<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="31"><p>31. Οὐ μὲν τό γε τῆς ἀληθείας φρόνημα δεῖ σιωπᾷν, ἀλλὰ
μάλιστα τοῦτο καὶ μεγαληγορεῖν πρέπει. Ὁ τοῦ Θεοῦ γὰρ
Λόγος οὐ δι᾿ ἡμᾶς γέγονεν, ἀλλὰ μᾶλλον ἡμεῖς δι᾿ αὐτὸν γεγόναμεν,
<note type="marginal">Col. i. 16.</note> καὶ ‘ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα· οὐδὲ διὰ τὴν ἡμῶν ἀσθένειαν
οὗτος, ὢν δυνατὸς, ὑπὸ μόνου τοῦ Πατρὸς γέγονεν, ἵνʼ
ἡμᾶς διʼ αὐτοῦ ὡς διʼ ὀργάνου δημιουργήσῃ· μὴ γένοιτο· οὐκ
ἔστιν οὕτως. Καὶ γὰρ καὶ εἰ δόξαν ἦν τῷ Θεῷ μὴ ποιῆσαι τὰ
<note type="marginal">John. i. 1.</note> γενητὰ, ἀλλʼ ἦν οὐδὲν ἧττον ὁ Λόγος ‘πρὸς τὸν Θεὸν,ʼ καὶ ἐν
αὐτῷ ἦν ὁ Πατήρ. Τὰ μέντοι γενητὰ ἀδύνατον ἦν χωρὶς τοῦ
Λόγου γενέσθαι· οὕτω γὰρ καὶ γέγονε διʼ αὐτοῦ, καὶ εἰκότως.
Ἐπειδὴ γὰρ Λόγος ἐστὶν ἴδιος φύσει τῆς οὐσίας τοῦ Θεοῦ ὁ
<note type="marginal">Ib. x. 38.</note> Υἱὸς, ἐξ αὐτοῦ τέ ἐστι, καὶ ‘ἐν αὐτῷʼ ἐστιν, ὡς εἶπεν αὐτός· οὐκ
ἠδύνατο μὴ διʼ αὐτοῦ γενέσθαι τὰ δημιουργήματα. Καθάπερ
γὰρ τὸ φῶς τῷ ἀπαυγάσματι τὰ πάντα φωτίζει, καὶ ἄνευ τοῦ
ἀπαυγάσματος οὐκ ἄν τι φωτισθείη, οὕτω καὶ ὁ Πατὴρ, ὡς διὰ
<note type="marginal">Cp. ii. 71.</note> χειρὸς, ἐν τῷ Λόγῳ εἰργάσατο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ οὐδὲν
<note type="marginal">Gen. i. 3, 9, 11, 26.</note> ποιεῖ. Εἶπε γοῦν ὁ Θεὸς, ὡς καὶ Μωσῆς ἐμνημόνευσε, ‘Γενηθήτω
φῶς,’ καὶ. ‘συναχθήτω τὸ ὕδωρ,ʼ καὶ, ‘ἐξαγαγέτω ἡ γῆ,’
καὶ, ‘ποιήσωμεν ἄνθρωπον·ʼ ὡς καὶ ὁ ἅγιος ψάλλει Δαυῒδ,
<note type="marginal">Ps. xxxii. (xxxiii.) 9.</note> ‘Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.’
Εἶπε δὲ οὐχ ἵνα ὡς ἐπὶ τῶν ἀνθρώπων ὑπουργός τις ἀκούσῃ, καὶ
μαθὼν τὸ βούλημα τοῦ λέγοντος ἀπελθὼν ἐργάσηται. Τοῦτο
γὰρ τῶν μὲν κτισμάτων ἴδιον, ἐπὶ δὲ τοῦ Λόγου τοῦτο νοεῖν ἢ
λέγειν ἀπρεπές. Ἒστι γὰρ ὁ Λόγος τοῦ Θεοῦ δημιουργὸς, καὶ
<note type="marginal">Isa. ix. 6.</note> ποιητικὸς, καὶ αὐτός ἐστιν ἡ τοῦ Πατρὸς βουλή. Διὰ τοῦτο
γοῦν οὐκ εἶπεν ἡ θεία γραφὴ, ὅτι ἤκουσε καὶ ἀπεκρίνατο ὁ
ἀκούων, πῶς ἢ ποῖα βούλεται τὸ γινόμενα γενέσθαι· ἀλλὰ
<note type="marginal">Gen. i. 3, 7, 9, 11, 15.</note> μόνον εἶπεν ὁ Θεὸς, ‘Γενηθήτω·’ καὶ ἐπήγαγε, ‘καὶ ἐγένετο
οὕτω.’ Τὸ γὰρ δόξαν καὶ βουληθὲν εὐθὺς ἐγίνετο τῷ Λόγῳ
καὶ ἀπηρτίζετο. Ὅταν μὲν γὰρ ὁ Θεὸς ἄλλοις ἢ ἀγγέλοις
ἐντέλληται, ἢ τῷ Μωσεῖ ὁμιλῇ, ἢ τῷ Ἀβραὰμ ἐπαγγέλληται·
<note type="marginal">Ib. xv. 8.</note> τότε ὁ ἀκούων ἀποκρίνεται· καὶ ὁ μὲν λέγει, ‘κατὰ τί γνώσομαι;’
<note type="marginal">Exod. iv. 13.</note> ὁ δὲ, προχείρισαι ἄλλον·ʼ καὶ πάλιν, ‘ἐὰν ἐρωτήσωσί
<note type="marginal">Ib. iii. 13.</note> με, Τί ὄνομα αὐτῷ; τί ἐρῷ πρὸς αὐτούς;’ Καὶ ὁ ἄγγελος
<note type="marginal">Zech. i. 17.</note> τῷ μὲν Ζαχαρίᾳ ἔλεγε, ‘Τάδε λέγει Κύριος·’ τὸν δὲ Κύριον
<note type="marginal">Ib. 12.</note> ἠρώτα, ‘Κύριε παντόκρατορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν

<pb n="101"/>
Ἱερουσαλήμ;’ καὶ ἐκδέχεται ἀκοῦσαι λόγους καλοὺς καὶ παρακλητικούς.’
Ἔχει γὰρ τούτων ἕκαστος τὸν μεσίτην Λόγον, καὶ
τὴν Σοφίαν τοῦ Θεοῦ τὴν γνωρίζουσαν τὸ βούλημα τοῦ Πατρός.
Ὅταν δὲ ἐργάζηται αὐτὸς, καὶ κτίζῃ ὁ Λόγος, οὐκ ἔστιν ἐκεῖ
ἐρώτησις καὶ ἀπόκρισις· ἐν αὐτῷ γάρ ἐστιν ὁ Πατὴρ, καὶ ὁ
Λόγος ἐν τῷ Πατρί· ἀλλʼ ἀρκεῖ τὸ βούλεσθαι, καὶ τὸ ἔργον
γίνεται· ἵνα τοῦ μὲν βουλήματος ᾖ γνώρισμα διʼ ἡμᾶς τὸ
‘εἶπε,ʼ τὸ δὲ ‘καὶ ἐγένετο οὕτω,ʼ τό τε ἔργον σημαίνηται τὸ
διὰ τοῦ Λόγου καὶ τῆς Σοφίας, ἐν ᾗ καὶ ἡ βούλησίς ἐστι τοῦ
Πατρός. Καὶ αὐτὸ δὲ τὸ ‘εἶπεν ὁ Θεὸς,ʼ ἐν τῷ λόγῳ γνωρίζεται·
‘πάντα γὰρ,’ φησὶν, ‘ἐν σοφίᾳ ἐποίησας·’ καὶ, ‘Τῷ <note type="marginal">Ps. ciii. (civ.) 24.</note>
Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,ʼ καὶ, ‘εἷς Κύριος Ἰησοῦς <note type="marginal">Ib. xxxii. (xxxiii.) 6. 1 Cor. viii. 6</note>
Χριστὸς, διʼ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾿ αὐτοῦ.</p></div><div type="textpart" subtype="chapter" n="32"><p>32. Ἀπὸ δὴ τούτων ἔστι συνορᾷν, ὡς οὐ πρὸς ἡμᾶς ἔχουσιν
τὴν μάχην οἱ Ἀρειανοὶ περὶ τῆς αἱρέσεως, ἀλλὰ σχηματίζονται
μὲν πρὸς ἡμᾶς, πρὸς αὐτὴν δὲ τὴν θεότητα μάχονται. Εἰ μὲν
γὰρ ἡμῶν ἦν ἡ φωνὴ ἡ λέγουσα, ‘Οὗτός ἐστιν ὁ Υἱός μου,ʼ <note type="marginal">Matt. xvii. 5</note>
μικρὰ ἧν αὐτοῖς ἡ παῤ ἡμῶν μέμψις· εἰ δὲ τοῦ Πατρός ἐστιν ἡ
φωνὴ, καὶ οἱ μὲν μαθηταὶ ἤκουσαν, αὐτὸς δὲ ὁ Υἱὸς περὶ ἑαυτοῦ
λέγει, ‘Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με·’ πῶς οὐ κατὰ τοὺς <note type="marginal">Prov. viii. 25</note>
μυθευομένους γίγαντας καὶ αὐτοὶ νῦν θεομαχοῦσι, ‘τὴν γλῶττανʼ
ἔχοντες, ὡς εἶπεν ὁ ψάλλων, ‘μάχαιραν ὀξεῖαν εἰς ἀσέβειαν; <note type="marginal">Ps. Ivi.  (lvii. 4.</note>
Οὔτε γὰρ τὴν φωνὴν τοῦ Πατρὸς ἐφοβήθησαν, οὔτε τοῦ Σωτῆρος
ᾐδέσθησαν τὰ ῥήματα· ἀλλʼ οὐδὲ τοῖς ἁγίοις ἐπείσθησαν, τοῦ
μὲν γράφοντος, ‘ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ <note type="marginal">Heb. i. 3.</note>
τῆς ὑποστάσεως αὐτοῦ·’ καὶ, ‘Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ <note type="marginal">1 Cor. i. 24. Ps. xxxv. (xxxvi.) 9. Ib. ciii. (civ.) 24. Jer. ii. 1.</note>
σοφία·’ τοῦ δὲ ψάλλοντος, ‘ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ
φωτί σου ὀψόμεθα φῶς, καὶ, ‘πάντα ἐν σοφίᾳ ἐποίησας· καὶ
τῶν μὲν προφητῶν λεγόντων, ‘καὶ ἐγένετο Λόγος Κυρίου πρὸς
μέ·’ τοῦ δὲ Ἰωάννου, ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος·’ καὶ τοῦ Λουκᾶ, <note type="marginal">Luke i. 2.</note>
‘καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται
γενόμενοι τοῦ Λόγου·ʼ ὡς καὶ πάλιν Δαυῒδ λέγει, ‘ἀπέστειλε <note type="marginal">Ps. cvi. (cvii.) 20.</note>
τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.’ Ταῦτα γὰρ πάντα τὴν
μὲν Ἀρειανὴν αἵρεσιν στηλιτεύει πανταχοῦ, τὴν δὲ τοῦ Λόγου
ἀϊδιότητα σημαίνει, καὶ ὅτι οὐ ξένος, ἀλλʼ ἴδιος τῆς τοῦ Πατρὸς
οὐσίας ἐστί. Πότε γὰρ εἶδέ τις φῶς χωρὶς τοῦ ἀπαυγάσματος;

<pb n="102"/>
Ἢ τίς τολμᾷ λέγειν ἀλλότριον εἶναι τὸν χαρακτῆρα τῆς ὑποστάσεως;
ἢ πῶς οὐ μαίνεται πλέον ὁ κἂν ἐνθυμούμενος ἄλογον
καὶ ἄσοφόν ποτε τὸν Θεόν; Τοιαῦτα γὰρ τὰ παραδείγματα καὶ
τοιαύτας τὰς εἰκόνας ἔθηκεν ἡ γραφὴ, ἵνʼ ἐπειδὴ ἀδύνατός ἐστιν
ἡ ἀνθρωπίνη φύσις περὶ Θεοῦ καταλαβεῖν, κἂν ἐκ τούτων ὀλιγοστῶς
πως καὶ ἀμυδρῶς, ὡς ἐφικτόν ἐστι, διανοεῖσθαι δυνηθῶμεν.
Καὶ ὥσπερ περὶ τοῦ εἶναι Θεὸν καὶ πρόνοιαν αὐτάρκης
<note type="marginal">Wisdom  xiii. 5.</note> ἡ κτίσις πρὸς τὴν γνῶσιν· ‘Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων
ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται·’ καὶ οὐ
φωνὰς ἀπαιτοῦντες παῤ αὐτῶν μανθάνομεν, ἀλλʼ ἀκούοντες μὲν
τῶν γραφῶν πιστεύομεν, καὶ αὐτὴν δὲ τὴν τάξιν τῶν πάντων
θεωροῦντες καὶ τὴν ἁρμονίαν, ἐπιγινώσκομεν τοῦτον εἶναι πάντων
ποιητὴν καὶ Δεσπότην καὶ Θεὸν, τούτου τε τὴν εἰς πάντα
πρόνοιάν τε θαυμαστὴν καὶ ἡγεμονίαν καταλαμβάνομεν· τὸν
αὐτὸν τρόπον περὶ τῆς τοῦ Υἱοῦ θεότητος ἱκανῶν ὄντων τῶν
προειρημένων ῥητῶν, περιττὸν, μᾶλλον δὲ καὶ μανίας πλέον
<note type="marginal">Arian. obj.</note> ἐστὶν ἀμφιβάλλειν, καὶ αἱρετικῶς πυνθάνεσθαι, ‘Πῶς οὖν δύναται
ἀϊδίως εἶναι ὁ Υἱός; ἢ πῶς δύναται ἐκ τῆς οὐσίας εἶναι τοῦ
Πατρὸς, καὶ μὴ μέρος εἶναι; τὸ γὰρ ἔκ τινος εἶναι λεγόμενον
μέρος ἐστὶν αὐτοῦ· τὸ δὲ μεριζόμενον οὐκ ἔστιν ὁλόκληρον.ʼ</p></div><div type="textpart" subtype="chapter" n="33"><p>33. Ταῦτα γὰρ τῶν ἑτεροδόξων ἐστὶ τὰ σοφὰ κακουργήματα.
Καὶ εἰ καὶ φθάσαντες ἐν τοῖς ἔμπροσθεν διηλέγξαμεν τὴν ἐν
τούτοις αὐτῶν κενολογίαν, ὅμως καὶ τούτων τῶν ῥητῶν ἡ ἀκρίβεια,
καὶ τῶν παραδειγμάτων ἡ διάνοια διελέγχει τὴν σκιαγραφίαν
τοῦ μιαροῦ δόγματος αὐτῶν. Ὁρῶμεν γὰρ τὸν λόγον ἀεὶ
ὄντα, καὶ ἐξ αὐτοῦ ὄντα, καὶ τῆς οὐσίας ἴδιον, οὗ καὶ ἔστιν ὁ
λόγος, καὶ μὴ ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον. Ὁρῶμεν καὶ
τὸ ἀπαύγασμα ἐκ τοῦ ἡλίου ἴδιόν τε αὐτοῦ ὂν, καὶ μὴ διαιρουμένην
μηδὲ μειουμένην τὴν οὐσίαν τοῦ ἡλίου· ἀλλʼ αὐτήν τε
ὁλόκληρον οὔσαν, καὶ τὸ ἀπαύγασμα τέλειον καὶ ὁλόκληρον, καὶ
μὴ μειοῦν τὴν οὐσίαν τοῦ φωτὸς, ἀλλʼ ὡς γέννημα ἀληθινὸν ἐξ
<note type="marginal">Nic. Cr.</note> αὐτοῦ. Συνορῶμεν καὶ τὸν Υἱὸν οὐκ ἔξωθεν, ἀλλʼ ‘ἐκ τοῦ Πατρὸςʼ
γεννώμενον, καὶ ὁλόκληρον μένοντα τὸν Πατέρα, τὸν δὲ χαρακτῆρα
<note type="marginal">Heb. i. 3. Cp. i. 26.</note> τῆς ὑποστάσεως ἀεὶ ὄντα, ἐμφέρειάν τε καὶ εἰκόνα ἀπαράλλακτον
σώζοντα πρὸς τὸν Πατέρα· ὡς τὸν ἰδόντα τοῦτον,
ὁρᾶν ἐν αὐτῷ καὶ τὴν ὑπόστασιν, ἧς καὶ χαρακτήρ ἐστιν. Ἔκ

<pb n="103"/>
τε τῆς ἐνεργείας τοῦ χαρακτῆρος διανοούμεθα τὴν τῆς ὑποστάσεως
ἀληθῶς θεότητα· τοῦτο γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ διδάσκων
ἔλεγεν, ‘ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ·’ <note type="marginal">John xiv. 10.</note>
καὶ, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·ʼ καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ <note type="marginal">Ib. x. 30.</note>
καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐκοῦν ἡ Χριστομάχος αἵρεσις πειρασάτω <note type="marginal">Ib. xiv. 10.</note>
πρῶτον τὰ ἐν τοῖς γενητοῖς παραδείγματα διελεῖν καὶ
εἰπεῖν, ‘ἦν ποτε ὁ ἥλιος χωρὶς τοῦ ἀπαυγάσματος·’ ἢ, ὅτι ‘τοῦτο
οὐκ ἔστι τῆς τοῦ φωτὸς οὐσίας ἴδιον·ʼ ἢ, ‘ἴδιον μὲν ἔστι, κατὰ
διαίρεσιν δὲ μέρος ἐστὶ τοῦτο τοῦ φωτός·ʼ καὶ πάλιν διελέτω τὸν
λόγον, καὶ εἰπάτω τοῦτον ἀλλότριον εἶναι τοῦ νοῦ· ἢ ὅτι ‘ποτὲ
οὐκ ἦνʼ ἢ ‘οὐκ ἔστιν ἴδιος τῆς οὐσίας αὐτοῦ·’ ἢ ‘ὅτι μέρος κατὰ
διαίρεσίν ἐστιν οὗτος ἐκείνου.’ Περὶ δὲ τοῦ χαρακτῆρος καὶ τοῦ
φωτὸς καὶ τῆς δυνάμεως, οὕτω διελέτω ὡς ἐπὶ τοῦ λόγου καὶ
τοῦ ἀπαυγάσματος· καὶ τότε περὶ ὧν ἐὰν θελήσῃ φανταζέσθω.
Εἰ δὲ ἀδύνατος αὐτοῖς ἐκείνοις ἡ τόλμα, πῶς οὐ μαίνονται μεγάλως,
εἰς τὰ ὑπερέκεινα τῶν γενητῶν καὶ τῆς ἑαυτῶν φύσεως
μάτην ἐπεκτείνοντες ἑαυτοὺς, καὶ ἀδυνάτοις ἐπιχειροῦντες;</p></div><div type="textpart" subtype="chapter" n="34"><p>34. Εἰ γὰρ καὶ ἐπὶ τούτων τῶν γενητῶν καὶ σωματικῶν
εὑρίσκεται τὰ γεννήματα μὴ ‘μέρη ὄντα τῶν οὐσιῶν ἐξ ὧν εἰσι,’
μηδὲ ‘παθητικῶς ὑφιστάμενα, μηδὲ ‘μειοῦντα τὰς οὐσίας τῶν
γονέων,ʼ πῶς πάλιν οὐ μαίνονται, ἐπὶ τοῦ ἀσωμάτου καὶ ἀληθινοῦ
Θεοῦ ζητοῦντες καὶ ὑπονοοῦντες μέρη καὶ πάθη, διαιρέσεις <note type="marginal">Cp. i. 28.</note>
δὲ προσάπτοντες τῷ ἀπαθεῖ καὶ ἀναλλοιώτῳ Θεῷ, ἵνα τὰς
ἀκοὰς ἐν τούτοις ταράσσωσιτῶν ἀκεραιοτέρων, καὶ διαστρέψωσιν
ἀπὸ τῆς ἀληθείας; Τίς γὰρ ἀκούων ‘υἱὸν,ʼ οὐκ ἐνθυμεῖται τὸ
ἴδιον τῆς τοῦ πατρὸς οὐσίας; τίς δὲ, ἀκούσας, ὅτε κατηχεῖτο <note type="marginal">Cp. i. 8.</note>
κατὰ τὴν ἀρχὴν, ὅτι ‘ὁ Θεὸς Υἱὸν ἔχει, καὶ τῷ ἰδίῳ Λόγῳ τὰ
πάντα πεποίηκεν, οὐχ οὕτως ἐδέξατο κατὰ τὴν διάνοιαν ὡς νῦν
ἡμεῖς φρονοῦμεν; τίς, ὅτε γέγονεν ἡ μιαρὰ τῶν Ἀρειόνῶν
αἵρεσις, οὐκ εὐθὺς, ἀκούσας ἃ λέγουσιν, ἐξενίσθη, ὡς ἀλλότρια
λεγόντων αὐτῶν, καὶ παρὰ τὸν ἐξ ἀρχῆς σπαρέντα λόγον ἐπισπειρόντων;
Τὸ μὲν γὰρ σπειρόμενόν ἐστιν ἐξ ἀρχῆς ἑκάστῃ
ψυχῇ, ὅτι ὁ Θεὸς Υἱὸν τὸν λόγον, τὴν Σοφίαν, τὴν δύναμιν ἔχει,
καὶ ταῦτά ἐστιν αὐτοῦ εἰκὼν καὶ ἀπαύγασμα· φύεται δὲ εὐθὺς
ἐκ τῶν ῥηθέντων τὸ ‘ἀεὶ,’ τὸ ‘ἐκ τοῦ Πατρὸς,’ τὸ ‘ὅμοιον,’ τὸ
‘ἀΐδιον τοῦ γεννήματος τῆς αὐσίας·’ καὶ οὐδεμία περὶ ‘κτίσματος’

<pb n="104"/>
ἢ ‘ποιήματοςʼ ἐν τούτοις ἔννοια. Ὅτε δὲ ‘ἐχθρὸς ἄνθρωπος’ κοιμωμένων
<note type="marginal">Matt. xiii. 25. Cp. i. 1.</note> τῶν ἀνθρώπων ἐπέσπειρε τὸ ‘κτίσμα,ʼ καὶ τὸ ‘ἦν ποτε
ὅτε οὐκ ἦν,ʼ καὶ τὸ πῶς οὖν δύναται; τότε λοιπὸν ὡς ζιζάνιον
γέγονεν ἡ κακοῦργος αἵρεσις τῶν Χριστομάχων· καὶ εὐθὺς, ὡς
ἐρημωθέντες πάσης ὀρθῆς φρονήσεως, δίκην λῃστῶν περιεργάζονται
<note type="marginal">Arian obj.</note> καὶ λέγειν τολμῶσι, ‘Πῶς οὖν δύναται ὁ Υἱὸς ἀϊδίως
συνυπάρχειν τῷ Πατρί; καὶ γὰρ οἱ ἄνθρωποι μετὰ χρόνον ἐξ
ἀνθρώπων υἱοὶ γίνονται· καὶ ὁ μὲν πατὴρ τριάκοντα ἐτῶν ἐστιν,
ὁ δὲ υἱὸς ἀρχὴν ἔχει τότε γεννηθείς· καὶ ὅλως πᾶς υἱὸς ἀνθρώπου
οὐκ ἦν, πρὶν γεννηθῇ. Πάλιν τε ψιθυρίζουσι, ‘Πῶς δύναται
ὁ Υἱὸς Λόγος εἶναι, ἢ ὁ Λόγος εἰκὼν τοῦ Θεοῦ; Ὁ γὰρ
ἀνθρώπων λόγος ἐκ συλλαβῶν συγκείμενος, μόνον ἐσήμανε τὸ
βούλημα τοῦ λαλήσαντος, καὶ εὐθὺς πέπαυται καὶ ἠφάνισται.</p></div><div type="textpart" subtype="chapter" n="35"><p>35. Ἐκεῖνοι μὲν οὖν, ὥσπερ ἐπιλαθόμενοι τῶν προλεχθέντων
κατʼ αὐτῶν ἐλέγχων, τοιούτοις πάλιν ‘ἑαυτοὺςʼ δεσμοῖς ἀσεβείας
<note type="marginal">1 Tim. vi. 10.</note> ‘περιπείροντεςʼ διαλογίζονται τοιαῦτα· ὁ δὲ τῆς ἀληθείας λόγος
ἐλέγχει τούτους οὕτως. Εἰ μὲν περὶ ἀνθρώπου τινὸς διαλογίζονται,
ἀνθρωπίνως καὶ περὶ τοῦ λόγου αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ
λογιζέσθωσαν· εἰ δὲ περὶ τοῦ Θεοῦ τοῦ κτίσαντος τοὺς ἀνθρώπους,
μηκέτι ἀνθρωπίνως, ἀλλὰ ἄλλως ὑπὲρ τὴν τῶν ἀνθρώπων
φύσιν διανοείσθωσαν. Ὁποῖος γὰρ ἂν ᾖ ὁ γεννῶν, τοιοῦτον
ἀνάγκη καὶ τὸ γέννημα εἶναι· καὶ ὁποῖος ἂν ὁ τοῦ Λόγου
Πατὴρ, τοιοῦτος ἂν εἴη καὶ ὁ Λόγος αὐτοῦ. Ὁ μὲν οὖν ἄνθρωπος
ἐν χρόνῳ γεννώμενος, ἐν χρόνῳ καὶ αὐτὸς γεννᾶ τὸ τέκνον·
καὶ ἐπειδὴ ἐκ τοῦ μὴ ὄντος γέγονε, διὰ τοῦτο καὶ ὁ λόγος αὐτοῦ
<note type="marginal">Judith viii. 16. Exod. iii. 14.</note> παύεται, καὶ οὐ μένει· ‘ὁ δὲ Θεὸς οὐχ ὡς ἄνθρωπός ἐστι·ʼ τοῦτο
γὰρ εἶπεν ἡ γραφή· ἀλλʼ ‘ὤν ἐστι καὶ ἀεί ἐστι· διὰ τοῦτο καὶ ὁ
Λόγος αὐτοῦ ὤν ἐστι, καὶ ἀϊδίως ἐστὶ μετὰ τοῦ Πατρὸς, ὡς
ἀπαύγασμα φωτός. Καὶ ὁ μὲν τῶν ἀνθρώπων λόγος ἐκ συλλαβῶν
<note type="marginal">Cp. iv. 1; de Syn. 26, s. 5; Cyril. Hier. Chat. iv. 8. Clem. Alex. Strom. vii. s. 53. </note>ἐστι συγκείμενος, καὶ οὔτε ζῇ, οὔτε τι ἐνεργεῖ, ἀλλὰ
μόνον ἐστὶ σημαντικὸς τῆς τοῦ λαλοῦντος διανοίας, καὶ μόνον
ἐξῆλθε, καὶ παρῆλθε μηκέτι φαινόμενος, ἐπειδὴ οὐδὲ ἦν ὅλως,
πρὶν λαληθῇ· διὸ οὔτε ζῇ, οὔτε τι ἐνεργεῖ, οὔτε ὅλως ἄνθρωπός
ἐστιν ὁ τῶν ἀνθρώπων λόγος· πάσχει δὲ τοῦτο, καθὰ προεῖπον,
ἐπεὶ καὶ ὁ τοῦτον γεννῶν ἄνθρωπος ἐκ τοῦ μὴ ὄντος ἤχει τὴν
φύσιν· ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐχ, ὡς ἄν τις εἴποι,’ προφορικός

<pb n="105"/>
ἐστιν, οὐδὲ ψόφος ῥημάτων, οὐδὲ τὸ προστάξαι Θεὸν, τοῦτό <note type="marginal">iv. 1.</note>
ἐστιν ‘ὁ Υἱός·’ ἀλλʼ ὡς φωτὸς ἀπαύγασμα, οὕτως ἐστὶ γέννημα
τέλειον ἐκ τελείου. Διὸ καὶ Θεός ἐστιν εἰκὼν τοῦ Θεοῦ· καὶ <note type="marginal">i. 20.</note>
‘Θεὸς’ γὰρ ‘ἦν,ʼ φησὶν, ‘ὁ Λόγος.’ Καὶ οἱ μὲν λόγοι τῶν <note type="marginal">John. 1.</note>
ἀνθρώπων οὐδέν εἰσιν εἰς ἐνέργειαν· διὸ οὐδὲ διὰ λόγων, ἀλλὰ
διὰ χειρῶν ἄνθρωπος ἐργάζεται, ὅτι αὗται μὲν ὑπάρχουσιν, ὁ δὲ
λόγος αὐτῶν οὐχ ὑφίσταται. Ὁ δὲ τοῦ Θεοῦ Λόγος, ὡς εἶπεν
ὁ ἀπόστολος, ‘ζῶν ἐστιν ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ Heb. <note type="marginal">iv. 12, 13.</note>
τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι
μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς
ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις
ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα
τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὂν ἡμῖν ὁ λόγος. Δημιουργὸς οὖν
ἐστι, καὶ ‘χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν,ʼ οὐδὲ δυνατόν τι γίνεσθαι
χωρὶς αὐτοῦ.</p></div></div></body></text></TEI>