<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="21"><p>21. Εἰ δὲ ἃ ὁ Πατὴρ ἐργάζεται, ταῦτα καὶ ὁ Υἱὸς ἐργάζεται·
καὶ ἃ κτίζει ὁ Υἱὸς, ταῦτα τοῦ Πατρός ἐστι κτίσματα· ἔργον δὲ
καὶ κτίσμα ἐστὶ τοῦ Πατρὸς ὁ Υἱός· ἢ καὶ αὐτὸς ἑαυτὸν ἐργάσεται,
καὶ αὐτὸς ἑαυτὸν ἔσται κτίζων· (ἐπειδὴ ἃ ἐργάζεται ὁ
Πατὴρ, ταῦτα καὶ τοῦ Υἱοῦ ἐστιν ἔργα·) ὅπερ ἄτοπον ἂν εἴη καὶ
ἀδύνατον· ἢ τὰ τοῦ Πατρὸς κτίζων καὶ ἐργαζόμενος, αὐτὸς οὐκ
ἂν εἴη ἔργον οὐδὲ κτίσμα, ἵνα μὴ, ὁ αὐτὸς ποιητικὸν αἴτιον
ὢν, ἐν τοῖς ποιουμένοις εὑρίσκηται ποιῶν, ὅπερ γέγονεν αὐτός·

<pb n="90"/>
μᾶλλον δὲ μηδὲ ποιεῖν δυνάμενος. Πῶς γὰρ, εἰ καθʼ ὑμᾶς ‘ἐξ οὐκ
ὄντων γέγονεν,ʼ οἷός τέ ἐστι τὰ οὐκ ὄντα εἰς τὸ εἶναι δημιουργεῖν;
Εἰ δὲ, κτίσμα ὢν, δημιουργεῖ καὶ αὐτὸς κτίσμα, ἔσται καὶ ἐφʼ
ἑκάστου κτίσματος τὸ αὐτὸ νοούμενον, ὥστε δύνασθαι καὶ αὐτὰ
δημιουργεῖν. Καὶ εἰ τοῦτο οὕτω βούλεσθε, τίς ἡ χρεία τοῦ
Λόγου, δυναμένων τῶν ὑποβεβηκότων παρὰ τῶν ὑπερεχόντων
γίνεσθαι; ἢ ὅλως δυναμένου καὶ κατὰ τὴν ἀρχὴν ἑκάστου τῶν
γενομένων ἀκοῦσαι παρὰ τοῦ Θεοῦ, ‘Γενοῦ,ʼ καὶ, ‘Ποιήθητι·’ καὶ
οὕτως ἂν ἕκαστον· ἐδημιουργεῖτο. Ἀλλʼ οὐδὲ γέγραπται τοῦτο,
οὔτε δυνατὸν ἦν. Τῶν γὰρ γινομένων οὐδέν ἐστι ποιητικὸν
<note type="marginal">Cp. Jonh 1. 3.</note> αἴτιον· ‘πάντα γὰρ διὰ τοῦ Λόγου γέγονεν οὐκ ἂν ἐργασαμένου
καὶ αὐτοῦ τὰ πάντα, εἰ καὶ αὐτὸς ὁ Λόγος τῶν κτισμάτων ἦν·
οὐδὲ γὰρ οὐδὲ ἄγγελοι δημιουργεῖν δυνήσονται, κτίσματα ὄντες
καὶ αὐτοὶ, (κἂν Οὐαλεντῖνος καὶ Μαρκίων καὶ Βασιλείδη τοιαῦτα
φρονῶσι, καὶ ὑμεῖς ἐκείνων ζηλωταὶ τυγχάνητε·) οὐδὲ ὁ ἥλιος,
κτίσμα ὢν, ποιήσει ποτὲ τὸ μὴ ὂν εἰς τὸ εἶναι· οὐδὲ ἄνθρωπος
ἄνθρωπον πλάσει, οὐδὲ λίθος λίθον ἐπινοήσει, οὐδὲ ξύλον ξύλον
<note type="marginal">Jer. i. 5.</note> αὐξήσει· ἀλλʼ ὁ Θεὸς μέν ἐστιν ὁ ‘πλάσσων ἐν κοιλίᾳʼ ἄνθρωπον,
καὶ ὄρη τιθεὶς, καὶ ξύλον μηκύνων· ὁ δὲ ἄνθρωπος, ἐπιστήμης ὢν
δεκτικὸς, ταύτην τὴν ὕλην συντίθησι καὶ μεταύῤῥυθμίζει, καὶ τὰ
ὄντα ἐργάζεται, ὡς ἔμαθε· καὶ ἀγαπᾷ, ὅτι μόνον γέγονε· τήν τε
φύσιν ἐπιγινώσκων τὴν ἑαυτοῦ, ἐάν τινος δέηται, τὸν Θεὸν οἶδεν
αἰτεῖν.</p></div><div type="textpart" subtype="chapter" n="22"><note type="marginal">Cp. i. 23.</note><p>22. Εἰ μὲν οὖν καὶ ὁ Θεὸς ἐξ ὕλης ἐστὶν ἐργαζόμενος καὶ
συντιθεὶς, Ἑλληνικὸν μὲν τὸ φρόνημα, καὶ τεχνίτης, οὐ ποιητὴς
ἂν κληθείη ὁ Θεός. Ἐργαζέσθω δὲ ὅμως οὕτω τὴν ὕλην ὁ Λόγος
προσταττόμενος καὶ ὑπουργῶν τῷ Θεῷ. Εἰ δὲ τὰ οὐκ ὄντα
καλεῖ διὰ τοῦ ἰδίου Λόγου εἰς τὸ εἶναι, οὐκ ἔστι τῶν μὴ ὄντων
καὶ καλουμένων ὁ Λόγος, ἵνα μὴ καὶ ἕτερον Λόγον ζητῶμεν, διʼ
οὗ καὶ οὕτος ἐκλήθη· Λόγῳ γὰρ τὰ οὐκ ὄντα γέγονε. Καὶ εἰ δι᾿
αὐτοῦ κτίζει καὶ ποιεῖ, οὐκ ἔστι τῶν κτιζομένων καὶ ποιουμένων
αὐτός· ἀλλὰ μᾶλλον τοῦ κτίζοντος Θεοῦ Λόγος ἐστὶν, ὅστις καὶ
ἐκ τῶν ἔργων τοῦ Πατρὸς, ὧν αὐτὸς ὁ Λόγος ἐργάζεται, γινώσκεται
ὅτι αὐτὸς ἐν τῷ Πατρί ἐστι, καὶ ὁ Πατὴρ ἐν αὐτῷ, καὶ ὁ
<note type="marginal">John xiv. 10, 9.</note> ἑωρακὼς αὐτὸν ἑώρακε τὸν Πατέρα, διὰ τὸ ἴδιον τῆς οὐσίας καὶ
τὴν κατὰ πάντα ὁμοιότητα τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα. Πῶς

<pb n="91"/>
οὖν διʼ αὐτοῦ κτίζει, εἰ μὴ ὁ Λόγος ἐστὶν αὐτοῦ καὶ ἡ Σοφία; πῶς
δὲ Λόγος ἂν εἴη καὶ Σοφία, εἰ μὴ ἴδιον γέννημα τῆς οὐσίας
αὐτοῦ, ἀλλʼ ἐξ οὐκ ὄντων καὶ αὐτὸς ἐγένετο; πῶς δὲ πάντων ἐξ
οὐκ ὄντων καὶ κτισμάτων ὄντων, καὶ τοῦ Υἱοῦ κατʼ ἐκείνους ἑνὸς
ὄντος τῶν κτισμάτων, καὶ τῶν οὐκ ὄντων ποτὲ, μόνος οὗτος
ἀποκαλύπτει τὸν Πατέρα, καὶ οὐδεὶς ἄλλος εἰ μὴ μόνος αὐτὸς
γινώσκει τὸν Πατέρα; Εἰ γὰρ δυνατὸν, ποίημα ὄντα, τοῦτον
γινώσκειν τὸν Πατέρα, γινωσκέσθω καὶ παρὰ πάντων κατʼ ἀναλογίαν
τῶν ἑκάστου μέτρων· ποιήματα γὰρ πάντα, ὥσπερ καὶ
αὐτός. Εἰ δὲ οὐ δυνατὸν τοῖς γενητοῖς οὔτε βλέπειν οὔτε γινώσκειν,
ἀλλʼ ὑπερβαίνει πάντας ἥ τε ὄψις καὶ ἡ περὶ τούτου
γνῶσις· καὶ γὰρ καὶ αὐτὸς μὲν ὁ Θεὸς εἶπεν· ‘Οὐδεὶς ὄψεται <note type="marginal">Exod. xxxiii. 20.</note>
τὸ πρόσωπόν μου, καὶ ζήσεται· ὁ δὲ Υἱὸς εἴρηκεν· ‘Οὐδεὶς <note type="marginal">Matt. xi. 27.</note>
γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός·’ ἄλλος ἂν εἴη τῶν γεννητῶν
ὁ Λόγος, μόνος γινώσκων καὶ μόνος βλέπων τὸν Πατέρα, ὡς
εἶπεν, ‘Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν παρὰ τοῦ <note type="marginal">John vi. 46.</note>
Πατρός·’ καὶ, ‘Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός·’ κἂν <note type="marginal">Matt. xi. 27.</note>
Ἀρείῳ μὴ δοκῇ. Πῶς οὖν ἔγνω μόνος, εἰ μὴ μόνος ἦν ἴδιος
αὐτοῦ; πῶς δʼ ἂν ἦν ἴδιος, εἰ κτίσμα ἦν, καὶ μὴ Υἱὸς ἦν ἀληθινὸς
ἐξ αὐτοῦ; Τὰ αὐτὰ γὰρ λέγειν καὶ πολλάκις περὶ εὐσεβείας <note type="marginal">i. 31.</note>
οὐκ ὀκνητέον.) Ἀσεβὲς ἄρα τὸ φρονεῖν ἕνα τῶν πάντων εἶναι
τὸν Υἱόν· βλάσφημον δὲ καὶ ἀνόητον τὸ λέγειν ‘κτίσμα, ἀλλʼ
οὐχ ὡς ἓν τῶν κτισμάτων· καὶ ποίημα, ἀλλʼ οὐχ ὡς ἓν τῶν
ποιημάτων· γέννημα, ἀλλʼ οὐχ ὡς ἓν τῶν γεννημάτων· Πῶς
γὰρ οὐχ ὡς ἓν τούτων, εἴ γε κατʼ αὐτοὺς ‘οὐκ ἢν πρὶν γεννηθῇ;’ <note type="marginal">i. 22.</note>
Ἴδιον γὰρ τῶν κτισμάτων καὶ ποιημάτων τὸ μὴ εἶναι πρὶν γενέσθαι,
καὶ ἐξ οὐκ ὄντων ὑφίστασθαι, κἂν τῇ δόξῃ τῶν ἄλλων
ὑπερέχῃ· τοῦτο γὰρ καὶ ἐν πᾶσι τοῖς ἄλλοις κτίσμασι πρὸς <note type="marginal"><del>Qu. κτίσμασιν εὐρεθ. ὥσπερ καὶ τὰ βλεπ. πρὸς ἐ. διαφ, δείκν.</del></note>
ἑαυτὰ διαφέροντα εὑρεθήσεται, ὥσπερ καὶ βλεπόμενα
δείκνυται.</p></div><div type="textpart" subtype="chapter" n="23"><p>23. Ἀλλʼ εἴπερ κατὰ τοὺς αἰρετικοὺς ‘κτίσμα μὲν ἢ ποίημα
ἦν, οὐχ ὡς ἓν δὲ τῶν κτισμάτων,ʼ διὰ τὸ ἐν δόξῃ διαφέρειν
αὐτῶν, ἔδει πρὸς τὰ ἄλλα ποιήματα τῇ κατὰ τὸ βέλτιον συγκρίσει
σημαίνεσθαί τε παρὰ τῆς γραφῆς καὶ δείκνυσθαι αὐτὸν,
οἷον ἔδει λέγεσθαι αὐτὸν μείζονα ἀρχαγγέλων· ἔδει ἐντιμότερον
τῶν θρόνων, καὶ λαμπρότερον μὲν ἡλίου καὶ σελήνης, μείζονα

<pb n="92"/>
δὲ τῶν οὐρανῶν. Νῦν δὲ οὕτω μὲν αὐτὸς οὐ σημαίνεται Υἱὸν
δὲ αὐτὸν ἴδιον καὶ μόνον δείκνυσιν ἑαυτοῦ ὁ Πατὴρ, λέγων·
<note type="marginal">Ps. ii. 7. Matt. iii. 17. Ib. iv. 11.</note> ‘Υἱός μου εἶ σύ·’ καὶ ‘Οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν
ᾧ ηὐδόκησα·’ διὸ καὶ ‘διηκόνουν αὐτῷ οἱ ἄγγελοι,ʼ ὡς ἄλλῳ παῤ
αὐτοὺς ὄντι· καὶ προσκυνεῖται παῤ αὐτῶν, οὐχ ὡς τῇ δόξῃ
μείζων, ἀλλʼ ὡς ἄλλος παρὰ πάντα τὰ κτίσματα καὶ παῤ ἐκείνους
ὢν, μόνος δὲ τοῦ Πατρὸς ἴδιος ὢν κατʼ οὐσίαν Υἱός. Εἰ
γὰρ ὡς ὑπερέχων τῇ δόξῃ προσεκυνεῖτο, ἔδει καὶ ἕκαστον τῶν
ὑποβεβηκότων τὸν ὑπερέχοντα προσκυνεῖν. Ἀλλʼ οὐκ ἔστιν
οὕτω· κτίσμα γὰρ κτίσματι οὐ προσκυνεῖ, ἀλλὰ δοῦλος δεσπότην,
καὶ κτίσμα Θεόν, Πέτρος μὲν οὖν ὁ ἀπόστολος προσκυνῆσαι
<note type="marginal">Acts x. 26.</note> θέλοντα τὸν Κορνήλιον κωλύει, λέγων ὅτι ‘κἀγὼ
ἄνθρωπός εἰμι·’ ἄγγελος δὲ θέλοντα προσκυνῆσαι τὸν Ἰωάννην
<note type="marginal">Rev. xxii. 9.</note> ἐν τῇ Ἀποκαλύψει κωλύει, λέγων, ‘Ὄρα μή· σύνδουλός σου
εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων
τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.’ Οὐκοῦν
Θεοῦ ἐστι μόνου τὸ προσκυνεῖσθαι· καὶ τοῦτο ἴσαι καὶ
αὐτοὶ οἱ ἄγγελοι, ὅτι κἂν ἄλλων ταῖς δόξαις ὑπερέχωσιν, ἀλλὰ
κτίσματα πάντες εἰσὶ, καὶ οὐκ εἰσὶ τῶν προσκυνουμένων, ἀλλὰ
τῶν προσκυνούντων τὸν Δεσπότην. Τὸν γοῦν πατέρα τοῦ
Σαμψὼν τὸν Μανωὲ, θέλοντα θυσίαν προσενεγκεῖν τῷ ἀγγέλῳ,
<note type="marginal">Cp. Judges xiii. 16.</note> ἐκώλυσεν ὁ ἄγγελος λέγων ὅτι ‘μὴ ἐμοὶ, ἀλλὰ τῷ Θεῷ προσένεγκε.’
Ὁ δὲ Κύριος καὶ παῤ ἀγγέλων προσκυνεῖται· γέγραπται
<note type="marginal">Ps. xcvi. (xcvii.) 7; Heb. i. 6.</note> γὰρ, ‘καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ·’ καὶ
παρὰ πάντων δὲ τῶν ἐθνῶν, ὡς ὁ Ἡσαΐας φησὶν, ‘Ἐκοπίασεν
<note type="marginal">Isa. xlv. 14.</note> Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ
ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι·’ εἶτα ἐξῆς· ‘Καὶ
προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός
ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ·’ τούς τε μαθητὰς προσκυνοῦντας
δέχεται, καὶ πληροφορεῖ τούτους, ὅστις ἐστὶ λέγων·
<note type="marginal">John xiii. 13.</note> ‘Οὐχ ὑμεῖς λέγετέ με, ὁ Κύριος καὶ ὁ διδάσκαλος; καὶ καλῶς
<note type="marginal">Ib. xx. 28.</note> λέγετε· εἰμὶ γάρ.’ Καὶ τὸν Θωμᾶν δὲ λέγοντα αὐτῷ, ‘Ὁ
Κύριός μου καὶ ὁ Θεός μου, συγχωρεῖ λέγειν, καὶ μᾶλλον ἀποδέχεται,
μὴ κωλύων αὐτόν. Ἔστι γὰρ αὐτὸς, ὡς οἵ τε ἄλλοι
προφήται λέγουσι, καὶ Δαβὶδ ψάλλει, ‘Κύριος τῶν δυνάμεων,
<note type="marginal">Ps. xxiii. (xxiv.) 10.</note> Κύριος Σαβαὼθ ὃ ἑρμηνεύεται, ‘Κύριος τῶν στρατιῶν,ʼ καὶ

<pb n="93"/>
Θεὸς ἀληθινὸς καὶ παντοκράτωρ, κἂν οἱ Ἀρειανοὶ ἐν τούτῳ
διαῤῥηγνύωσιν ἑαυτούς.</p></div><div type="textpart" subtype="chapter" n="24"><p>24. Οὐκ ἂν δὲ οὐδὲ αὐτὸς προσεκυνήθη, οὐδὲ ταῦτʼ ἐλέγετο
περὶ αὐτοῦ, εἰ ὅλως τῶν κτισμάτων ἦν. Νῦν δὲ ἐπειδὴ οὐκ ἔστι
κτίσμα, ἀλλʼ ἴδιον τῆς οὐσίας τοῦ προσκυνουμένου Θεοῦ γέννημα,
καὶ φύσει Υἱός ἐστι, διὰ τοῦτο προσκυνεῖται, καὶ Θεὸς
πιστεύεται, καὶ Κύριος στρατιῶν καὶ ἐξουσιαστὴς καὶ παντοκράτωρ
ἐστὶν, ὡς ὁ Πατήρ· αὐτὸς γὰρ εἴρηκε· ‘Πάντα ὅσα ἔχει <note type="marginal">John xvi. 15.</note>
ὁ Πατὴρ ἐμά ἐστιν· Υἱοῦ γὰρ ἴδιον τὰ τοῦ Πατρὸς ἔχειν, καὶ
τοιοῦτον αὐτὸν εἶναι, ὡς ἐν αὐτῷ θεωρεῖσθαι τὸν Πατέρα· καὶ
δι᾿ αὐτοῦ τὰ πάντα πεποιῆσθαι, καὶ ἐν αὐτῷ τὴν σωτηρίαν τῶν
πάντων γίνεσθαί τε καὶ συνίστασθαι· ἐπεὶ καλὸν αὐτοὺς ἔρεσθαι
καὶ τοῦτο, ἵνʼ ἔτι μᾶλλον ὁ ἔλεγχος τῆς αἱρέσεως αὐτῶν φαίνηται·
διὰ τί, πάντων ὄντων κτισμάτων, καὶ πάντων ἐκ τοῦ μὴ ὄντος
ἐχόντων τὴν σύστασιν, τοῦ τε Υἱοῦ καὶ αὐτοῦ ὄντος καθʼ ὑμᾶς
κτίσματος καὶ ποιήματος, καὶ ἑνὸς τῶν οὐκ ὄντων ποτὲ, διʼ
αὐτοῦ μόνου τὰ πάντα πεποίηκε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ <note type="marginal">Ib. i. 3.</note>
ἕν;’ ἢ διὰ τί, ὅταν μὲν ‘τὰ πάνταʼ λέγηται, οὐ τὸν Υἱόν τις ἐν
τοῖς πᾶσι σημαίνεσθαι νοεῖ, ἀλλὰ τὰ γενητά; ὅταν δὲ περὶ τοῦ
Λόγου λέγωσιν αἱ γραφαὶ, οὐκ ἐκ τῶν πάντων πάλιν αὐτὸν
ὄντα νοοῦσιν, ἀλλὰ τῷ Πατρὶ συντάττουσιν αὐτὸν, ἐν ᾧ τὴν
πάντων πρόνοιαν καὶ σωτηρίαν ἐργάζεται καὶ ποιεῖ ὁ Πατὴρ,
καὶ μάλιστα δυναμένων τῶν πάντων τῷ αὐτῷ προστάγματι, ᾧ
κἀκεῖνος παρὰ μόνου τοῦ Θεοῦ γέγονε, γενέσθαι; Οὐ γὰρ
κάμνει ὁ Θεὸς προστάττων, οὐδὲ ἀσθενεῖ πρὸς τὴν τῶν πάντων
ἐργασίαν, ἵνα τὸν μὲν Υἱὸν μόνος μόνον κτίσῃ, εἰς δὲ τὴν τῶν
ἄλλων δημιουργίαν ὑπουργοῦ καὶ βοηθοῦ χρείαν ἔχῃ τοῦ Υἱοῦ,
Οὐδὲ γὰρ οὐδὲ ὑπέρθεσιν ἔχει, ὅπερ ἂν ἐθελήσῃ γενέσθαι· ἀλλὰ
μόνον ἠθέληκε, καὶ ὑπέστη τὰ πάντα, καὶ ‘τῷ βουλήματι αὐτοῦ <note type="marginal">Rom. ix. 11.</note>
οὐδεὶς ἀνθέστηκε.’ Τίνος οὖν ἕνεκα οὐ γέγονε τὰ πάντα παρὰ
μόνου τοῦ Θεοῦ τῷ προστάγματι, ᾧ γέγονε καὶ ὁ Υἱὸς, ἢ διὰ τί
διὰ τούτου πάντα γέγονε, καίτοι καὶ αὐτοῦ γενητοῦ τυγχάνοντος,
λεγέτωσαν. Ἀλογία μὲν οὖν πᾶσα παῤ αὐτοῖς· φασὶ δὲ ὅμως
περὶ τούτου, ὡς ἄρα ‘θέλων ὁ Θεὸς τὴν γενητὴν κτίσαι φύσιν,
ἐπειδὴ ἑώρα μὴ δυναμένην αὐτὴν μετασχεῖν τῆς τοῦ Πατρὸς
ἀκράτου χειρὸς, καὶ τῆς παῤ αὐτοῦ δημιουργίας, ποιεῖ καὶ κτίζει

<pb n="94"/>
<note type="marginal">Cp. iv. 11. De Decr. Nic. 8.</note> πρώτως μόνος μόνον ἔνα, καὶ καλεῖ τοῦτον Υἱὸν καὶ Λόγον, ἵνα,
τούτου μέσου γενομένου, οὕτω λοιπὸν καὶ τὰ πάντα διʼ αὑτοῦ
γενέσθαι δυνηθῇ.’ Ταῦτα οὐ μόνον εἰρήκασιν, ἀλλὰ καὶ
γράψαι τετολμήκασιν Εὐσέβιός τε καὶ Ἄρειος, καὶ ὁ θύσας
Ἀστέριος.</p></div><div type="textpart" subtype="chapter" n="25"><p>25. Πῶς οὖν οὐκ ἄν τις αὐτῶν ἐκ τούτων τέλεον καταγνοίη
τῆς ἀσεβείας, ἢν, μετὰ πολλῆς τῆς ἀφροσύνης ἑαυτοῖς κεράσαντες,
οὐκ ἐρυθριῶσιν οὕτω καταμεθύοντες τῆς ἀληθείας. Εἰ
μὲν γὰρ, διὰ τὸ κάμνειν τὸν Θεὸν πρὸς τὴν τῶν ἄλλων ἐργασίαν,
φήσουσι μόνον αὐτὸν πεποιηκέναι τὸν Υἱὸν, καταβοήσει μὲν
τούτων πᾶσα ἡ κτίσις, οὐκ ἄξια φθεγγομένων περὶ τοῦ Θεοῦ·
<note type="marginal">Isa. xl. 28.</note> ἐγγράφως δὲ ὁ Ἡσαΐας λέγων, ‘Θεὸς αἰώνιος, ὁ κατασκευάσας
τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις
τῆς φρονήσεως αὐτοῦ.’ Εἰ δὲ, ὡς ἀπαξιῶν ὁ Θεὸς τὰ ἄλλα
ἐργάσασθαι, τὸν μὲν Υἱὸν μόνον εἰργάσατο, τὰ δὲ ἄλλα τῷ Υἱῷ
ἐνεχείρισεν ὡς βοηθῷ, καὶ τοῦτο μὲν ἀνάξιον Θεοῦ, οὐκ ἔστι
γὰρ ἐν Θεῷ τῦφος· ἐντρέψει δὲ αὐτοὺς ὅμως ὁ Κύριος λέγων,
<note type="marginal">Matt. x. 29.</note> ‘Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ
πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς;
<note type="marginal">Ib. vi.  25–30.</note> καὶ πάλιν, ‘Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε,
μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι
τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ἐμβλέψατε εἰς τὰ
πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ
συνάγουσιν εἰς τὰς ἀποθήκας· καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος
τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ
ὑμῶν, μεριμνῶν, δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ
πῆχυν ἕνα; Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ
κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν, οὐδὲ νήθουσι.
Λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο,
ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον
ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως
ἀμφιέννυσιν· οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Εἰ γὰρ
οὐκ ἀνάξιον Θεοῦ προνοεῖσθαι καὶ μέχρι τῶν οὕτω μικρῶν,
τριχὸς κεφαλῆς, καὶ στρουθίου, καὶ τοῦ χόρτου τοῦ ἀγροῦ, οὐκ
ἀνάξιον ἦν αὐτοῦ καὶ ταῦτα ἐργάσασθαι. Ὧν γὰρ τὴν πρόνοιαν
ποιεῖται, τούτων καὶ ποιητής ἐστι διὰ τοῦ ἰδίου Λόγου.

<pb n="95"/>
Ἄλλως τε καὶ μεῖζον ἄτοπον τοῖς τοῦτο λέγουσιν ἀπαντᾷ· διαιροῦσι
γὰρ τὰ κτίσματα καὶ τὴν δημιουργίαν· καὶ τὸ μὲν τοῦ
Πατρὸς ἔργον, τὰ δὲ τοῦ Υἱοῦ διδόασιν ἔργα· δέον ἢ καὶ τὰ
πάντα μετὰ τοῦ Υἱοῦ παρὰ τοῦ Πατρὸς γίνεσθαι, ἢ εἰ διὰ τοῦ
Υἱοῦ πάντα τὰ γενητὰ γίνεται, μὴ λέγειν αὐτὸν ἕνα τῶν γενητῶν
εἶναι.</p></div></div></body></text></TEI>