<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="36"><p>36. Οὐ δεῖ δὲ ζητεῖν, ‘διὰ τί μὴ τοιοῦτος ὁ τοῦ Θεοῦ Λόγος
οἷος καὶ ὁ ἡμέτερος·ʼ ἐπεὶ μὴ τοιοῦτος ὁ Θεὸς οἷοι καὶ ἡμεῖς,’ ὡς
προείρηται· ἀλλʼ οὐδὲ πρέπει ζητεῖν ‘πῶς ἐκ τοῦ Θεοῦ ἐστιν ὁ <note type="marginal">i. 15.</note>
Λόγος, ἢ πῶς ἀπαύγασμά ἐστι τοῦ Θεοῦ, ἢ πῶς γεννᾷ ὁ Θεὸς,
καὶ τίς ὁ τρόπος τῆς τοῦ Θεοῦ γεννήσεως· μαίνοιτο γὰρ ἄν τις
τοιαῦτα τολμῶν, ὅτι πρᾶγμα ἄῥῥητον καὶ φύσεως ἴδιον Θεοῦ, <note type="marginal">Cp. Ep. ad Monachos, 1; de Decr. Nic. 22.</note>
μόνῳ τε αὐτῷ καὶ τῷ Υἱῷ γινωσκόμενον, ἀξιοῖ λόγοις αὐτὸ
ἑρμηνευθῆναι· ἴσον γάρ ἐστι τοὺς τοιούτους ζητεῖν, ‘ποῦ ὁ Θεὸς,
καὶ πῶς ἐστιν ὁ Θεὸς, καὶ ποταπός ἐστιν ὁ Πατήρ.’ Ἀλλʼ
ὤσπερ τὸ τοιοῦτο ἐρωτᾷν ἀσεβές ἐστι, καὶ ἀγνοούντων τὸν
Θεὸν, οὕτω καὶ οὐ θέμις οὐδὲ περὶ τῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ
γεννήσεως τοιαῦτα τολμᾷν, οὐδὲ τῇ ἑαυτῶν φύσει καὶ ἀσθενείᾳ
συμμετρεῖν τὸν Θεὸν καὶ τὴν τούτου Σοφίαν· ἀλλʼ οὐδὲ διὰ
τοῦτο καὶ παρὰ τὴν ἀλήθειαν νοεῖν προσήκει· οὐδὲ εἰ ἀπορεῖ
τις ζητῶν περὶ τούτων, ὀφείλει καὶ ἀπιστεῖν τοῖς γεγραμμένοις.
Βέλτιον γὰρ ἀποροῦντας σιωπᾷν καὶ πιστεύειν, ἢ ἀπιστεῖν διὰ
τὸ ἀπορεῖν· διότι ὁ μὲν ἀπορῶν δύναταί πως καὶ συγγνώμην
ἔχειν, ὅτι ὅλως κἂν ζητήσας ἠρέμησεν· ὁ δὲ διὰ τὸ ἀπορεῖν
ἐπινοῶν ἑαυτῷ τὰ μὴ δέοντα, καὶ τὰ μὴ ἄξια περὶ Θεοῦ φθεγγόμενος,
ἀσύγγνωστον ἔχει τῆς τόλμης τὴν δίκην. Δύναται γὰρ
καὶ τῶν τοιούτων ἀποριῶν ἔχειν τινὰ παραμυθίαν ἐκ τῶν θείων

<pb n="106"/>
γραφῶν, ὥστε λαμβάνειν μὲν καλῶς τὰ γεγραμμένα, νοεῖν δὲ
ὡς ἐν παραδείγματι τὸν ἡμέτερον λόγον· ὅτι ὥσπερ οὗτος ἴδιος
ἐξ ἡμῶν ἐστι, καὶ οὐκ ἔξωθεν ἡμῶν ἔργον, οὕτω καὶ ὁ τοῦ Θεοῦ
Λόγος ἴδιός ἐστιν ἐξ αὐτοῦ, καὶ οὐκ ἔστι ποίημα, οὐδὲ ὡς ὁ τῶν
ἀνθρώπων λόγος· ἐπεὶ καὶ τὸν Θεὸν ἀνάγκη νοεῖν ἄνθρωπον.
<note type="marginal">Cp. Ep. ad Ep. Æg. 16.</note> Ἰδοὺ γὰρ πάλιν τῶν μὲν ἀνθρώπων πολλοὶ καὶ διάφοροι λόγοι
καθʼ ἡμέραν παρέρχονται, διὰ τὸ τοὺς πρώτους μὴ μένειν, ἀλλʼ
ἀφανίζεσθαι. Γίνεται δὲ πάλιν τοῦτο, ἐπεὶ καὶ οἱ τούτων
πατέρες, ἄνθρωποι ὄντες, παρερχομένας μὲν ἔχουσι τὰς ἡλικίας,
τὰ δὲ νοήματα ἐπερχόμενα· καὶ πρὸς ἃ λογίζονται καὶ ἐπιλογίζονται,
τοιαῦτα καὶ φθέγγονται· ὥστε καὶ πολλοὺς λόγους ἔχειν,
καὶ μετὰ τοὺς πολλοὺς μηδένα τούτων ὅλως· πέπαυται γὰρ ὁ
λαλῶν, καὶ ὁ λόγος εὐθὺς ἀνήλωται. Ὁ δὲ τοῦ Θεοῦ Λόγος
<note type="marginal">Ps. cxviii. (cxix.) 89.</note> εἷς ἐστι καὶ ὁ αὐτὸς, καὶ, ὡς γέγραπται, ‘ὁ Λόγος τοῦ Θεοῦ εἰς
τὸν αἰῶνα διαμένει, μὴ ἀλλοιούμενος, μηδὲ πρῶτος ἢ δεύτερος
ἑτέρου, ἀλλʼ ὁ αὐτὸς ὑπάρχων ἀεί. Ἔπρεπε γὰρ, ἑνὸς ὄντος τοῦ
Θεοῦ, μίαν εἶναι καὶ τὴν εἰκόνα, καὶ ἕνα τὸν τούτου Λόγον, καὶ
μίαν τὴν τούτου Σοφίαν.</p></div><div type="textpart" subtype="chapter" n="37"><p>37. Διὸ καὶ θαυμάζω, πῶς, ἑνὸς ὄντος τοῦ Θεοῦ, οὗτοι κατὰ
τὰς ἰδίας ἐπινοίας πολλὰς εἰκόνας καὶ σοφίας καὶ λόγους εἰσάγουσι,
<note type="marginal">i. 5.</note> καὶ ἄλλον μὲν εἶναι τὸν ἴδιον καὶ φύσει Λόγον τοῦ
Πατρὸς λέγουσιν, ἐν ᾧ καὶ τὸν Υἱὸν πεποίηκε, τὸν δὲ ἀληθῶς
<note type="marginal">Cp. i. 9.</note> Υἱὸν κατʼ ἐπίνοιαν μόνον λέγεσθαι ‘Λόγον, ὡς ‘ἄμπελον,’ καὶ
‘ὁδὸν,ʼ καὶ ‘θύραν,’ καὶ ‘ξύλον ζωῆς.’ ‘Σοφίαν’ τε ὀνόματι λέγεσθαι
αὐτόν φασιν, ἄλλην μέντοι εἶναι τὴν ἰδίαν καὶ ἀληθινὴν Σοφίαν
τοῦ Πατρὸς, τὴν ἀγεννήτως συνυπάρχουσαν αὐτῷ, ἐν ᾖ καὶ τὸν
Υἱὸν ποιήσας, ὠνόμασε κατὰ μετουσίαν ἐκείνης ‘σοφίαν’ αὐτόν.
Ταῦτα δὲ οὐχ ἕως λόγων μόνον αὐτοῖς ἔφθασεν, ἀλλʼ Ἄρειος
<note type="marginal">Cp. i. 5, 11.</note> μὲν ἐν τῇ ἑαυτοῦ ‘Θαλείᾳ συνέθηκεν, ὁ δὲ σοφιστὴς Ἀστέριος
<note type="marginal">Asterius quoted. de Syn. 18.</note>  ἔγραψεν, ἅπερ καὶ ἐν τοῖς προτέροις εἴπομεν, οὕτως· ‘Οὐκ εἶπεν
ὁ μακάριος Παῦλος Χριστὸν κηρύσσειν τὴν τοῦ Θεοῦ δύναμιν ἢ
τὴν τοῦ Θεοῦ σοφίαν, ἀλλὰ δίχα τῆς τοῦ ἄρθρου προσθήκης,
<note type="marginal">1 Cor. i. 24.</note> δύναμιν Θεοῦ καὶ Θεοῦ σοφίαν· ἄλλην μὲν εἶναι τὴν ἰδίαν
αὐτοῦ τοῦ Θεοῦ δύναμιν τὴν ἔμφυτον αὐτῷ καὶ συνυπάρχουσαν
αὐτῷ ἀγεννήτως κηρύσσων, γεννητικὴν μὲν οὖσαν δηλονότι τοῦ
Χριστοῦ, δημιουργικὴν δὲ τοῦ παντὸς κόσμου, περὶ ἧς ἐν τῇ

<pb n="107"/>
πρὸς Ῥωμαίους ἐπιστολῇ διδάσκων λέγει, Τὰ γὰρ ἀόρατα <note type="marginal">Rom. i. 20.</note>
αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ
τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης. Ὥσπερ γὰρ τὴν εἰρημένην
ἐνταῦθα θειότητα οὐκ ἄν τις φαίη Χριστὸν εἶναι, ἀλλ’ αὐτὸν
ὑπάρχειν τὸν Πατέρα· οὕτως οἶμαι καὶ ἡ ἀΐδιος αὐτοῦ δύναμις
καὶ θειότης, οὐχ ὁ μονογενὴς Υἱὸς, ἀλλʼ ὁ γεννήσας ὑπάρχει
Πατήρ. Ἄλλην δὲ δύναμιν καὶ σοφίαν διδάσκει Θεοῦ εἶναι
διὰ Χριστοῦ δεικνυμένην.ʼ Καὶ μετʼ ὀλίγα ὁ αὐτὸς Ἀστέριός
φησι· ‘Καίτοι γε ἡ μὲν ἀΐδιος αὐτοῦ δύναμις καὶ σοφία, ἢν
ἄναρχόν τε καὶ ἀγέννητον οἱ τῆς ἀληθείας ἀποφαίνονται λογισμοὶ.
μία ἂν εἴη δήπουθεν καὶ ἡ αὐτή· πολλαὶ δὲ αἱ καθʼ ἕκαστον
ὑπʼ αὐτοῦ κτισθεῖσαι, ὧν πρωτότοκος καὶ μονογενὴς ὁ Χριστός·
πᾶσαί γε μὴν ὁμοίως εἰς τὸν κεκτημένον ἀνήρτηνται· καὶ πᾶσαι
δυνάμεις αὐτοῦ τοῦ κτίσαντος καὶ χρωμένου καλοῦνται δικαίως·
οἷον ὁ μὲν προφήτης τὴν ἀκρίδα, δίκην τῶν ἀνθρωπίνων ἁμαρτημάτων <note type="marginal">Joel ii. 25. Cp. ad Ep. Æg. l. c.</note>
θεήλατον γινομένην, οὐ “δύναμιν μόνον, ἀλλὰ καὶ “μεγάλην”
φησὶν ὑπʼ αὐτοῦ προσαγορεύεσθαι τοῦ Θεοῦ· ὁ δέ γε
μακάριος Δαυῒδ ἐν πλείοσι τῶν ψαλμῶν οὐκ ἀγγέλοις μόνον, <note type="marginal">Ps. cii. (cii.) 21.</note>
ἀλλὰ καὶ δυνάμεσιν αἰνεῖν παρακελεύεται τὸν Θεόν.’</p></div><div type="textpart" subtype="chapter" n="38"><p>38. Τοῦτο δὲ καὶ μόνον φθεγξάμενοι, πῶς οὐκ ἄξιοι παντὸς
μίσους εἰσίν; εἰ γὰρ, ὡς αὐτοὶ νομίζουσιν, οὐ διὰ τὴν ἐκ
Πατρὸς γέννησιν καὶ τὸ ἴδιον τῆς οὐσίας Υἱός ἐστιν, ἀλλὰ διὰ
τὰ λογικὰ λόγος, καὶ διὰ τὰ σοφιζόμενα σοφία, καὶ διὰ τὰ
δυναμούμενα δύναμις λέγεται· πάντως που καὶ διὰ τοὺς υἱοποιουμένους
υἱὸς ἐκλήθη· καὶ τάχα διὰ τὰ ὄντα ἔχει καὶ τὸ εἶναι κατʼ
ἐπίνοιαν. Τί οὖν ἄρα λοιπόν ἐστιν αὐτός; οὐδὲν γὰρ ἂν εἴη
τούτων αὐτὸς, εἰ ὀνόματα μόνον ἐστὶν αὐτοῦ ταῦτα, καὶ μόνην
τοῦ εἶναι φαντασίαν ἔχει, διʼ ἡμᾶς καὶ τοῖς ὀνόμασι τούτοις
καλλωπιζόμενος. Ἀλλὰ καὶ τοῦτο διαβολικὴ μᾶλλόν ἐστιν
ἀπόνοια, τάχα δὲ καὶ πλεῖον, ὅτι ἑαυτοὺς μὲν ἀληθῶς ὑφεστάναι
θέλουσι, τὸν δὲ τοῦ Θεοῦ Λόγον ὀνόματι μόνον εἶναι νομίζουσιν.
Πῶς δὲ οὐ τερατολογία αὐτῶν καὶ ταῦτα, λέγειν μὲν Σοφίαν
συνυπάρχουσαν τῷ Πατρὶ, μὴ λέγειν δὲ ταύτην εἶναι τὸν Χριστὸν,
ἀλλὰ πολλὰς κτιστὰς δυνάμεις καὶ σοφίας εἶναι, τούτων
δὲ μίαν εἶναι τὸν Κύριον, τὸν καὶ τῇ κάμπῃ καὶ τῇ ἀκρίδι παραβαλλόμενον
παῤ αὐτῶν; πῶς δὲ καὶ οὐ πανοῦργοι, ὅτι, παῤ

<pb n="108"/>
ἡμῶν μὲν ἀκούοντες συνυπάρχειν τὸν Λόγον τῷ Πατρὶ, γογγύζουσιν
εὐθὺς φάσκοντες· ‘Οὐκοῦν δύο ἀγένητα λέγετε; αὐτοὶ δὲ
λέγοντες τὸ ‘ἡ ἀγένητος αὐτοῦ σοφία,ʼ οὐχ ὁρῶσι κατʼ αὐτῶν
φθάνουσαν, ἢν αἰτιῶνται, ματαίαν μέμψιν; Καὶ γὰρ κἀκείνη
πάλιν αὐτῶν ἡ διάνοια πῶς οὐ πάνυ μωρὰ, λέγειν τὴν ἀγένητον
συνυπάρχουσαν τῷ Θεῷ Σοφίαν αὐτὸν εἶναι τὸν Θεόν; Τὸ γὰρ
συνυπάρχον οὐχ ἑαυτῷ, τινὶ δὲ συνυπάρχει, ὡς περὶ τοῦ Κυρίου
λέγουσιν οἱ εὐαγγελισταὶ, ὅτι συνῆν τοῖς μαθηταῖς· οὐ γὰρ ἑαυτῷ,
ἀλλὰ τοῖς μαθηταῖς συνῆν· εἰ μὴ ἄρα σύνθετον εἴποιεν τὸν Θεὸν,
ἔχοντα συμπεπλεγμένην ἢ συμπληρωτικὴν τῆς οὐσίας ἑαυτοῦ
σοφίαν, ἀγένητον οὖσαν καὶ αὐτὴν, ἥντινα καὶ δημιουργὸν αὐτοὶ
ἀντεισάγουσι τοῦ κόσμου, ἵνα καὶ τοῦ δημιουργεῖν τὸν Υὁὸν
ἀφέλωνται. Πάντα γὰρ βιάζονται λέγειν, ἵνα μὴ περὶ τοῦ
Κυρίου φρονήσωσιν ἐν ἀληθείᾳ.</p></div><div type="textpart" subtype="chapter" n="39"><p>39. Ποῦ γὰρ ὅλως εὗρον παρὰ τῇ θείᾳ γραφῇ λεγόμενον, ἢ
παρὰ τίνος ἥκουσαν, ὡς ὄντος ἄλλου Λόγου καὶ ἄλλης Σοφίας
παρὰ τοῦτον τὸν Υἱὸν, ἵνα καὶ τοιαῦτα ἑαυτοῖς ἀναπλάσσωνται;
<note type="marginal">Jer. xxiii. 29.</note> Γέγραπται μὲν γάρ, ‘Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ, ἢ πέλυξ
<note type="marginal">Prov. i. 23.</note> κόπτων πέτραν;’ καὶ ἐν ταῖς Παροιμίαις, ‘διδάξω δὲ ὑμᾶς
ἐμοὺς λόγους.ʼ Ἀλλὰ ταῦτα ἐντολαὶ καὶ προστάγματά εἰσιν, ἃ
διὰ τοῦ ἰδίου καὶ μόνου ἀληθινοῦ Λόγου τοῖς ἀγίοις λελάληκεν ὁ
<note type="marginal">Ps. cxviii. (cxix.) 101.</note> Θεὸς, περὶ ὧν ἔλεγεν ὁ ψάλλων· ‘Ἐκ πάσης ὁδοῦ πονηρᾶς
ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.ʼ
Τὰ γοῦν τοιαῦτα σημαίνων ἄλλα παῤ ἑαυτὸν εἶναι ὁ Σωτὴρ καὶ
<note type="marginal">John. vi. 63.</note> δι᾿ ἑαυτοῦ εἴρηκε, ‘τὰ ῥήματα, ἃ ἐγὼ λελάληκα ὑμῖν.’ Οὐ γὰρ
δὴ οἱ τοιοῦτοι λόγοι γεννήματα ἢ υἱοί εἰσιν, οὐδὲ τοσοῦτοι
δημιουργοὶ λόγοι, οὐδὲ τοσαῦται εἰκόνες τοῦ ἑνὸς Θεοῦ, οὐδὲ
τοσοῦτοί εἰσιν οἱ γενόμενοι ἄνθρωποι ὑπὲρ ἡμῶν, οὐδὲ ὡς ἐκ
πολλῶν τοιούτων εἰς ἐστιν ὁ γενόμενος κατὰ τὸν Ἰωάννην σάρξ·
ἀλλʼ ὡς μόνος ὢν τοῦ Θεοῦ Λόγος, εὐηγγελίσθη παρὰ τοῦ
<note type="marginal">Ib. i. 14. Ib. 3.</note> Ἰωάννου ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ καὶ ‘πάντα δι᾿ αὐτοῦ
ἐγένετο.’ Διὸ καὶ περὶ αὐτοῦ μόνου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, καὶ περὶ τῆς πρὸς τὸν Πατέρα ἑνότητος αὐτοῦ γέγραπται
καὶ δείκνυται τὰ μαρτύρια, τοῦ μὲν Πατρὸς σημαίνοντος ἕνα
εἶναι τὸν Υἱὸν, τῶν δὲ ἁγίων μαθόντων τοῦτο, καὶ λεγόντων ἕνα
τὸν Λόγον εἶναι, καὶ τοῦτον εἶναι μονογενῆ· τά τε ἔργα τὰ δι᾿

<pb n="109"/>
αὐτοῦ δείκνυται· ‘πάντα γὰρ’ τά τε ὁρατὰ καὶ τὰ ‘ἀόρατα δι᾿
αὐτοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.’ Περὶ δὲ ἑτέρου
ἢ ἄλλου τινὸς οὐ φαντάζονται, καὶ ἀναπλάσσονται ἑαυτοῖς
λόγους ἢ σοφίας, ὧν οὔτε ὄνομα, οὔτε ἔργον σημαίνεται ἀπὸ
τῆς γραφῆς, ἢ παρὰ μόνων τούτων ὀνομάζεται. Τούτων γάρ
ἐστιν ἐξεύρεμα καὶ Χριστομάχος ὑπόνοια, καὶ τῷ μὲν ὀνόματι
τοῦ Λόγου καὶ τῆς Σοφίας καταχρῶνται, ἕτερα δὲ ἑαυτοῖς ἀναπλάττοντες,
ἀρνοῦνται τὸν ἀληθινὸν τοῦ Θεοῦ Λόγον, καὶ τὴν
ὄντως καὶ μόνην Σοφίαν τοῦ Πατρὸς, καὶ Μανιχαίους λοιπὸν
ζηλοῦσιν οἱ ἄθλιοι. Κἀκεῖνοι γὰρ, τὰ μὲν ἔργα τοῦ Θεοῦ <note type="marginal">Cp. Ep. ad. Ep. Æg. 16. S. Aug. c. Faust. xxi. 4.</note>
βλέποντες, ἀρνοῦνται αὐτὸν τὸν μόνον ὄντα καὶ ἀληθινὸν Θεὸν,
ἕτερον δὲ ἑαυτοῖς ἀναπλάσσουσιν, οὗ μήτε ἔργον, μήτε τινὰ μαρτυρίαν
ἀπὸ τῶν θείων λογίων δεικνύειν δύνανται.</p></div><div type="textpart" subtype="chapter" n="40"><p>40. Οὐκοῦν εἰ μήτε ἐν τοῖς θείοις λογίοις εὑρίσκεται ἄλλη
σοφία παρὰ τοῦτον τὸν Υἱὸν, μήτε παρὰ τῶν πατέρων ἠκούσαμέν <note type="marginal">Cp. i. 8.</note>
τι τοιοῦτον, ὡμολόγηται δὲ καὶ γέγραπται παρὰ τούτων
ἀγενήτως ἡ σοφία συνυπάρχουσα τῷ Πατρὶ, ἰδία αὐτοῦ οὖσα, <note type="marginal">Cp. i. 27.</note>
καὶ κόσμου δημιουργός· αὐτὸς ἂν εἴη ὁ Υἱὸς, ὁ καὶ κατʼ αὐτοὺς
ἀϊδίως συνυπάρχων τῷ Πατρί. Αὐτὸς γάρ ἐστι καὶ δημιουργὸς,
ὡς γέγραπται, ‘πάντα ἐν σοφίᾳ ἐποίησας. Καὶ γὰρ καὶ <note type="marginal">Ps. ciii. (civ.)</note>
αὐτὸς Ἀστέριος, ὥσπερ ἐπιλαθόμενος ὧν πρότερον ἔγραψεν,
ὕστερον κατὰ τὸν Καϊάφαν ἄκων καὶ αὐτὸς πρὸς Ἔλληνας <note type="marginal">Cp. c. 37.</note>
ἐνιστάμενος, οὐκέτι μὲν πολλὰς σοφίας, οὐδὲ τὴν κάμπην ὀνομάζει,
μίαν δὲ λοιπὸν ὁμολογεῖ, γράφων οὕτως· ‘Εἷς μὲν ὁ
Θεὸς Λόγος, πολλὰ δὲ τὰ λογικά· καὶ μία μὲν τῆς Σοφίας οὐσία
τε καὶ φύσις, πολλὰ δὲ τὰ σοφὰ καὶ καλά.’ Καὶ μετʼ ὀλίγα
πάλιν λέγει· ‘Τίνες ἂν εἶεν οὓς παῖδας Θεοῦ προσαγορεύειν
ἀξιοῦσιν; οὐ γὰρ δὴ λόγους τε καὶ τούτους ὑπάρχειν φήσουσιν,
οὐδὲ σοφίας εἶναι πλείονας ἐροῦσιν. Οὐ γὰρ δυνατὸν, ἑνὸς
ὄντος τοῦ Λόγου, καὶ μιᾶς ἀποδειχθείσης τῆς Σοφίας, τῷ πλήθει
τῶν παίδων τοῦ Λόγου τὴν οὐσίαν ἐπινέμειν, καὶ τῆς Σοφίας
χαρίζεσθαι τὴν ἐπωνυμίαν. Θαυμαστὸν τοίνυν οὐδὲν, εἰ πρὸς
τὴν ἀλήθειαν οἱ Ἀρειανοὶ μάχονται. ὅπου γε καὶ τοῖς ἑαυτῶν
προσκόπτοντες ἀλλήλοις συμπίπτουσι, ποτὲ μὲν λέγοντες πολλὰς
εἶναι σοφίας, ποτὲ δὲ μίαν ἀποφαινόμενοι· καί ποτε μὲν τῇ
κάμπῃ συνάπτουσι τὴν Σοφίαν, ποτὲ δὲ συνυπάρχειν τῷ Πατρὶ

<pb n="110"/>
καὶ ἰδίαν αὐτοῦ λέγουσι· καὶ ἄλλοτε μὲν ἀγένητον μόνον τὸν
Πατέρα, ἄλλοτε δὲ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν δύναμιν ἀγένητον.
Καὶ μάχονται μὲν ἡμῖν λέγουσιν ‘ἀεὶ εἶναι τὸν τοῦ Θεοῦ
Λόγον,ʼ αὐτοὶ δὲ λέγοντες ‘ἀγενήτως συνυπάρχειν τῷ Θεῷ τὴν
σοφίαν,ʼ ἐπιλανθάνονται τῶν ἰδίων. Οὕτω πρὸς πάντα σκοτοδινιῶσι,
τὴν μὲν ἀληθινὴν Σοφίαν ἀρνούμενοι, καὶ τὴν μὴ οὗσαν
ἐξευρίσκοντες, ὡς οἱ Μανιχαῖοι πλάττοντες ἑαυτοῖς ἕτερον, καὶ
τὸν ὄντα Θεὸν ἀρνούμενοι.</p></div></div></body></text></TEI>