ τὴν χρείαν λάβοιμεν. Οὐ τοίνυν τὰ πρὸ τῆς κτίσεως διηγούμενος ὁ ἀπόστολος ταῦτα εἴρηκεν, ἀλλʼ ὅτε ‘ὁ Λόγος σὰρξ ἐγένετο οὕτω γὰρ γέγραπται· ‘Ὄθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως Heb. iii. 1, 2. ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχίερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.’ Πότε οὖν ἀπεστάλη, ἢ ὁπηνίκα τὴν ἡμετέραν ἐνεδύσατο σάρκα, πότε δὲ ‘ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν γέγονεν, ἢ ὅτε, προσενέγκας ἑαυτὸν ὑπὲρ ἡμῶν, ἤγειρεν ἐκ νεκρῶν τὸ σῶμα, καὶ νῦν αὐτὸς τοὺς προσερχομένους αὐτοῦ τῇ πίστει προσάγει καὶ προσφέρει τῷ Πατρὶ, λυτρούμενος πάντας, καὶ ὑπὲρ πάντων ἱλασκόμενος τὰ πρὸς τὸν Θεόν; Οὐ τὴν οὐσίαν ἄρα τοῦ Λόγου, οὐδὲ τὴν ἐκ τοῦ Πατρὸς φυσικὴν γέννησιν σημᾶναι θέλων ὁ ἀπόστολος εἴρηκε, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·᾿ (μὴ γένοιτο· ποιῶν γάρ ἐστιν ὁ Λόγος, οὐ ποιούμενος αὐτός·) ἀλλὰ τὴν εἰς ἀνθρώπους αὐτοῦ κάθοδον καὶ ἀρχιερωσύνην γενομένην, ἣν καλῶς ἄν τις ἴδοι ἐκ τῆς κατὰ τὸν νόμον καὶ τὸν Ἀαρὼν ἱστορίας. Οὕτως Ἀαρὼν οὐ γεγέννηται ἀρχιερεὺς, ἀλλὰ ἄνθρωπος, καὶ μετὰ χρόνον, ὅτε ὁ Θεὸς ἠθέλησε, γέγονεν ἀρχιερεύς· καὶ γέγονεν οὐχ ἀπλῶς, οὐδὲ ἐκ τῶν συνήθων ἱματίων γνωριζόμενος, ἀλλʼ ἐπενδιδυσκόμενος τὴν ἐπωμίδα, τὸ λογεῖον, Exod. xxviii. and xxxix. τὸν ποδήρη, αἱ γυναῖκες μὲν εἰργάσαντο προστάξει τοῦ Θεοῦ, ἐν τούτοις δὲ εἰσερχόμενος εἰς τὰ ἅγια, τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσέφερε· καὶ ἐν τούτοις ὥσπερ ἐμεσίτευε τῇ ὀπτασίᾳ τοῦ Θεοῦ, καὶ ταῖς τῶν ἀνθρώπων θυσίαις. Οὕτω τοίνυν καὶ ὁ Κύριος ‘ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, John i. 1. καὶ Θεὸς ἦν ὁ Λόγος ὅτε δὲ ἠθέλησεν ὁ Πατὴρ ὑπὲρ πάντων λύτρα δοθῆναι, καὶ πᾶσι χαρίσασθαι, τότε δὴ ὁ Λόγος, ὡς Ἀαρὼν τὸν ποδήρη, οὕτως αὐτὸς ἔλαβε τὴν ἀπὸ γῆς σάρκα, Μαρίαν ἀντὶ τῆς ἀνεργάστου γῆς ἐσχηκὼς μητέρα τοῦ σώματος, ἵνα ἔχων τὸ προσφερόμενον αὐτὸς, ὡς ἀρχιερεὺς ἑαυτὸν προσενέγκῃ τῷ Πατρὶ, καὶ τῷ ἰδίῳ αἵματι πάντας ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν καθαρίσῃ, καὶ ἀπὸ τῶν νεκρῶν ἀναστήσῃ. 8. Τούτου γὰρ ἦν τὰ παλαιὰ σκιά· καὶ ὅπερ πεποίηκεν ἐλθὼν ὁ Σωτὴρ, τοῦτο κατὰ τὸν νόμον ἐσκιογράφει ὁ Ἀαρών. Ὥσπερ οὖν ὁ Ἀαρὼν, ὁ αὐτὸς ὢν, οὐκ ἠλλάσσετο περιτιθέμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα, ἀλλὰ μένων ὁ αὐτὸς, ἐκαλύπτετο μόνον· καὶ εἰ ἔλεγέ τις ἑωρακὼς αὐτὸν προσφέροντα, ‘Ἰδοὺ γέγονε σήμερον ὁ Ἀαρὼν ἀρχιερεὺς,’ οὐκ ἐσήμαινεν αὐτὸν ἄνθρωπον τότε γεγενῆσθαι· ἦν γὰρ, καὶ πρὸ τοῦ αὐτὸν ἀρχιερέα γενέσθαι, Qu. λειτουργίᾳ. ἄνθρωπος· ἀλλʼ ὅτι τῇ λειτουργείᾳ πεποίηται ἀρχιερεὺς, περιθέμενος τὰ πεποιημένα καὶ κατασκευασθέντα ἱμάτια τῇ ἀρχιερατείᾳ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Κυρίου δυνατόν ἐστι καλῶς νοεῖν, ὡς οὐκ ἄλλος γέγονε τὴν σάρκα λαβὼν, ἀλλʼ ὁ αὐτὸς ὢν, ἐκαλύπτετο ταύτῃ· καὶ τὸ ‘γέγονε, καὶ τὸ ‘πεποίηται,᾿ οὐχ ὅτι Cp. iii. 41. ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, πεποίηται νοεῖν θέμις, ἀλλʼ ὅτι Λόγος, ὢν δημιουργὸς, ὕστερον πεποίηται ἀρχιερεῖς, ἐνδυσάμενος σῶμα τὸ γενητὸν καὶ ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὑπὲρ ἡμῶν δύναται· διὸ καὶ λέγεται πεποιῆσθαι. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος ὁ Κύριος, μαχέσθωσαν οἱ Ἀρειανοί· εἰ δὲ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ τί ἔδει περὶ γεγονότος ἀνθρώπου λέγειν ἢ, πιστὸν ὄντα τῷ John i. 1. ποιήσαντι αὐτόν;’ Ὡς γὰρ ἴδιον περὶ τοῦ Λόγου εἰπεῖν, ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος,ʼ οὕτως ἀνθρώπων ἴδιόν ἐστι τὸ γίνεσθαι καὶ ποιεῖσθαι. Τίς γοῦν ἰδὼν τὸν Κύριον, ὡς ἄνθρωπον περιπατοῦντα, καὶ Θεὸν ἐκ τῶν ἔργων δεικνύμενον, οὐκ ἂν ἠρώτησε, ‘Τίς τοῦτον ἐποίησεν ἄνθρωπον; τίς δὲ πάλιν οὕτως ἐρωτηθεὶς οὐκ ἂν ἀπεκρίνετο, ὅτι ‘ὁ Πατὴρ τοῦτον ἐποίησεν ἄνθρωπον, καὶ ἀπέστειλεν αὐτὸν ἡμῖν ἀρχιερέα; τὴν δὲ τοιαύτην διάνοιαν καὶ τὸν καιρὸν, καὶ τὸ πρόσωπον, αὐτὸς ὁ ἀπόστολος ὁ καὶ γράψας, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ δηλῶσαι μᾶλλον ἱκανός ἐστιν, ἐὰν τὰ ἔμπροσθεν λάβωμεν· μία γὰρ ἀκολουθία ἐστὶ, καὶ περὶ τοῦ αὐτοῦ τὸ ἀνάγνωσμα τυγχάνει. Γράφει τοίνυν ἐν τῇ ἐπιστολῇ τῇ Heb. ii. 14–18; iii. 1, 2. πρὸς Ἑβραίους ταῦτα· ‘Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κρατὸς ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διαπαντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.’ 9. Τίς τὴν περικοπὴν ταύτην ὅλην ἀναγινώσκων, οὐ τῶν μὲν Ἀρειανῶν καταγινώσκει, τὸν δὲ μακάριον ἀπόστολον θαυμάζει, καλῶς εἰρηκότα; Πότε γὰρ ‘πεποίηται,ʼ καὶ πότε ‘ἀπόστολοςʼ γέγονεν, εἰ μὴ ὅτε ‘παραπλησίως ἡμῖν μετέσχε καὶ αὐτὸς αἵματος καὶ σαρκός;’ Καὶ πότε γέγονεν ‘ἐλεήμων καὶ πιστὸς ἀρχιερεὺς ἢ ὅτε ‘κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοιώθη;’ ὡμοιώθη δὲ τότε, ὅτε γέγονεν ἄνθρωπος, ἐνδυσάμενος τὴν ἡμετέραν σάρκα. Οὐκοῦν περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας τοῦ Λόγου γράφων ὁ Παῦλος ἔλεγε, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ καὶ οὐ περὶ τῆς οὐσίας τοῦ Λόγου. Μηκέτι τοίνυν μαίνεσθε λέγοντες ποίημα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἒστι γὰρ αὐτὸς Υἱὸς φύσει μονογενής. Τότε δὲ ἔσχεν ἀδελφοὺς, ὅτε τὴν ὁμοίαν ἡμῖν ἐνεδύσατο σάρκα, ἣν καὶ προσφέρων αὐτὸς διʼ αὐτοῦ, ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι ὑπὲρ ἡμῶν προσενέγκας ἑαυτὸν ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, οὐ πίστεως μετέχων, οὐδὲ εἴς τινα πιστεύων ὥσπερ ἡμεῖς, ἀλλὰ πιστεύεσθαι ὀφείλων περὶ ὧν ἐὰν λέγῃ καὶ ποιῇ, καὶ ὅτι πιστὴν θυσίαν προσφέρει τὴν μένουσαν καὶ μὴ διαπίπτουσαν. Αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμεναι οὐκ εἶχον τὸ πιστὸν, καθʼ ἡμέραν παρερχόμεναι, καὶ δεόμεναι πάλιν καθαρσίου· ἡ δὲ τοῦ Σωτῆρος θυσία ἅπαξ γενομένη ‘τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε μένουσα Heh. x. 14. διὰ παντός. Καὶ Ἀαρὼν μὲν ἔσχε τοὺς διαδεχομένους, καὶ ὅλως ἡ κατὰ νόμον ἱερατεία χρόνῳ καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους· ὁ δὲ Κύριος ‘ἀπαράβατον καὶ ‘ἀδιάδεκτον ἔχων τὴν ἀρχιερωσύνην’ Ib. vii. 24. πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γενόμενος, εἰς τὸ ἐπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους. Τοῦτο δὲ πάλιν καὶ ἀπὸ τῆς ἐπιστολῆς τοῦ μεγάλου Πέτρου μαθεῖν ἔξεστι, λέγοντος· ‘Ὥστε καὶ οἱ 1 Pet. iv. 19. πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς·’ πιστὸς γάρ ἐστιν, οὐκ ἀλλασσόμενος, ἀλλʼ ἀεὶ διαμένων, καὶ ἀποδιδοὺς ἃ ἐπηγγείλατο. 10. Ἑλλήνων μὲν οὖν οἱ λεγόμενοι παῤ αὐτοῖς ψευδώνυμοι θεοὶ οὔτε τῷ εἶναι, οὔτε τῷ ἐπαγγέλλεσθαί εἰσι πιστοί· οὔτε γὰρ οἱ αὐτοί εἰσι πανταχοῦ, ἀλλὰ καὶ οἱ κατὰ τόπους, τῷ χρόνῳ διαφθείρονται, καὶ περὶ ἑαυτοὺς καταῤῥέουσι· διὸ καὶ κατʼ αὐτῶν Cf. Jer. ix. 3, xv. 18; ὁ λόγος βοᾷ, ὅτι ‘πίστις οὐκ ἴσχυσενʼ ἐν αὐτοῖς, καὶ ‘ὕδωρ ψευδές Deut. xxxii. 20. εἰσι,ʼ καὶ οὐκ ἔστι πίστις ἐν αὐτοῖς.’ Ὁ δὲ τῶν ὅλων καὶ μόνος τῷ ὄντι ὄντως καὶ ἀληθινὸς ὢν Θεὸς πιστός ἐστιν, ὁ αὐτὸς ὢν, Ib. 39. Mal. ii. 6. καὶ λέγων· ‘Ἴδετέ με, ἴδετε, ὅτι ἐγώ εἰμι,’ καὶ, ‘οὐκ ἠλλοίωμαι·᾿ διὸ καὶ ὁ τούτου Υἱὸς πιστός ἐστιν, ἀεὶ ὢν, καὶ οὐκ ἀλλοιούμενος, οὐδὲ διαψευδόμενος οὔτε ἐν τῷ εἶναι, οὔτε ἐν τῷ ἐπαγγέλλεσθαι, καθάπερ πάλιν ὁ ἀπόστολος γράφων Θεσσαλονικεῦσι 1 Thess. v. 24. μέν φησι· ‘Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει· ἐν γὰρ τῷ ποιεῖν ἂ ἐπαγγέλλεται, πιστός ἐστι λαλῶν· Ἑβραίοις δὲ περὶ τοῦ σημαίνειν τὴν λέξιν ταύτην καὶ τὸ ἀναλλοίωτον οὕτως 2 tim. ii. 13. γράφει· ‘Εἰ ἀπιστήσομεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Οὐκοῦν εἰκότως ὁ ἀπόστολος τὴν σωματικὴν τοῦ Λόγου παρουσίαν διηγούμενός φησιν, ‘Ἀπόστολον καὶ πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ δεικνὺς, ὅτι καὶ ἄνθρωπος γενόμενος ‘Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας ἀναλλοίωτός ἐστι. Καὶ ὥσπερ τῆς ἐνανθρωπήσεως αὐτοῦ διὰ τῆς ἀρχιερωσύνης μνημονεύει γράφων ὁ ἀπόστολος, οὕτω καὶ πάλιν οὐκ ἐσιώπησε μακρὰν, ἀλλʼ εὐθὺς περὶ τῆς θεότητος αὐτοῦ μνημονεύει, πανταχοῦ τῆς ἀσφαλείας γινόμενος, ἔνθα μάλιστα τὸ ταπεινὸν ὀνομάζει, ἵνʼ εὐθὺς αὐτοῦ τὴν ὑψηλότητα καὶ τὴν πατρικὴν μεγαλειότητα γινώσκωμεν. Φησὶ γοῦν, Ib. iii. 5, 6. ‘Ὁ μὲν Μωσῆς θεράπων, ὁ δὲ Χριστὸς Υἱὸς, κἀκεῖνος μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον,’ ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ Κύριος αὐτοῦ καὶ δημιουργὸς τυγχάνων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν. Ὁ μὲν γὰρ Μωσῆς, ἄνθρωπος φύσει ὢν, πιστὸς ἐγένετο, πιστεύων τῷ διὰ τοῦ Λόγου λαλοῦντι αὐτῷ Θεῷ· ὁ δὲ Λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσμασιν, ἀλλὰ Θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς, καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπʼ αὐτοῦ, Καὶ οἱ μὲν ἄνθρωποι ἕνεκα τοῦ εἶναι καὶ ὑφεστάναι σάρκα περιβέβληνται· ὁ δὲ τοῦ Θεοῦ Λόγος ἕνεκα τοῦ ἁγιάζειν τὴν σάρκα γέγονεν ἄνθρωπος· καὶ Κύριος ὢν, ἐν τῇ μορφῇ τοῦ δούλου ἦν· δούλη γὰρ τοῦ Λόγου ἡ πᾶσα κτίσις, ἡ παῤ αὐτοῦ γενομένη καὶ ποιηθεῖσα. Ἐκ δὲ τούτου συνέστηκεν, ὅτι καὶ τὸ λεγόμενον παρὰ τῷ ἀποστόλῳ, ‘ἐποίησεν,ʼ οὐ ποιούμενον δείκνυσι τὸν Λόγον, ἀλλʼ ὅπερ ἔλαβεν ὅμοιον ἡμῖν σῶμα· διὸ καὶ ἀδελφὸς ἡμῶν ἐχρημάτισε, γενόμενος ἄνθρωπος.