<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="56"><p>56. Ἐπεὶ εἰ κατʼ ἐκείνους, ὡς κτιστῆς οὔσης τῆς οὐσίας τοῦ
Λόγου, λέγει, ‘Κύριος ἔκτισέ με,ʼ κτίσμα ὢν, οὐ διʼ ἡμᾶς
ἐκτίσθη. Διʼ ἡμᾶς δὲ μὴ κτισθέντος αὐτοῦ, οὐκ ἐκτίσθημεν ‘ἐν
αὐτῶ·’ μὴ κτισθέντες δὲ ἐν αὐτῷ, οὐκ εἴχομεν αὐτὸν ἐν ἑαυτοῖς,
ἀλλʼ ἔξωθεν εἴχομεν, εἰ ἄρα παῤ αὐτοῦ τὴν μάθησιν ὡς παρὰ
διδασκάλου ἐδεξάμεθα. Οὕτω δὲ ἡμῶν ὄντων, οὐδὲν ἧττον
πάλιν ἡ ἁμαρτία τῆς σαρκὸς ‘ἐβασίλευσεν ἐμμένουσα, καὶ μὴ <note type="marginal">Rom. vi. 12. Cp. c. 68.</note>
ἐκβληθεῖσα ἐξ αὐτῆς. Ἀλλὰ ὁ ἀπόστολος ἐναντιοῦται τούτοις
πρὸ ὀλίγων τούτων φάσκων· ‘Αὐτοῦ γάρ ἐσμεν ποίημα, <note type="marginal">Eph. ii. 10.</note>

<pb n="126"/>
κτισθέντες ἐν Χριστῷ Ἰησοῦ.᾿ Εἰ δὲ ἐν Χριστῷ ἡμεῖς ἐκτίσθημεν,
οὐκ ἔστιν ἄρα αὐτὸς ὁ κτιζόμενος, ἀλλʼ ἡμεῖς ἐσμεν ἐν αὐτῷ
κτιζόμενοι· καὶ διʼ ἡμᾶς ἐστιν ἡ τοῦ ‘ἔκτισε φωνή. Διὰ γὰρ
τὴν ἡμῶν χρείαν, καίτοι κτίστης ὢν ὁ Λόγος, ὑπέμεινε καὶ τὴν
<note type="marginal">Cp. c. 8.</note> τῶν κτιζομένων φωνήν· καὶ οὐκ ἔστιν αὐτοῦ, ᾗ Λόγος ἐστὶν,
ἰδία ἡ φωνὴ, ἀλλʼ ἡμῶν τῶν ἐν αὐτῷ κτιζομένων ἐστὶ τὸ
<note type="marginal">Cp. i. 18.</note> ‘ἔκτισε.᾿ Καὶ ὥσπερ Πατρὸς ὄντος ἀεὶ, ἀεί ἐστι καὶ ὁ τούτου
<note type="marginal">Prov. viii. 30.</note> Λόγος, καὶ ὢν ἀεὶ, λέγει, ‘ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθ᾿ ἡμέραν
<note type="marginal">John xiv 10.</note> δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ·᾿ καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ,
καὶ ὁ Πατὴρ ἐν ἐμοί·᾿ οὕτως ὅτε διὰ τὴν ἡμῶν χρείαν γέγονεν
ἄνθρωπος, ἀκολούθως τὰ ἡμῶν, ὡς ἡμεῖς, αὐτὸς λέγει, ‘Κύριος
ἔκτισέ με·᾿ ἵνα, αὐτοῦ ἐνοικήσαντος ἐν τῇ σαρκὶ, τελείως ἡ
<note type="marginal">Cp. c. 68.</note> ἁμαρτία ἐξωσθῇ τῆς σαρκὸς, καὶ ἡμεῖς ἐλεύθερον ἔχωμεν τὸ
φρόνημα. Τί δὲ ἔδει γενόμενον αὐτὸν ἄνθρωπον εἰπεῖν; ‘Ἐν
ἀρχῇ ἤμην ἄνθρωπος;’ ἀλλʼ οὔτε γε ἥρμοζεν αὐτῷ τοῦτο, οὔτε
ἀληθὲς ἦν· ὥσπερ δὲ τοῦτο οὐκ ἔπρεπεν εἰπεῖν, οὕτως οἰκεῖον
καὶ ἴδιον ἐπʼ ἀνθρώπου ἐστὶ λέγειν τὸ ‘ἔκτισε,’ καὶ, ‘ἐποίησεν
αὐτόν.’ Διὰ τοῦτο γοῦν καὶ ἡ αἰτία τοῦ ‘ἔκτισε’ πρόσκειται,
ἥτις ἐστὶ τῶν ἔργων ἡ χρεία. Ἔνθα δὲ ἡ αἰτία πρόσκειται,
αὐτὴ ἡ αἰτία πάντως διαλύει τὸ ἀνάγνωσμα καλῶς. Καὶ γὰρ
καὶ ἐνταῦθα ἐν μὲν τῷ ‘ἔκτισε,’ τὴν αἰτίαν τίθησι ‘τὰ ἔργα·᾿ τὴν
δὲ ἐκ τοῦ Πατρὸς γέννησιν ἀπολελυμένως σημαίνων, εὐθὺς
<note type="marginal">Prov. viii. 25.</note> ἐπήγαγε· ‘πρὸ δὲ πάντων βουνῶν γεννᾷ με·᾿ οὐ διὰ τί, ὤσπερ
ἐπὶ τοῦ ‘ἔκτισέ με,᾿ προσέθηκε λέγων, ‘εἰς ἔργα,’ ἀλλὰ ἀπολελυμένως,
‘γεννᾷ μεʼ ὥσπερ τὸ ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος.᾿  Καὶ γὰρ
καὶ εἰ μὴ τὰ ἔργα ἔκτιστο, ἀλλʼ ἦν ὁ Λόγος τοῦ Θεοῦ, ‘καὶ Θεὸς
ἦν ὁ Λόγος Τὸ δὲ γενέσθαι αὐτὸν ἄνθρωπον οὐκ ἂν ἐγένετο, εἰ
μὴ τῶν ἀνθρώπων ἡ χρεία γέγονεν αἰτία. Οὐκ ἔστιν ἄρα κτίσμα
ὁ Υἱός· εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν εἶπε, ‘γεννᾷ με·᾿ ὅτι τὰ μὲν
<note type="marginal">Cp. i. 26.</note> κτίσματα ἔξωθέν ἐστιν ἔργα τοῦ ποιοῦντος, τὸ δὲ γέννημα οὐκ
ἔξωθεν, ὡς ἔργον, ἀλλʼ ἐκ τοῦ Πατρός ἐστιν ἴδιον τῆς οὐσίας.
Διόπερ τὰ μὲν, κτίσματα· ὁ δὲ, Λόγος τοῦ Θεοῦ Υἱὸς μονογενής.</p></div><div type="textpart" subtype="chapter" n="57"><p>57. Ἀμέλει ἐπὶ μὲν τῆς κτίσεως οὐκ εἴρηκε Μωσῆς· ‘Ἐν
<note type="marginal">Gen. i. 1.</note> ἀρκῇ ἐγέννησεν,᾿ οὐδὲ, ‘Ἐν ἀρχῇ ἦν·᾿ ἀλλ᾿ ‘Ἐν ἀρχῇ ἐποίησεν
<note type="marginal">Ps. xcviii.(xcix.) 73.</note> ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·᾿ οὐδὲ ὁ Δαβὶδ ἔψαλεν·
‘Αἱ χεῖρές σου ἐγέννησάν με, ἀλλʼ ‘ἐποίησάν με καὶ

<pb n="127"/>
ἔπλασάν με,’ πανταχοῦ τὸ ‘ἐποίησεν,᾿ ἐπὶ τῶν κτισμάτων
λέγων· ἐπὶ δὲ τοῦ Υἱοῦ τὸ ἔμπαλιν· οὐ γὰρ εἴρηκεν ‘ἐποίησα,᾿ <note type="marginal">Ps. ii. 7; cix. (cx.) 3. Ib. xliv. (xlv.) 1. Gen, i. 1. John i. 1.</note>
ησα,᾿ ἀλλ᾿, ‘ἐγέννησα,᾿ καὶ, ‘γεννᾷ με,᾿ καὶ, ‘ἐξηρεύξατο ἡ
καρδία μου Λόγον ἀγαθόν καὶ ἐπὶ μὲν τῆς κτίσεως, ‘ἐν
ἀρχῇ ἐποίησεν ἐπὶ δὲ τοῦ Υἱοῦ, ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος.᾿
Διαφέρει δὲ τοῦτο, ὅτι τὰ μὲν κτίσματα ὑπὸ τὴν ἀρχὴν πεποίηται,
καὶ διαστηματικὴν ἀρχὴν τοῦ εἶναι ἔχει· διόπερ καὶ τὸ
λεγόμενον ἐπʼ αὐτῶν, ‘ἐν ἀρχῇ ἐποίησεν ἴσον ἐστὶ τῷ εἰπεῖν
πάλιν ἐπʼ αὐτῶν τὸ ‘ἀπʼ ἀρχῆς ἐποίησεν,᾿ ὥσπερ ὁ Κύριος,
εἰδὼς ὅπερ ἐποίησεν, ἐδίδαξεν, ὅτε τοὺς Φαρισαίους ἐνέτρεπε
λέγων, ‘ἀπ᾿ ἀρχῆς δὲ ὁ κτίσας αὐτοὺς, ἄρσεν καὶ θῆλυ ἐποίησεν <note type="marginal">Matt. xix. 4.</note>
ησεν αὐτούς.᾿ Ἀπὸ γὰρ ἀρχῆς τινος τοῦ μὴ εἶναί ποτε γέγονε
καὶ ἐκτίσθη τὰ γενητά. Τοῦτο καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐσήμαινεν
ἐν ψαλμοῖς, λέγον, ‘Καὶ σὺ κατʼ ἀρχὰς, Κύριε, τὴν γῆν <note type="marginal">Ps. ci. (cii.) 25. Ps. lxxiiii. (lxxiv.) 2.</note>
ἐθεμελίωσας· καὶ πάλιν, ‘Μνήσθητι τῆς συναγωγῆς σου, ἧς
ἐκτήσω ἀπʼ ἀρχῆς Δῆλον δέ ἐστιν ὅτι τὸ ‘κατʼ ἀρχὰς’ γινόμενον
ἀρχὴν ἔχει τοῦ κτίζεσθαι, καὶ ὅτι τὴν συναγωγὴν ἀπό
τινος ἀρχῆς ἐκτήσατο ὁ Θεός. Ὅτι δὲ τὸ ‘ἐν ἀρχῇ ἐποίησεν,᾿
ἐκ τοῦ λέγειν ‘ἐποίησεν᾿ τὸ ‘ἤρξατο ποιεῖν᾿ ἐστιν, αὐτὸς Μωσῆς
τοῦτο δηλοῖ μετὰ τὴν τῶν πάντων τελεσιουργίαν λέγων· ‘Καὶ <note type="marginal">Gen. ii. 3.</note>
εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτὴν,
ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν
ἤρξατο ὁ Θεὸς ποιῆσαι.᾿ Οὐκοῦν τὰ μὲν κτίσματα ἤρξατο
γίνεσθαι· ὁ δὲ τοῦ Θεοῦ Λόγος, οὐκ ἔχων ἀρχὴν τοῦ εἶναι,
εἰκότως οὐκ ἤρξατο τοῦ εἶναι, οὐδὲ ἤρξατο γίνεσθαι, ἀλλʼ ἦν ἀεί.
Καὶ τὰ μὲν ἔργα ἀρχὴν ἐν τῷ ποιεῖσθαι ἔχει, καὶ προάγει τῶν
γινομένων ἡ ἀρχή· ὁ δὲ Λόγος, οὐκ ὢν τῶν γινομένων, μᾶλλον
τῶν ἀρχὴν ἐχόντων αὐτὸς δημιουργὸς γίνεται. Καὶ τῶν μὲν
γενητῶν τὸ εἶναι ἐν τῷ γίνεσθαι μετρεῖται, καὶ ἀπό τινος ἀρχῆς
ἄρχεται ταῦτα διὰ τοῦ Λόγου ποιεῖν ὁ Θεὸς, ἵνα καὶ τὸ μὴ εἶναι,
πρὶν γενέσθαι, ταῦτα γινώσκηται· ὁ δὲ Λόγος τὸ εἷναι οὐκ ἐν
ἄλλῃ ἀρχῇ ἔχει, ἀλλʼ ἐν τῷ Πατρὶ, τῷ καὶ κατʼ ἐκείνους
ἀνάρχῳ, ἵνα καὶ αὐτὸς ἀνάρχως ὑπάρχῃ ἐν τῷ Πατρὶ, γέννημα
καὶ οὐ κτίσμα τυγχάνων αὐτοῦ.</p></div><div type="textpart" subtype="chapter" n="58"><p>58. Οὕτως ἄρα ἡ θεία γραφὴ τὴν διαφορὰν τοῦ γεννήματος
οἶδε καὶ τῶν ποιημάτων, καὶ τὸ μὲν γέννημα ‘Υἱὸν,᾿ οὐκ ἀπό

<pb n="128"/>
τινος ἀρχῆς ἀρξάμενον, ἀλλʼ ἀΐδιον δείκνυσι· τὸ δὲ ποίημα, ὡς
ἔξωθεν ἔργον τοῦ πεποιηκότος τυγχάνον, ἀρξάμενον τοῦ γίνεσθαι
σημαίνει. Οὕτω γὰρ καὶ ὁ Ἰωάννης, περὶ τοῦ Υἱοῦ θεολογῶν, καὶ
γινώσκων τὴν τῶν λέξεων διαφορὰν, οὐκ εἶπεν· ‘Ἐν ἀρχῇ γέγονεν,
ἢ πεποίηται,᾿ ἀλλ᾿, ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος·᾿ ἵνα τὸ γέννημα τῷ ‘ἦν᾿
συνεξακούηται, καὶ μὴ ἐν διαστάσει τις λογίσηται, ἀλλʼ ἀεὶ καὶ
ἀϊδίως ὑπάρχοντα τὸν Υἱὸν πιστεύῃ. Τούτων δὲ οὕτω δεικνυμένων,
πῶς, ὦ Ἀρειανοὶ, μὴ νοήσαντες τὰ ἐν τῷ Δευτερονομίῳ
ῥητὰ, καὶ ἐν τούτῳ πάλιν ἀσεβεῖν εἰς τὸν Κύριον ἐτολμήσατε
λέγοντες, ‘ποίημα,᾿ ἢ ‘κτίσμα,᾿  ἤτοι ‘γέννημα εἶναι αὐτόν;
Ταὐτὸν γὰρ τὸ γέννημα καὶ τὸ ποίημα σημαίνειν φάσκετε· καὶ
<note type="marginal">(7.)</note> ἐντεῦθεν γὰρ οὐδὲν ἧττον ἀπαίδευτοι καὶ ἀσεβεῖς γνωσθήσεσθε.
<note type="marginal">Deut. xxxii. 6.</note> Τὸ μὲν γὰρ πρῶτον ῥητόν ἐστι τοῦτο· ‘Οὐκ αὐτὸς οὗτός σου
Πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε;’ καὶ μετʼ
<note type="marginal">Ib. 18.</note> ὀλίγα ἐν τῇ αὐτῇ ᾠδῇ φησι, ‘Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες,
καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε.᾿ Ἡ δὲ διάνοια
πάνυ θαυμαστὴ τυγχάνει οὖσα. Οὐ γὰρ εἴρηκε πρῶτον τὸ
‘ἐγέννησεν,᾿ ἵνα μὴ ἀδιάφορος ἡ λέξις ᾖ πρὸς τὸ ‘ἐποίησε,᾿ καὶ
πρόφασιν εὕρωσιν οὗτοι λέγειν, ‘Μωσῆς ἐξ ἀρχῆς μὲν εἶπεν
<note type="marginal">Gen. i. 26.</note> εἰρηκέναι τὸν Θεὸν, “Ποιήσωμεν ἄνθρωπον,” αὐτὸς δὲ μετὰ
<note type="marginal">Deut. xxxii. 18.</note> ταῦτα ἔφησε, “Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες·” ὡς ἀδιαφόρων
τῶν λέξεων οὐσῶν· ταὐτὸν γὰρ τὸ γέννημα καὶ ποίημά
ἐστιν.᾿ Ἀλλὰ μετὰ τὸ ‘ἐκτήσατο,᾿ καὶ ‘ἐποίησε,᾿ λοιπὸν ὕστερον
τὸ ‘ἐγέννησεν᾿ ἐπήγαγε, ἵνα καὶ ἑρμηνείαν ὁ λόγος ἔχων
φανῇ. Ἐν μὲν γὰρ τῷ ‘ἐποίησεν,’ ἀληθῶς σημαίνει τῶν
ἀνθρώπων τὸ κατὰ φύσιν, ὅτι ἔργα τέ ἐστι καὶ ποιήματα· ἐν δὲ
τῷ ἐγέννησε, δηλοῖ τὴν τοῦ Θεοῦ γενομένην εἰς ἀνθρώπους
μετὰ τὸ κτίσαι αὐτοὺς φιλανθρωπίαν· καὶ ἐπειδὴ ἀχάριστοι
γεγόνασιν ἐπὶ ταύτῃ, λοιπὸν Μωσῆς ὀνειδίζων αὐτοὺς πρῶτον
<note type="marginal">Ib. 6.</note> μέν φησι, ‘Ταῦτα Κυρίῳ ἀνταποδίδοτε;ʼ εἶτα ἐπάγει, ‘Οὐκ
αὐτὸς οὗτός σου Πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ
<note type="marginal">Ib. 17, 18.</note> σε;ʼ Καὶ δεύτερον πάλιν λέγει, ‘Ἔθυσαν δαιμονίοις καὶ οὐ
Θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν· καινοὶ πρόσφατοι ἥκασιν, οὓς
οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν· Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες.᾿</p></div><div type="textpart" subtype="chapter" n="59"><p>59. Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἀνθρώπους αὐτοὺς ἔκτισεν,

<pb n="129"/>
ἀλλὰ καὶ ‘υἱοὺς’ ἐκάλεσεν, ὡς γεννήσας αὐτούς. Τοῦ γὰρ
‘υἱὸςʼ καὶ ὧδε σημαντικόν ἐστι τὸ ‘ἐγέννησεν·᾿ ὡς καὶ διὰ τοῦ
προφήτου φησὶν, ‘Υἱοὺς ἐγέννησα καὶ ὕψωσα·᾿ καὶ ὅλως ὅτε ἡ <note type="marginal">Isa. i. 2.</note>
γραφὴ υἱόν σημᾶναι βούλεται, οὐ διὰ τῆς ‘ἔκτισα,᾿ ἀλλὰ πάντως
διὰ τῆς ἐγέννησα,᾿  λέξεως σημαίνει. Καὶ τοῦτο πάλιν Ἰωάννης
φαίνεται λέγων, ‘ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι <note type="marginal">John i. 12, 13.</note>
τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ
θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλʼ ἐκ Θεοῦ
ἐγεννήθησαν·᾿ πάνυ καλῶς ἐχούσης καὶ ἐνταῦθα τῆς παρατηρήσεως.
Τὸ μὲν γὰρ ‘γενέσθαι,᾿ διὰ τὸ μὴ φύσει, ἀλλὰ θέσει <note type="marginal">Cp. de Syn. 54.</note>
αὐτοὺς λέγεσθαι υἱούς φησι τὸ δὲ ‘ἐγεννήθησαν,᾿ διὰ τὸ ὅλως
ὄνομα υἱοῦ καὶ αὐτοὺς εἰληφέναι, εἴρηκεν. Ἀλλʼ ὁ λαὸς, ὡς ὁ
προφήτης φησὶν, ‘ἠθέτησαν τὸν εὐεργέτην. Αὕτη δὲ τοῦ Θεοῦ
φιλανθρωπία ἐστὶν, ὅτι ὧν ἐστι ποιητὴς, τούτων καὶ πατὴρ κατὰ
χάριν ὕστερον γίνεται· γίνεται δὲ, ὅταν οἱ κτισθέντες ἄνθρωποι,
ὡς εἶπεν ὁ ἀπόστολος, λάβωσιν ‘εἰς τὰς καρδίας ἑαυτῶν τὸ <note type="marginal">Gal. iv. 6.</note>
Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ, κρᾶζον, Ἀββᾶ, ὁ Πατήρ.᾿ Οὗτοι δέ <note type="marginal">c. 51.</note>
εἰσιν ὅσοι, δεξάμενοι τὸν Λόγον, ἔλαβον ἐξουσίαν παῤ αὐτοῦ <note type="marginal">iii. 9; iv. 22.</note>
τέκνα Θεοῦ γενέσθαι· ἄλλως γὰρ οὐκ ἂν γένοιντο υἱοὶ, ὄντες
φύσει κτίσματα, εἰ μὴ τοῦ ὄντος φύσει καὶ ἀληθινοῦ Υἱοῦ τὸ
Πνεῦμα ὑποδέξονται. Διὸ, ἵνα τοῦτο γένηται, ‘ὁ Λόγος σὰρξ <note type="marginal">John i. 14.</note>
ἐγένετο,᾿ ἵνα τὸν ἄνθρωπον δεκτικὸν θεότητος ποιήσῃ. Ταύτην
τὴν διάνοιαν καὶ παρὰ Μαλαχίου τοῦ προφήτου μαθεῖν ἔξεστι
λέγοντος· ‘Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πάντων ὑμῶν εἷς <note type="marginal">Mal. ii. 10.</note>
πατήρ;’ Καὶ ἐνταῦθα γὰρ πάλιν πρῶτον τὸ ‘ἔκτισε καὶ δεύτερον
τὸ ‘πατὴρ’ ἔθηκεν, ἵνα δείξῃ καὶ αὐτὸς, ὅτι ἐξ ἀρχῆς μὲν
κατὰ φύσιν ἐσμὲν κτίσματα, καὶ κτίστης ἡμῶν ἐστιν ὁ Θεὸς διὰ
τοῦ Λόγου, ὕστερον δὲ υἱοποιούμεθα, καὶ λοιπὸν ὁ κτίστης Θεὸς <note type="marginal">Cp. iii. 9.</note>
γίνεται καὶ πατὴρ ἡμῶν. Οὐκοῦν τὸ ‘Πατὴρ τοῦ Υἱοῦ ἐστιν
ἴδιον, καὶ οὐ τὸ κτίσμα ἀλλὰ τὸ ‘Υἱὸς’ τοῦ Πατρός ἐστιν ἴδιον.
Ὥστε καὶ ἐκ τούτου δείκνυσθαι μὴ εἶναι ἡμᾶς φύσει υἱοὺς, ἀλλὰ
τὸν ἐν ἡμῖν Υἱόν· καὶ μὴ εἶναι πάλιν ἡμῶν φύσει πατέρα τὸν
Θεὸν, ἀλλὰ τοῦ ἐν ἡμῖν Λόγου, ἐν ᾧ καὶ δι᾿ ὃν κράζομεν,
‘Ἀββᾶ, ὁ Πατήρ.᾿ Ὥσπερ δὲ τοῦτο, οὕτως ὁ Πατὴρ ἐν οἷς
ἐὰν βλέπῃ τὸν ἑαυτοῦ Υἱὸν, τούτους καὶ αὐτὸς ‘υἱοὺς᾿ καλεῖ,
καὶ λέγει, ‘ἐγέννησα·᾿ ἐπειδήπερ τὸ μὲν ‘γεννῷν,᾿ σημαντικόν

<pb n="130"/>
ἐστιν υἱοῦ, τὸ δὲ ‘ποιεῖν᾿ δηλωτικόν ἐστι τῶν ἔργων. Διὰ
τοῦτο γοῦν ἡμεῖς οὐ πρῶτον γεννώμεθα, ἀλλὰ ποιούμεθα· γέγραπται
<note type="marginal">Gen. i. 26.</note> γὰρ, ‘Ποιήσωμεν ἄνθρωπον· ὕστερον δὲ, δεξάμενοι
τὴν τοῦ Πνεύματος χάριν, λεγόμεθα τό τε λοιπὸν καὶ γεννᾶσθαι.
Ἀμέλει καὶ ἐν τῇ ᾠδῇ Μωσῆς ὁ μέγας μετὰ διανοίας καλῆς
πρῶτον τὸ ‘ἐκτήσατο,ʼ καὶ ὕστερον τὸ ‘ἐγέννησεν’ εἴρηκεν,
ὑπὲρ τοῦ μὴ, ἀκούσαντας τὸ ‘ἐγέννησεν,ʼ ἐπιλαθέσθαι αὐτοὺς
τῆς ἐξ ἀρχῆς ἑαυτῶν φύσεως, ἀλλʼ ἵνα γινώσκωσιν, ὅτι ἐξ ἀρχῆς
μέν εἰσι κτίσματα, ὅταν δὲ κατὰ χάριν λέγωνται ‘γεννᾶσθαι,ʼ
ὡς υἱοὶ, ἀλλʼ οὐδὲν ἧττόν εἰσι πάλιν οἱ ἄνθρωποι ποιήματα κατὰ
φύσιν.</p></div><div type="textpart" subtype="chapter" n="60"><p>60. Ὅτι δὲ οὐ ταὐτόν ἐστι κτίσμα καὶ γέννημα, ἀλλὰ διεστήκασιν
ἀλλήλων τῇ τε φύσει καὶ τῇ ἐκ τῶν λέξεων σημασίᾳ,
αὐτὸς ὁ Κύριος ἐν αὐταῖς ταῖς Παροιμίαις δείκνυσιν. Εἰρηκὼς
<note type="marginal">Prov. viii. 22, 25.</note> γὰρ τὸ ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,᾿ ἐπήγαγε, ‘πρὸ
δὲ πάντων βουνῶν γεννᾷ με.᾿ Εἰ μὲν οὖν ἦν φύσει καὶ τῇ
οὐσίᾳ κτίσμα ὁ Λόγος, καὶ μὴ διαφορὰ ἦν τοῦ γεννήματος πρὸς
τὸ κτίσμα, οὐκ ἂν ἐπήγαγε τὸ ‘γεεννᾷ με,᾿ ἀλλ᾿ ἠρκεῖτο τῷ
‘ἔκτισεν,᾿ ὡς τῆς λέξεως ταύτης σημαινούσης τὸ ‘ἐγέννησε·᾿
νῦν δὲ εἰρηκὼς, ‘ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,ʼ
ἐπήγαγεν οὐχ ἀπλῶς τὸ ‘γεννᾷ με,᾿ ἀλλὰ μετὰ συμπλοκῆς τοῦ
‘δὲ συνδέσμου, ὡς ἀσφαλιζόμενος ἐν τούτῳ τὴν τοῦ ‘ἔκτισε᾿
λέξιν, λέγων· ‘πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.᾿  Τὸ γὰρ
γεννᾶ με, τῷ ‘ἔκτισε᾿ συμπεπλεγμένως ἐπιφερόμενον, μίαν
ποιεῖ τὴν διάνοιαν, καὶ δείκνυσιν ὅτι τὸ μὲν ‘ἔκτισε᾿ διά τι
εἴρηται· τὸ δὲ ‘γεννᾷ με πρὸ τοῦ ‘ἔκτισεν,᾿ ἐστίν. Ὥσπερ
γὰρ εἰ ἔμπαλιν εἰρήκει, ‘Κύριος γεννᾷ με,’ καὶ ἐπέφερε, ‘πρὸ
δὲ πάντων βουνῶν ἔκτισέ με,᾿ πάντως προηγεῖτο τοῦ ‘ἐγέννησεʼ
τὸ ‘ἔκτισεν οὕτως εἰρηκὼς πρῶτον, ‘ἔκτισεν,ʼ εἶτα ἐπαγαγὼν,
πρὸ δὲ πάντων γεννᾷ με,᾿ ἐξ ἀνάγκης δείκνυσι προηγεῖσθαι τὸ
‘ἐγέννησε᾿ τοῦ ‘ἔκτισε.᾿ Καὶ γὰρ καὶ λέγων, ‘πρὸ πάντων
γεννᾷ με,’ ἄλλον ἑαυτὸν εἶναι τῶν πάντων σημαίνει, δειξάσης
<note type="marginal">Cp. c. 48.</note> ἐν τοῖς πρὸ τούτων τῆς ἀληθείας, ὅτι περὶ τῶν κτισμάτων οὐδὲν
ἕτερον τοῦ ἑτέρου προγέγονεν, ἀλλʼ ἀθρόως ἃμα πάντα τὰ γενητὰ
ἑνὶ καὶ τῷ αὐτῷ προστάγματι ὑπέστη. Διὰ τοῦτο γοῦν οὐδὲ τὰ
ἐπὶ τοῦ ‘ἔκτισε, ταῦτα καὶ ἐπὶ τοῦ ‘γεννᾷ μεʼ κεῖται· ἀλλʼ ἐπὶ

<pb n="131"/>
μὲν τοῦ ‘ἔκτισε,ʼ κεῖται ‘ἀρχὴν ὁδῶν·’ ἐπὶ δὲ τοῦ ‘γεννᾷ μεʼ
οὐκ εἷπεν, ‘ἀρχὴν γεννᾷ με,᾿ ἀλλὰ, ‘πρὸ πάντων γεννᾷ με.᾿ Ὁ
δὲ πρὸ πάντων ὢν οὐκ ἔστιν ἀρχὴ τῶν πάντων, ἀλλʼ ἄλλος ἐστὶ
τῶν πάντων. Εἰ δὲ ἄλλος ἐστὶ τῶν πάντων, ἐν οἷς καὶ ἡ ἀρχὴ
τῶν πάντων σημαίνεται, δῆλον ὅτι ἄλλος ἐστὶ τῶν κτισμάτων·
καὶ συνίσταται φανερῶς, ὅτι ἄλλος ὢν ὁ Λόγος τῶν πάντων καὶ
πρὸ πάντων ὢν, ὕστερον κτίζεται  ‘ἀρχὴ τῶν ὁδῶν εἰς ἔργα’ διὰ
τὴν ἐνανθρώπησιν, ἵνα, ὡς εἶπεν ὁ ἀπόστολος, ‘ὅς ἐστιν ἀρχὴ. <note type="marginal">Col. i. 18.</note>
πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πάσιν αὐτὸς πρωτεύων.᾿</p></div></div></body></text></TEI>