46. Ὅτι μὲν οὖν τὰ φύσει τὴν οὐσίαν ἔχοντα κτιστὴν κτίσματα λέγεται καὶ κτίζεται, ἀρκεῖ ταῦτα πρὸς ὑπόμνησιν εἰρῆσθαι, πλήρους οὔσης τῆς γραφῆς· ὅτι δὲ ἡ τοῦ ἔκτισεʼ μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν καὶ τὴν γένεσιν σημαίνει, ὁ μὲν Δαυῒδ ψάλλει, ‘Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ Ps. ci .(cii.) 18. λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον·’ καὶ πάλιν, ‘Καρδίαν Ib. ’I. (li.) 10. καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός·’ ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Ἐφεσίους φησὶ, ‘τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, Eph. ii. 15. ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον·’ καὶ πάλιν· ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν Ib. iv. 24. κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.’ Οὔτε γὰρ ὁ Δαυῒδ λαόν τινα κατʼ οὐσίαν κτιζόμενον ἔλεγεν, οὔτε καρδίαν ἑτέραν ηὔχετο λαβεῖν, παῤ ἣν εἶχεν· ἀλλὰ τὴν κατὰ Θεὸν ἀνανέωσιν καὶ ἀνακαίνισιν ἐσήμαινεν. Οὔτε δὲ ὁ Παῦλος κατʼ οὐσίαν κτιζομένους ἐν τῷ Κυρίῳ δύο τινὰς ἐδήλου, ἀλλʼ οὐδὲ ἄλλον τινὰ ἐνδύσασθαι ἡμᾶς ἄνθρωπον συνεβούλευεν· ἀλλὰ τὸν μὲν κατὰ Θεὸν ἄνθρωπον, τὸν κατʼ ἀρετὴν βίον ἔλεγε, τοὺς δὲ κτιζομένους ἐν Χριστῷ τοὺς ἀνακαινιζομένους ἐν αὐτῷ δύο λαοὺς ἐσήμαινε. Tοιοῦτόν ἐστι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἱερεμίᾳ, Jer. xxxi. 22. ‘Ἔκτισε Κύριος σωτηρίαν καινὴν εἰς καταφύτευσιν, ἐν ᾗ σωτηρίᾳ Cp. Ath. Exp. Fid. 3. περιελεύσονται ἄνθρωποι·’ τοῦτο δὲ λέγων οὐκ οὐσίαν τινὰ κτίσματος σημαίνει, ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀνακαινιζομένην σωτηρίαν προφητεύει, τὴν γενομένην ἐν Χριστῷ πρὸς ἡμᾶς. Τοιαύτης δὴ οὔσης καὶ τῆς διαφορᾶς, περί τε τῶν κτισμάτων καὶ τοῦ λεγομένου μόνον ‘ἔκτισεν,ʼ εἰ μὲν εὕρητέ που τὸν Κύριον λεγόμενον ἐν τῇ θείᾳ γραφῇ ‘κτίσμαʼ δείξατε καὶ μάχεσθε· εἰ δὲ μὴ γέγραπταί που κτίσμα εἶναι αὐτὸν, λέγει δὲ αὐτὸς περὶ ἑαυτοῦ ἐν Παροιμίαις, ‘Κύριος ἔκτισέ με,ʼ ἐντράπητε ὑπὸ τῆς προειρημένης διαφορᾶς, καὶ τῶν παροιμιωδῶς εἰρημένων· καὶ Ad. Ep. Æg. 17. λοιπὸν τὸ ‘ἔκτισεʼ μὴ κτίσμα ἀκούετε, ἀλλὰ τὸ περὶ αὐτὸν γενόμενον ἀνθρώπινον· τούτου γὰρ ἴδιόν ἐστι καὶ τὸ κτίζεσθαι. Ἐπεὶ πῶς οὐκ ἀδικεῖτε, ὅτι παρὰ μὲν τοῦ Δαυῒδ καὶ τοῦ Παύλου ἀκούοντες τὸ ‘ἔκτισεν’ οὐ τὴν οὐσίαν καὶ τὴν γένεσιν νοεῖτε, ἀλλὰ τὴν ἀνανέωσιν· παρὰ δὲ τοῦ Κυρίου ἀκούοντες τὸ ‘ἔκτισε,’ τὴν οὐσίαν αὐτοῦ τοῖς κτίσμασι συναριθμεῖτε; πάλιν τε ἀκούοντες, Prov. ix. 1. ‘Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτὰ,ʼ τὸν μὲν ‘οἶκον’ ἀλληγορεῖτε, τὸ δὲ ‘ἔκτισεν’ οὕτω λαμβάνοντες μεταποιεῖτε αὐτὸ εἰς κτίσμα· καὶ οὔτε τὸ εἶναι αὐτὸν δημιουργὸν ἐδυσώπησεν ὑμᾶς, οὔτε τὸ εἶναι αὐτὸν μόνον ἴδιον γέννημα τοῦ Πατρὸς ἐφοβήθητε· ἀλλὰ ἁπλῶς, ὡς πρὸς αὐτὸν ἀπογραψάμενοι, μάχεσθε, ἐλάττονά τε περὶ αὐτοῦ μᾶλλον ἢ περὶ ἀνθρώπων νοεῖτε. 47. Καὶ γὰρ καὶ αὐτὸ τὸ ῥητὸν δείκνυσιν ὑμῶν μόνον εὕρημα εἶναι τὸ λέγειν κτίσμα τὸν Κύριον. Τῆν γὰρ οὐσίαν ἑαυτοῦ γινώσκων ὁ Κύριος μονογενῆ Σοφίαν καὶ γέννημα τοῦ Πατρὸς, καὶ ἄλλην οὖσαν παρὰ τὰ γενητὰ καὶ τὰ φύσει κτίσματα, φιλανθρώπως νῦν λέγει, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ·’ ἴσον Cp. Ps. xxxix. (xl.) 6. τῷ εἰπεῖν, ‘Ὁ Πατὴρ σῶμά μοι κατηρτίσατο. καὶ εἰς ἀνθρώπους Heb. x. 5. με ἔκτισεν, ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας.ʼ Καὶ γὰρ ὥσπερ Cp. ad Epict. 8. Ἰωάννου ἀκούοντες, ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὐκ αὐτὸν ὅλον σάρκανοοῦμεν τὸν Λόγον, ἀλλὰ σάρκα ἐνδυσάμενον, καὶ γενόμενον ἄνθρωπον· ἀκούοντές τε, ‘Χριστὸς γέγονεν ὑπὲρ ἡμῶν κατάρα,’ καὶ, Gal. v. 18. 2 Cor. v. 21. ‘τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν,ʼ οὐκ αὐτὸ τοῦτο ὅλον κατάραν καὶ ἁμαρτίαν αὐτὸν νοοῦμεν γεγενῆσθαι, ἀλλʼ ὅτι τὴν μὲν καθʼ ἡμῶν κατάραν ἀνεδέξατο, ὡς εἶπεν ὁ ἀπόστολος, ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας·’ ‘τὰς δὲ ἁμαρτίας ἡμῶν,’ Gal. iii. 13. Isa. liii. 4. 1 Pet. ii. 24. ὡς μὲν ὁ Ἡσαΐας εἶπεν, ἐβάστασεν,’ ὡς δὲ ὁ Πέτρος ἔγραψεν. ‘ἀνήνεγκεν αὐτὰς τῷ σώματι ἐπὶ τὸ ξύλον.’ ὔτως ἐὰν ἀκούωμεν ἐν ταῖς Παροιμίαις τὸ ‘ἔκτισεν,ʼ οὐ δεῖ κτίσμα τῇ φύσει ὅλον νοεῖν τὸν Λόγον, ἀλλʼ ὅτι τὸ κτιστὸν ἐνδύσατο σῶμα, καὶ ὑπὲρ ἡμῶν ἔκτισεν αὐτὸν ὁ Θεὸς, εἰς ἡμᾶς τὸ κτιστὸν αὐτῷ καταρτίσας, ὡς γέγραπται, ‘σῶμα,ʼ ἵνʼ ἐν αὐτῷ ἀνακαινισθῆναι καὶ θεοποιηθῆναι δυνηθῶμεν. Τί τοίνυν ὑμᾶς ἠπάτησεν, ὦ ἀνόητοι, Cp. iii. 33. εἰπεῖν τὸν κτίστην ‘κτίσμα;ʼ ἢ πόθεν ἠγοράσατε ἑαυτοῖς τὸ καινὸν φρόνημα τοῦτο, καὶ ἐν αὐτῷ πομπεύετε; Αἱ γὰρ Παροιμίαι λέγουσι τὸ ‘ἔκτισεν·’ ἀλλʼ οὐ λέγουσι ‘κτίσμα’ τὸν Υἱὸν, ἀλλὰ γέννημα, καὶ κατὰ τὴν προειρημένην δὲ ἐκ τῶν Γραφῶν διαστολὴν, λέγω τοῦ ‘ἔκτισε’ καὶ τοῦ ‘κτίσματος,’ τὸ μὲν ἴδιον φύσει τοῦ Υἱοῦ μονογενῆ Σοφίαν αὐτὸν καὶ δημιουργὸν τῶν κτισμάτων γινώσκουσι· τὸ δὲ ‘ἔκτισε’ λέγουσαι, οὐκ ἐπὶ τῆς οὐσίας αὐτοῦ λέγουσιν, ἀλλὰ πολλῶν ‘ὁδῶν ἀρχὴνʼ αὐτὸν γίνεσθαι σημαίνουσιν, ὡς εἶναι ἐναντίον τὸ μὲν ‘ἔκτισε’ τῷ γεννήματι, τὸ λεγόμενον ‘ἀρχὴν ὁδῶνʼ τῷ εἶναι αὐτὸν μονογενῆ Λόγον. 48. Εἰ γὰρ γέννημά ἐστι, πῶς κτίσμα λέγετε αὐτόν; Οὐδεὶς Cp. ad Ep. Æg. 14. γὰρ, ἅπερ κτίζει, λέγει γεννᾷν, οὐδὲ τὰ ἴδια γεννήματα καλεῖ κτίσματα. Πάλιν τε εἰ μονογενής ἐστι, πῶς ‘ἀρχὴ τῶν ὁδῶνʼ αὐτὸς γίνεται; Ἀνάγκη γὰρ, αὐτὸν ἀρχὴν τῶν πάντων κτισθέντα, μηκέτι μόνον εἶναι, ἔχοντα τοὺς μετʼ αὐτὸν γενομένους. Καὶ γὰρ καὶ Ῥουβὴμ, ‘ἀρχὴ τῶν τέκνωνʼ γενόμενος, οὐκ ἦν μονογενὴς, Gen. xlix. 3. ἀλλὰ τῷ μὲν χρόνῳ πρῶτος, τῇ δὲ φύσει καὶ τῇ συγγενείᾳ εἷς ὢν τῶν μετʼ αὐτὸν ἐτύγχανεν. Οὐκοῦν εἰ καὶ ὁ Λόγος ‘ἀρχὴ τῶν ὁδῶν’ ἐστι, καὶ αὐτὸς ἂν εἴη οἷαι καὶ αἱ ὁδοὶ, αἵ τε ὁδοὶ τοιαῦται ἂν εἶεν οἷός ἐστι καὶ ὁ Λόγος, κἂν πρῶτος αὐτῶν τῷ χρόνῳ κτίζηται. Καὶ γὰρ καὶ πόλεως ἡ ἀρχὴ τοιαύτη ἐστὶν, οἷα καὶ τὰ ἄλλα μέρη τῆς πόλεώς ἐστι, αὐτά τε τὰ μέτη, συναπτόμενα τῇ ἀρχῇ, ὁλόκληρον καὶ μίαν τὴν πόλιν ἀποτελεῖ, ὡς ἑνὸς σώματος πολλὰ μέλη· καὶ οὐ τὸ μὲν αὐτῆς τῶν ποιούντων ἐστὶ, τὸ δὲ τῶν γινομένων, καὶ ὑπόκειται τῷ ἑτέρῳ μέρει, ἀλλὰ πᾶσα παρὰ τοῦ πεποιηκότος ἐπίσης ἔχει τὴν ἐπιμέλειαν καὶ συνέστηκεν. Εἰ τοίνυν καὶ ὁ Κύριος οὕτως ἀρχὴ τῶν πάντων κτίζεται, ἀνάγκη μετὰ πάντων αὐτὸν μίαν τὴν κτίσιν ἀποτελεῖν, καὶ μήτε διαφέρειν τῶν ἄλλων, κἂν ἀρχὴ τῶν πάντων γένηται, μήτε Κύριον εἶναι τῶν ἄλλων μερῶν τῆς κτίσεως, κἂν τῷ χρόνῳ πρεσβύτερος ὢν τυγχάνῃ· μετὰ πάντων γὰρ καὶ αὐτὸς ἕνα τὸν τῆς δημιουργίας ἔχει λόγον καὶ δεσπότην. Πῶς δὲ ὅλως, εἰ κτίσμα καθʼ ὑμᾶς ἐστι, δύναται μόνος καὶ πρῶτος κτίζεσθαι, ὥστε καὶ ἀρχὴν εἶναι πάντων, δήλου ὄντος ἐκ τῶν προειρημένων, ὅτι ἐν τοῖς κτίσμασιν οὐδέν ἐστιν ἔμμονον καθʼ ἑαυτὸ καὶ πρῶτον γενόμενον, ἀλλὰ μετὰ πάντων ἅμα τὴν γένεσιν ἔχει, 1 Cor. xv. 41. κἂν ‘τῇ δόξῃ διαφέρῃʼ τῶν ἄλλων; Οὐ γὰρ ἕκαστος τῶν ἀστέρων, οὐδὲ τῶν μεγάλων φωστήρων ὁ μὲν πρῶτος, ὁ δὲ δεύτερος ἐφάνη, ἀλλὰ μιᾷ ἡμέρᾳ καὶ τῷ αὐτῷ προστάγματι οἱ πάντες ἐκλήθησαν εἰς τὸ εἶναι, Οὕτω καὶ τῶν τετραπόδων καὶ πετεινῶν, καὶ νηκτῶν, καὶ κτηνῶν, καὶ τῶν φυτῶν ἡ γένεσις ἐπλάσθη· οὕτω καὶ τὸ κατʼ εἰκόνα γένος γέγονε τῶν ἀνθρώπων· εἰ γὰρ καὶ ὁ Ἀδὰμ ἐκ γῆς μόνος ἐπλάσθη, ἀλλʼ ἐν αὐτῷ ἦσαν οἱ λόγοι τῆς διαδοχῆς παντὸς τοῦ γένους. Rom. i. 20. 49. Ἀπὸ δὲ τῆς φαινομένης κτίσεως τοῦ κόσμου ‘τὰ ἀόρατα αὐτοῦ τοῖς ποιήμασι νοούμενα καθορῶμεν,ʼ ὅτι κἀκεῖ οὐ καθʼ ἕνα ἕκαστον ὁρῶμεν· οὐδὲ τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, ἀλλὰ ὁμοῦ πάντα κατὰ γένος συνέστη. Οὐ γὰρ ἕκαστον ἠρίθμησεν ὁ Col. i. 16. ἀπόστολος, ὥστε εἰπεῖν, ‘εἴτε ἄγγελος, εἴτε θρόνος, εἴτε κυριότης, καὶ ἐξουσία· ἀλλʼ ὁμοῦ πάντα κατὰ τὴν τάξιν λέγει, ‘εἴτε ἄγγελοι, εἴτε ἀρχάγγελοι, εἴτε ἀρχαί·ʼ τῶν γὰρ κτισμάτων τοιαύτη ἡ γένεσις. Εἴπερ οὖν, καθὰ προεῖπον, κτίσμα ἦν ὁ Λόγος, ἔδει μὴ πρῶτον, ἀλλὰ μετὰ τῶν ἄλλων δυνάμεων ἅμα γίνεσθαι, κἂν τῇ δόξῃ πλέον τῶν ἄλλων ὑπερέχῃ· οὕτω γὰρ καὶ ἐπὶ τῶν ἄλλων εὑρεῖν ἔστιν, ὅτι ἅμα μὲν γεγόνασι, καὶ οὐκ ἔστι πρῶτος ἢ δεύτερος, διαφέρουσι δὲ ἀλλήλων ἐν δόξῃ, καὶ οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ κύκλῳ, καὶ ἄλλοι ἐξ ἀριστερῶν, καὶ πάντες i. 61. ὑμνοῦσιν ἅμα, καὶ παρεστήκασι λειτουργοῦντες τῷ Κυρίῳ. Οὐκοῦν εἰ κτίσμα ἐστὶν ὁ Λόγος, οὐ πρῶτος ἂν εἴη, οὐδὲ ἀρχὴ Col. i. 17. τῶν ἄλλων· εἰ δὲ ‘πρὸ πάντωνʼ ἐστὶν, ὥσπερ οὖν καὶ ἔστι, καὶ μόνος αὐτὸς πρῶτος καὶ Υἱός ἐστιν, οὐκ ἄρα οὐδὲ ‘ἀρχὴ τῶν πάντωνʼ τῇ οὐσίᾳ ἐστίν· ἐν γὰρ τοῖς πᾶσι καὶ ἡ ἀρχὴ τῶν πάντων συναριθμεῖται. Εἰ δὲ μὴ ἀρχή ἐστιν, οὐδὲ κτίσμα ἐστίν· ἀλλʼ εὔδηλον ἂν εἴη ὡς τῇ οὐσίᾳ καὶ τῇ φύσει τῶν μὲν κτισμάτων διέστηκε, καὶ ἄλλος ἐστὶν αὐτῶν· τοῦ δὲ μόνου καὶ ἀληθινοῦ Θεοῦ ὁμοίωσις καὶ εἰκών ἐστι, μόνος καὶ αὐτὸς ὑπάρχων. Διὰ τοῦτο γοῦν οὐδὲ τοῖς κτίσμασιν αὐτὸν συντάττουσιν αἱ γραφαί· ἀλλʼ ὁ μὲν Δαυῒδ ἐπιπλήττει τοῖς τοιοῦτον αὐτὸν κἂν ἐνθυμεῖσθαι τολμῶσι, λέγων, ‘Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε;’ καὶ, Ps. lxxxv. (lxxxvi.) 8. ‘τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;’ Ὁ δὲ Βαροὺχ, Ib. lxxxviii. (lxxxix). 6. Bar. iii. 36. ‘Oὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.’ Ὁ μὲν γὰρ κτίζει, τὰ δὲ κτίζεται· καὶ ὁ μὲν τῆς τοῦ Πατρὸς οὐσίας ἴδιός ἐστι Λόγος καὶ Σοφία· τὰ δὲ γενόμενα, οὐκ ὄντα πρότερον, δι᾿ αὐτοῦ τοῦ Λόγου πεποίηται. 50. Τὸ ἄρα πολυθρύλλητον παρʼ ὑμῶν εἰρημένον, ‘Κτίσμα i. 5. ἐστὶν ὁ Υἰὸς,ʼ οὐκ ἔστιν ἀληθὲς, ἀλλʼ ὑμῶν φαντασία μόνη· καὶ κατηγορεῖσθε παρὰ τοῦ Σολομώνος, ὅτι πολλάκις αὐτοῦ κατεψεύσασθε. Οὐ γὰρ εἴρηκεν αὐτὸν κτίσμα, ἀλλὰ γέννημα καὶ Σοφίαν Θεοῦ, λέγων, ‘Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· καὶ, Prov. iii. 19. ‘Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον.’ Καὶ αὐτὸ δὲ τὸ ῥητὸν Ib.ix. 1. ἐξεταζόμενον ἐλέγχει τὴν δυσσέβειαν ὑμῶν· γέγραπται γὰρ, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ·’ Οὐκοῦν εἰ πρὸ πάντων ἐστὶν αὐτὸς, λέγει δὲ, ‘ἔκτισέ με,ʼ οὐχ ‘ἵνα ποιήσω τὰ ἔργα,’ ἀλλʼ ‘εἰς τὰ ἔργα,ʼ ἢ δεύτερόν ἐστιν αὐτοῦ τὸ ‘ἔκτισεν,’ ἢ φανήσεται δεύτερος αὐτὸς τῶν ἔργων, εὑρίσκων αὐτὰ κτιζόμενος ἤδη πρὸ αὐτοῦ ὑφεστῶτα, ἐφʼ ἃ καὶ γίνεται. Εἰ δὲ τοῦτο, πῶς ἔτι ‘πρὸ πάντωνʼ ἐστὶν αὐτός; Πῶς δὲ καὶ ‘πάντα διʼ αὐτοῦ ἐγένετο,ʼ καὶ ‘ἐν αὐτῷ συνέστηκεν;’ Ἰδοὺ John i. 3. Col. i. 17. γὰρ καθʼ ὑμᾶς καὶ πρὸ αὐτοῦ συνειστήκει τὰ ἔργα, εἰς ἃ κτίζεται καὶ ἀποστέλλεται. Ἀλλʼ οὐκ ἔστιν οὕτω· μὴ γένοιτο· ψευδής ἐστι τῶν αἱρετικῶν ἡ διάνοια. Οὐ γὰρ κτίσμα ἐστὶν, ἀλλὰ κτίστης μέν ἐστιν ὁ τοῦ Θεοῦ Λόγος· τότε δὲ λέγει παροιμιωδῶνς, ‘ἔκτισέ με,ʼ ὅτε τὴν κτιστὴν ἐνεδύσατο σάρκα. Καὶ τοῦτο πάλιν δυνατόν ἐστι καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ διανοεῖσθαι. Υἱὸς γὰρ ὢν καὶ Πατέρα τὸν Θεὸν ἔχων, (αὐτοῦ γὰρ ἴδιόν ἐστι γέννημα,) ὅμως ‘Κύριονʼ νῦν ὀνομάζει τὸν Πατέρα· οὐχ ὅτι Phil. ii. 7. δοῦλος ἦν, ἀλλʼ ὅτι ‘τὴν τοῦ δούλου μορφὴν ἀνέλαβεν.’ Ἔπρεπε γὰρ αὐτὸν, ὥσπερ ὄντα Λόγον ἐκ τοῦ Πατρὸς, ‘Πατέρα’ τὸν Θεὸν καλεῖν· τοῦτο γὰρ ἴδιον υἱοῦ πρὸς πατέρα· John iv. 34. οὕτως ἐλθόντα τελειῶσαι τὸ ἔργον,ʼ καὶ δούλου λαβόντα μορφὴν, ‘Κύριονʼ ὀνομάζειν τὸν Πατέρα. Καὶ ταύτην τὴν διαφορὰν αὐτὸς ἐδίδαξε μετὰ καλῆς τῆς διαστολῆς, λέγων ἐν τοῖς εὐαγγελίοις, ‘Ἐξομολογοῦμαί σοι, Πάτερ· εἶτα, ‘Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.’ Ἑαυτοῦ μὲν γὰρ εἶναι Πατέρα τὸν Θεὸν λέγει, τῶν δὲ κτισμάτων αὐτὸν ‘Κύριον’ ὀνομάζει· ὡς ἐκ τούτου δείκνυσθαι λευκῶς, ὅτι, ἡνίκα τὸ κτιστὸν ἐνεδύσατο, τότε τὸν Πατέρα καλεῖ ‘Κύριονʼ Καὶ γὰρ καὶ ἐν τῇ προσευχῇ τοῦ Δαυῒδ τὴν αὐτὴν διαφορὰν σημαίνει τὸ Πνεῦμα τὸ ἅγιον, διὰ Ps. lxxxv. (lxxxvi.) 16. τῶν ψαλμῶν λέγον, ‘δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.’ Ἄλλος γάρ ἐστιν ὁ φύσει καὶ ἀληθινὸς παῖς τοῦ Θεοῦ, καὶ ἄλλα τὰ τῆς παιδίσκης τέκνα, ἥτις ἐστὶ τῶν γενητῶν ἡ φύσις. Διὸ καὶ ὁ μὲν, ὡς Υἱὸς, ἔχει τὸ πατρικὸν κράτος, τὰ δὲ σωτηρίας ἐστὶ δεόμενα.