41. Ἀλλʼ ἀκουέτωσαν μὲν αἱ ἄλλαι αἱρέσεις καὶ Μανιχαῖοι ὅτι εἷς ἐστιν ὁ τοῦ μὲν Χριστοῦ Πατὴρ, τῆς δὲ κτίσεως δεσπότης καὶ ποιητὴς διὰ τοῦ ἰδίου Λόγου· ἀκουέτωσαν δὲ ἰδίᾳ καὶ Ἀρειομανῖται ὅτι εἷς ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὁ μόνος ἴδιος καὶ γνήσιος ἐκ τῆς οὐσίας αὐτοῦ ὢν Υἱὸς, καὶ ἀχώριστον ἔχων πρὸς τὸν Πατέρα ἑαυτοῦ τὴν ἑνότητα τῆς θεότητος, ὡς πολλάκις εἴπομεν, μαθόντες παῤ αὐτοῦ τοῦ Σωτῆρος. Ἐπεὶ εἰ μὴ Col. i. 17. οὕτως ἔχει, διὰ τί ‘δι’ αὐτοῦ κτίζειʼ ὁ Πατὴρ, καὶ ἐν αὐτῷ ‘ἀποκαλύπτεται’ Matt. xi. 27. οἷς ἐὰν θέλῃ, καὶ φωτίζει τούτους; ἢ διὰ τί καὶ ἐν Cp. i. 34. iv. 21. τῇ τελειώσει τοῦ βαπτίσματος συγκατονομάζεται τῷ Πατρὶ ὁ Υἱός; εἰ μὲν γὰρ αὐτάρκης οὐκ ἔστιν ὁ Πατὴρ, ἀσεβὴς ἡ φωνή· εἰ δὲ αὐτάρκης (τοῦτο γὰρ θέμις εἰπεῖν), τίς ἡ χρεία τοῦ Υἱοῦ ἢ εἰς τὴν δημιουργίαν ἢ εἰς τὸ ἅγιον λουτρόν; ποία γὰρ κοινωνία τῷ κτίσματι πρὸς τὸν κτίστην; ἢ διὰ τί τὸ πεποιημένον συναριθμεῖται τῷ ποιήσαντι εἰς τὴν τῶν πάντων τελείωσιν; ἢ διὰ τί καθʼ ὑμᾶς ἡ πίστις εἰς ἕνα κτίστην καὶ εἰς ἓν κτίσμα παραδίδοται; Εἰ μὲν γὰρ ἵνα συναφθῶμεν τῇ θεότητι, τίς χρεία τοῦ κτίσματος; εἰ δὲ ἵνα ἑνωθῶμεν τῷ Υἱῷ κτίσματι ὄντι, περιττὴ καθʼ ὑμᾶς ἡ ἐν τῷ βαπτίσματι τοῦ Υἱοῦ ὀνομασία· ὁ γὰρ αὐτὸν υἱοποιήσας Θεὸς ἱκανός ἐστι καὶ ἡμᾶς υἱοποιῆσαι. Ἄλλως τε εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, μιᾶς οὔσης τῆς φύσεως τῶν λογικῶν κτισμάτων, οὐδεμία παρὰ κτίσματος κτίσμασι c. 41. βοήθεια γενήσεται, διὰ τὸ πάντας δεῖσθαι τῆς παρὰ τοῦ Θεοῦ χάριτος. Ὀλίγα μὲν οὖν προλαβόντες εἴπομεν ὡς ἀκολούθως ‘διʼ αὐτοῦ γέγονε τὰ πάντα·’ ἐπειδὴ δὲ καὶ τοῦ ἁγίου βαπτίσματος ἡ ἀκολουθία πεποίηκεν ἡμᾶς μνημονεῦσαι, ἀναγκαῖον, ὥς γε νοῶ καὶ πεπίστευκα, λέγειν, οὐχ ὡς μὴ αὐτάρκους ὄντος τοῦ Πατρὸς, συνονομάζεται καὶ ὁ Υἱὸς, οὐδὲ ἀπλῶς καὶ ὡς ἔτυχεν· ἀλλʼ ἐπειδὴ Λόγος ἐστὶ τοῦ Θεοῦ καὶ ἰδία Σοφία, ἀπαύγασμά τε ὢν αὐτοῦ, ἀεί ἐστι μετὰ τοῦ Πατρὸς, διὰ τοῦτο ἀδύνατον, παρέχοντος τοῦ Πατρὸς, μὴ ἐν τῷ Υἱῷ δίδοσθαι τὴν χάριν· ἐν τῷ Πατρὶ γάρ ἐστιν ὁ Υἱὸς, ὡς τὸ ἀπαύγασμα ἐν τῷ iii. 3. φωτί. Οὐ γὰρ ὡς ἐνδεὴς ὁ Θεὸς, ἀλλʼ ὡς Πατὴρ, ‘τῇ ἑαυτοῦ Prov. iii. 19. Σοφίᾳ τεθεμελίωκε τὴν γῆν,ʼ καὶ τῷ ἐξ αὐτοῦ ‘Λόγῳ τὰ πάντα Wisd. ix. 1. πεποίηκε,’ τό τε ἅγιον λουτρὸν ἐν τῷ Υἱῷ βεβαιοῖ. Ἔνθα γὰρ ὁ Πατὴρ, ἐκεῖ καὶ ὁ Υἱός ἐστιν· ὡς ἔνθα τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύγασμα. Καὶ ὥσπερ ἃ ὁ Πατὴρ ἐργάζεται, διὰ τοῦ Υἱοῦ ἐργάζεται, καὶ λέγει αὐτὸς ὁ Κύριος, ‘ἂ βλέπω τὸν Πατέρα John v. 19. ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ·’ οὕτω καὶ τοῦ βαπτίσματος διδομένου, ὃν βαπτίζει ὁ Πατὴρ, τοῦτον ὁ Υἱὸς βαπτίζει· καὶ ὃν ὁ Υἱὸς βαπτίζει, οὗτος ἐν Πνεύματι ἁγίῳ τελειοῦται. Πάλιν τε ὥσπερ τοῦ ἡλίου φαίνοντος, λέγοι ἄν τις καὶ τὸ ἀπαύγασμα φωτίζειν· ἓν γάρ ἐστι τὸ φῶς, καὶ οὐκ ἔστι διελεῖν, οὐδὲ ἀποσχίσαι· οὕτως ἔνθα πάλιν ὁ Πατήρ ἐστιν ἢ ὀνομάζεται, ἐκεῖ πάντως καὶ ὁ Υἱὸς ὑπάρχει· ὀνομάζεται δὲ ἐν τῷ βαπτίσματι ὁ Πατήρ· ἀνάγκη καὶ τὸν Υἱὸν συγκατονομάζεσθαι. 42. Διὰ τοῦτο καὶ τοῖς ἀγίοις ἐπαγγελλόμενος, οὕτως ἔλεγεν· ‘ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παῤ αὐτῷ ποιήσομεν·’ Ib. xiv. 23. καὶ πάλιν, ‘ἵνʼ ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, κἀκεῖνοι ἓν Ib. xvii. 21. ὦσιν ἐν ἡμῖν.’ Καὶ ἡ διδομένη δὲ χάρις μία ἐστὶ παρὰ τοῦ Πατρὸς ἐν Υἱῷ διδομένη, ὡς ὁ Παῦλος διὰ πάσης ἐπιστολῆς γράφει· ‘Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Rom. i. 7; 1 Cor. i. 3; Eph. i. 2. Κυρίου Ἰησοῦ Χριστοῦ.’ Δεῖ γὰρ τὸ φῶς εἶναι μετὰ τῆς αὐγῆς, καὶ τὸ ἀπαύγασμα συνορᾶσθαι μετὰ τοῦ ἰδίου φωτός. Ὅθεν Cp. i. 14. Ἰουδαῖοι μετὰ τούτων ‘ἀρνούμενοι τὸν Υἱὸν, οὐκ ἔχουσιν οὐδὲ 1 John ii. 23. τὸν Πατέρα·᾿ ‘καταλείψαντες γὰρ τὴν πηγὴν τῆς σοφίας,ʼ ὡς ὀνειδίζων αὐτοὺς εἶπεν ὁ Βαροὺχ, ἀπέβαλον ἀφʼ ἑαυτῶν καὶ τὴν Bar. iii. 12. ἐκ ταύτης Σοφίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ‘Χριστὸς γὰρ,ʼ φησὶν ὁ ἀπόστολος, ‘Θεοῦ δύναμις καὶ Θεοῦ Σοφία·ʼ 1 Cor. i. 24. λέγοντες· ‘Οἰκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.’ Ἰουδαῖοι John xix. 16. μὲν οὖν ἔχουσι τῆς ἀρνήσεως τὰ ἐπίχειρα τῆς ἐπιτιμίας· ἀπώλεσαν γὰρ σὺν τῇ πόλει καὶ τὸν λογισμόν. Οὖτοι δὲ κινδυνεύουσι λοιπὸν καὶ περὶ αὐτὸ τὸ πλήρωμα τοῦ μυστηρίου· φημὶ δὴ τὸ βάπτισμα. Εἰ γὰρ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ δίδοται ἡ τελείωσις, οὐ λέγουσι δὲ Πατέρα ἀληθινὸν, διὰ τὸ ἀρνεῖσθαι τὸ i. 20, 21, 26; iii. 26. ἐξ αὐτοῦ καὶ ὅμοιον τῆς οὐσίας, ἀρνοῦνται δὲ καὶ τὸν ἀληθινὸν Υἱὸν, καὶ ἄλλον ἑαυτοῖς ἐξ οὐκ ὄντων κτιστὸν ἀναπλάττοντες ὀνομάζουσι, πῶς οὐ παντελῶς κενὸν καὶ ἀλυσιτελὲς τὸ παῤ αὐτῶν διδόμενόν ἐστι, προσποίησιν μὲν ἔχον, τῇ δὲ ἀληθείᾳ μηδὲν ἔχον πρὸς εὐσέβειαν βοήθημα; Οὐ γὰρ ‘εἰς Πατέρα καὶ Υἱὸν’ διδόασιν οἱ Ἀρειανοὶ, ἀλλʼ εἰς κτίστην καὶ κτίσμα, καὶ εἰς ποιητὴν καὶ ποίημα. Ὥσπερ δὲ ἄλλο ἐστὶ κτίσμα παρὰ τὸν Υἱὸν, οὕτως ἄλλο ἂν εἴη τῆς ἀληθείας τὸ παῤ αὐτῶν νομιζόμενον δίδοσθαι, κἂν τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, διὰ τὸ γεγραμμένον, ὀνομάζειν προσποιῶνται. Οὐ γὰρ ὁ λέγων ἁπλῶς, Cp. Matt. vii. 21. ‘Κύριε,ʼ οὗτος καὶ δίδωσιν, ἀλλʼ ὁ μετὰ τοῦ ὀνόματος καὶ τὴν πίστιν ἔχων ὀρθήν. Διὰ τοῦτο γοῦν καὶ ὁ Σωτὴρ οὐχ ἀπλῶς Ib. xxviii. 19. ἐνετείλατο βαπτίζειν, ἀλλὰ πρῶτόν φησι, ‘μαθητεύσατε·’ εἶθʼ οὕτως· ‘βαπτίζετε εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος·’ ἵνʼ ἐκ τῆς μαθήσεως ἡ πίστις ὀρθὴ γένηται, καὶ μετὰ πίστεως ἡ τοῦ βαπτίσματος τελείωσις προστεθῇ. 43. Πολλαὶ γοῦν καὶ ἄλλαι αἱρέσεις, λέγουσαι τὰ ὀνόματα μόνον, μὴ φρονοῦσαι δὲ ὀρθῶς, ὡς εἴρηται, μηδὲ τὴν πίστιν ὑγιαίνουσαν ἔχουσαι, ἀλυσιτελὲς ἔχουσι καὶ τὸ παῤ αὐτῶν διδόμενον ὕδωρ, λειπόμενον εὐσεβείᾳ· ὥστε καὶ τὸν ῥαντιζόμενον παῤ αὐτῶν ῥυπαίνεσθαι μᾶλλον ἐν ἀσεβείᾳ ἢ λυτροῦσθαι. Οὕτω καὶ Ἔλληνες, καίτοι Θεὸν διὰ χειλέων λέγοντες, ἀθεότητος ἔχουσιν ἔγκλημα, ὅτι τὸν ὄντως ὄντα καὶ ἀληθινὸν Θεὸν οὐ γινώσκουσι, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ· οὕτω Μανιχαῖοι καὶ Φρύγες, καὶ οἱ τοῦ Σαμοσατέως μαθηταὶ, τὰ ὀνόματα λέγοντες, οὐδὲν ἧττόν εἰσιν αἱρετικοί οὕτω καθεξῆς λοιπὸν καὶ οἱ τὰ Ἀρείου φρονοῦντες, κἂν ἀναγινώσκωσι τὰ Cp. Ep. ad Ep. Æg. 3. γεγραμμένα, καὶ λέγωσι τὰ ὀνόματα, καὶ αὐτοὶ παίζουσι τοὺς λαμβάνοντας παῤ αὐτῶν, πλέον τῶν ἄλλων αἱρέσεων ἀσεβέστεροι τυγχάνοντες, καὶ κατʼ ὀλίγον ὑπερκείμενοι ταύτας, καὶ δικαιοῦντες αὐτὰς ἐκ τῆς ἑαυτῶν ἀθυρογλωττίας. Ἐκεῖναι μὲν γὰρ πλέον τι τῆς ἀληθείας καταψεύδονται, καὶ ἢ περὶ τὸ σῶμα Cp. iii. 33; Ep. ad Epict. 7. σφάλμα ἔχουσι, λέγοντες μὴ ἐκ Μαρίας ἐσχηκέναι σάρκα τὸν Κύριον, ἢ ὅτι ὅλως οὐ γέγονε θάνατος, οὐδὲ ὅλως ἄνθρωπος γέγονεν, ἀλλὰ μόνον ἐφάνη, καὶ οὐκ ἦν ἀληθῶς, καὶ ἐδόκει σῶμα ἔχειν, μὴ ἔχων, καὶ ἐδόκει ἄνθρωπος φαίνεσθαι ὡς ἐν ὀνείρῳ φαντασίας· οὗτοι δὲ εἰς αὐτὸν τὸν Πατέρα φανερῶς ἀσεβοῦσι. Τὴν γὰρ θεότητα αὐτοῦ εἰς τὸν Υἱὸν ὡς ἐν εἰκόνι μαρτυρουμένην ἀκούοντες ἀπὸ τῶν γραφῶν, βλασφημοῦτι, λέγοντες αὐτὴν εἶναι κτίσμα, καὶ πανταχοῦ περὶ αὐτῆς τὸ ‘οὐκ ἦν,ʼ Cp. i. 11. ὡς ἐν πήρᾳ βόρβορον, τὸ λεξείδιον τοῦτο περιφέρουσι, καὶ ὡς ὄφις τὸν ἰὸν, τοῦτο προβάλλονται. Εἶτα, ἐπειδὴ ναυσηρὸν παρὰ πᾶσι τὸ παῤ αὐτοῖς ἐστι δόγμα, εὐθὺς ὥσπερ ἔρεισμα τῷ πτώματι τῆς αἱρέσεως, τὴν ἀνθρωπίνην προστασίαν ὑποτιθέασι, Cp.  i. 10. ἵνα ταύτην βλέπων ὁ ἁπλούστερος, ἢ καὶ δεδιὼς, μὴ κατανοῇ τὸ βλαβερὸν τῆς κακοφροσύνης αὐτῶν. Πῶς οὖν οὐκ ἄξιον οἰκτείρειν τοὺς παῤ αὐτῶν ἀπατωμένους; ἢ πῶς οὐκ ἐπὶ τούτοις δακρῦσαι καλὸν, ὅτι τῇ παραυτίκα διὰ τὰς ἡδονὰς φαντασίᾳ προδιδόασι τὸ ἑαυτοῖς συμφέρον, καὶ ἐκπίπτουσι τῆς μελλούσης ἐλπίδος; Εἰς γὰρ τὸν οὐκ ὄντα δοκοῦντες λαμβάνειν, οὐδὲν εἰληφότες ἔσονται· κτίσματί τε συντασσόμενοι, οὐδεμίαν παρὰ τῆς κτίσεως ἕξουσι βοήθειαν. Καὶ εἰς ἀνόμοιον δὲ καὶ ἀλλότριον Cp. i. 6, 17. κατʼ οὐσίαν τοῦ Πατρὸς πιστεύοντες, οὐ συναφθήσονται τῷ Πατρὶ, μὴ ἔχοντες τὸν ἴδιον καὶ ἐξ αὐτοῦ φύσει Υἱὸν, τὸν ‘ὄντα Cp. iii. 3. ἐν τῷ Πατρὶ, ἐν ᾧ καὶ ὁ Πατήρ ἐστιν,’ ὡς αὐτὸς εἴρηκεν· ἀλλὰ John xiv. 10. πλανηθέντες παρὰ τούτων, ἔρημοι καὶ γυμνοὶ λοιπὸν ἀπομένουσι τῆς θεότητος οἱ ἄθλιοι. Οὐδὲ γὰρ ἀκολουθήσει τούτοις ἀποθνήσκουσιν ἡ τῶν ἐπὶ γῆς φαντασία· οὐδʼ ὅταν ἴδωσιν, ὃν ἠρνήσαντο, Κύριον καθήμενον ἐπὶ τὸν θρόνον τοῦ Πατρὸς αὐτοῦ, καὶ κρίνοντα ζῶντας καὶ νεκροὺς, δυνήσεταί τις εἰς βοήθειαν ἐπικαλέσασθαί τινα τῶν νῦν ἀπατησάντων· κρινομένους γὰρ καὶ αὐτοὺς ὄψονται καὶ μεταμελομένους ἐφʼ οἷς ἠδίκησαν καὶ ἠσέβησαν. 44. Ταῦτα πρὸ τοῦ ῥητοῦ τῶν Παροιμιῶν τέως διελάβομεν, (6.) ἐνιστάμενοι πρὸς τὰς ἀλόγους ἐκ καρδίας αὐτῶν μυθοπλαστίας· ἵνα γνόντες ὡς οὐχ ἁρμόζει λέγειν ‘κτίσμαʼ τὸν Υἱὸν τοῦ Θεοῦ, i. 9. μάθωσι καλῶς ἀναγινώσκειν καὶ αὐτοὶ τὸ ἐν ταῖς Παροιμίαις ῥητὸν, ὀρθὴν ἔχον καὶ αὐτὸ τὴν διάνοιαν. Γέγραπται μὲν γάρ· ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ·ʼ ἀλλʼ Prov. viii. 22. ἐπειδὴ παροιμίαι εἰσὶ, καὶ παροιμιωδῶς ἐλέχθη, οὐ δεῖ τὴν πρόχειρον λέξιν ἀπλῶς οὕτως ἐκλαμβάνειν, ἀλλὰ τὸ πρόσωπον ζητεῖν, καὶ οὕτω μετʼ εὐσεβείας τὸν νοῦν ἐφαρμόζειν αὐτῷ. Τὰ γὰρ ἐν παροιμίαις λεγόμενα, οὐκ ἐκ φανεροῦ λέγεται, ἀλλὰ κεκρυμμένως ἀπαγγέλλεται, ὡς αὐτὸς ὁ Κύριος ἐδίδαξεν ἐν τῷ John xvi. 25. κατὰ Ἰωάννην εὐαγγελίῳ, λέγων, ‘Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, ἀλλʼ ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ.’ Οὐκοῦν ἀποκαλύπτειν χρὴ τὸν νοῦν τοῦ ῥητοῦ, ὡς κεκρυμμένον τε τοῦτον ζητεῖν, καὶ μὴ ὡς ἐν παῤῥησίᾳ εἰρημένον ἀπλῶς ἐκλαμβάνειν, ἵνα μὴ παρεξηγούμενοι πλανηθῶμεν ἀπὸ τῆς ἀληθείας. Εἰ μὲν οὖν περὶ ἀγγέλου ἢ ἑτέρου τινὸς τῶν γενητῶν ἐστι τὸ γεγραμμένον, ὡς περὶ ἑνὸς ἡμῶν τῶν ποιημάτων, ἔστω λεγόμενον τὸ ‘ἔκτισέ με·’ εἰ δὲ ἡ Σοφία τοῦ Θεοῦ ἐστιν, ἐν ᾗ πάντα τὰ γενητὰ δεδημιούργηται, ἡ περὶ ἑαυτῆς λέγουσα· τί δεῖ νοεῖν ἢ ὅτι τὸ ‘ἔκτισεʼ φάσκουσα, οὐκ ἐναντίον τῷ ‘ἐγέννησεʼ λέγει; οὐδὲ ὡς ἐπιλαθομένη ὅτι κτίζουσά ἐστι καὶ δημιουργὸς, ἢ ἀγνοοῦσα τὴν διαφορὰν τοῦ κτίζοντος καὶ τῶν κτισμάτων, ἐν τοῖς κτίσμασιν ἑαυτὴν συναριθμεῖ· ἀλλά τινα νοῦν, ὡς ἐν παροιμίαις, οὐ παῤῥησίᾳ, κεκρυμμένον δὲ σημαίνει· ὃν τοῖς μὲν ἀγίοις ἐνέπνεε προφητεύειν, αὐτὴ δὲ μετʼ ὀλίγα ἐκ παραλλήλου τὸ ‘ἔκτισενʼ ἐν ἑτέραις λέξεσι σημαίνουσά φησιν· Prov. ix. 1. ‘Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον.’ Δῆλον δέ ἐστιν οἶκον εἶναι τῆς Σοφίας τὸ ἡμέτερον σῶμα, ὅπερ ἀναλαβὼν γέγονεν John i. 14. ἄνθρωπος· καὶ εἰκότως παρὰ μὲν Ἰωάννου λέγεται, ‘ὁ Λόγος σὰρξ ἐγένετο·’ διὰ δὲ Σολομῶνος περὶ ἑαυτῆς ἡ Σοφία μετὰ παρατηρήσεώς φησιν, οὐχ ὅτι ‘κτίσμα εἰμὶ,ʼ ἀλλὰ μόνον ὅτι ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,’ ἀλλ᾿ οὐκ ‘εἰς τὸ εἶναί με ἔκτισεν,’ οὐδὲ ‘ὅτι κτίσματος ἀρχὴν καὶ γένεσιν ἔχω.’ 45. Καὶ ἐνταῦθα γὰρ οὐ τὴν οὐσίαν τῆς θεότητος αὐτοῦ, Cp. i. 14, 25. οὐδὲ τὴν ἐκ Πατρὸς ἀΐδιον ἑαυτοῦ καὶ γνησίαν γέννησιν ὁ Λόγος σημαίνων, διὰ Σολομῶνος εἴρηκεν, ἀλλὰ πάλιν τὸ ἀνθρώπινον καὶ τὴν εἰς ἡμᾶς οἰκονομίαν αὐτοῦ, Διὸ καὶ, καθὼς προεῖπον, οὐκ εἶπε, ‘κτίσμα εἰμὶ,ʼ ἢ, ‘κτίσμα ἐγενόμην,ʼ ἀλλὰ μόνον, ‘ἔκτισε.’ Τὰ μὲν γὰρ ‘κτίσματα,ʼ κτιστὴν ἔχοντα τὴν οὐσίαν, τῶν γενητῶν ἐστι, καὶ λέγεται κτίζεσθαι, καὶ πάντως τὸ κτίσμα κτίζεται· ἡ δὲ τοῦ ‘ἔκτισεʼ μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν ἢ τὴν γέννησιν σημαίνει, ἀλλά τι ἕτερον δηλοῖ γίνεσθαι περὶ ἐκεῖνον περὶ οὗ λέγει· καὶ οὐ πάντως τὸ λεγόμενον κτίζεσθαι ἤδη καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ἐστί. Καὶ ταύτην τὴν διαφορὰν οἶδεν ἡ θεία γραφὴ, περὶ μὲν τῶν κτισμάτων λέγουσα, ‘ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου·ʼ καὶ, ‘αὐτὴ ἡ κτίσις συστενάζει Ps. ciii. (civ.) 24. καὶ συνωδίνει·’ ἐν δὲ τῇ Ἀποκαλύψει φησὶ, ‘καὶ ἀπέθανε Rom. viii. 22. τὸ τρίτον μέρος τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα Rev. viii. 9. ψυχάς·’ καθὼς καὶ ὁ Παῦλος λέγει, ‘πᾶν κτίσμα Θεοῦ καλὸν, 1 Tim. iv. 4. καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἐν δὲ τῇ. Σοφίᾳ γέγραπται· ‘Καὶ τῇ Σοφίᾳ σου κατεσκεύασας τὸν ἄνθρωπον, Wisdom ix. 2. ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων.ʼ Καὶ ὅτι ταῦτα, κτίσματα ὄντα, λέγει κτίζεσθαι, οὕτω πάλιν ἔστιν ἀκοῦσαι τοῦ μὲν Κυρίου λέγοντος, ‘ἀπʼ ἀρχῆς δὲ ὁ κτίσας, ἄρσεν καὶ Mark x. 6. θῆλυ ἐποίησεν αὐτούς·’ Μωσέως δὲ ἐν τῇ ᾠδῇ γράφοντος, ‘Ἐπερωτήσατε ἡμέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς Deut. iv. 32. ἡμέρας, ἧς ἔκτισεν ὁ Θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ·’ ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Κολασσαεῖς φησιν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης Col. i. 15, 16. κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα διʼ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων.’