Cp. Nie. Cr.; de Syn. 17. 6. Εἰπεῖν δὲ πάλιν ἐτόλμησεν ὅτι οὐδὲ Θεὸς ἀληθινός ἐστιν ὁ Λόγος. Εἰ δὲ καὶ λέγεται Θεὸς, ἀλλʼ οὐκ ἀληθινός ἐστιν· ἀλλὰ μετοχῇ χάριτος, ὥσπερ καὶ οἱ ἄλλοι πάντες, οὕτω καὶ αὐτὸς λέγεται ὀνόματι μόνον Θεός. Καὶ πάντων ξένων καὶ ἀνομοίων ὄντων c. 17; ii. 43. τοῦ Θεοῦ κατʼ οὐσίαν, οὕτω καὶ ὁ Λόγος ἀλλότριος μὲν καὶ ἀνόμοιος Cp. de Syn. 31. κατὰ πάντα τῆς τοῦ Πατρὸς οὐσίας καὶ ἰδιότητός ἐστι, τῶν δὲ γενητῶν καὶ κτισμάτων ἴδιος καὶ εἴς αὐτῶν τυγχάνει.’ Μετὰ τούτων δὲ, ὥσπερ καὶ διάδοχος τῆς προπετείας τοῦ διαβόλου Ib. 15. γενόμενος, ἔθηκεν ἐν τῆ ‘ Θαλείᾳʼ ὡς ἄρα ‘ καὶ τῷ Υίῷ ὁ Πατὴρ ἀόρατος ὑπάρχει, καὶ οὔτε ὁρᾶν οὔτε γινώσκειν τελείως καὶ ἀκριβῶς δύναται ὁ Λόγος τὸν ἑαυτοῦ Πατέρα· ἀλλὰ καὶ ὃ γινώσκει καὶ ὃ βλέπει, ἀναλόγως τοῖς ἰδίοις μέτροις οἶδε καὶ βλέπει, ὥσπερ καὶ ἡμεῖς γινώσκομεν κατὰ τὴν ἰδίαν δύναμιν. Καὶ γὰρ καὶ ὁ Υἱὸςʼ, φησὶν, ‘ οὐ μόνον τὸν Πατέρα ἀκριβῶς οὐ γινώσκει, λείπει γὰρ αὐτῷ εἰς τὸ καταλαβεῖν· ἀλλὰ καὶ αὐτὸς ὁ Υἱὸς τὴν ἑαυτοῦ οὐσίαν οὐκ οἶδε· καὶ ὅτι μεμερισμέναι τῇ φύσει, καὶ ἀπεξενωμέναι καὶ ἀπεσχοινισμέναι καὶ ἀλλότριοι καὶ ἀμέτοχοί εἰσιν ἀλλήλων αἱ οὐσίαι τοῦ Πατρὸς καὶ τοῦ Υίοῦ καὶ τοῦ ἁγίου Πνεύματος,ʼ καὶ, ὡς αὐτὸς ἐφθέγξατο, ‘ ἀνόμοιοι πάμπαν ἀλλήλων ταῖς τε οὐσίαις καὶ δόξαις εἰσὶν ἐπʼ ἄπειρον. Τὸν γοῦν Λόγον φησὶν εἰς ὁμοιότητα δόξης καὶ οὐσίας ἀλλότριον εἶναι παντελῶς ἑκατέρων τοῦ τε Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος·᾿ τούτοις γὰρ ἐφθέγξατο τοῖς ῥήμασιν ὁ ἀσεβής· καὶ διῃρημένον δὲ εἶναι καθʼ ἑαυτὸν, καὶ ἀμέτοχον κατὰ πάντα τοῦ Πατρὸς τὸν Υἱὸν ἔφησε. Ταῦτα μέρη τῶν ἐν τῷ γελοίῳ συγγράμματι κειμένων μυθιδίων ἐστὶν Ἀρείου. 7. Τίς τοίνυν, τῶν τοιούτων καὶ τοῦ μέλους τῆς ‘ Θαλείαςʼ ἀκούσας, οὐ μισήσειεν ἐν δίκῃ παίζοντα τὸν Ἄρειον ὡς ἐπὶ σκηνῆς περὶ τοιούτων ; τίς οὐ θεωρεῖ τοῦτον, διὰ τοῦ δοκεῖν ὀνομάζειν Θεὸν καὶ περὶ Θεοῦ λέγειν, ὡς τὸν ὄφιν συμβουλεύοντα τῇ γυναικί ; τίς δὲ, τοῖς ἑξῆς ἐντυγχάνων, οὐ βλέπει τὴν ἀσέβειαν αὐτοῦ ὥσπερ καὶ τοῦ ὄφεως τὴν μετὰ ταῦτα πλάνην, εἰς ἣν παρήγαγε σοφισάμενος τὴν γυναῖκα; τίς ἐπὶ ταῖς τοιαύταις βλασφημίαις οὐκ ἐξίσταται ; Ὁ μὲν οὖν ‘ οὐρανὸς,ʼ ὡς ὁ Jer. ii.12. προφήτης φησὶν, ‘ἐξέστη, καὶ ἡ γῇ ἔφριξενʼ ἐπὶ τῇ παραβάσει τοῦ νόμου· ὁ δὲ ἥλιος πλέον ἀγανακτῶν, καὶ μὴ φέρων τότε τὰς Luke xxii 45. κατὰ τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου γενομένας σωματικὰς ὕβρεις, ἃς ἑκὼν αὐτὸς ὑπὲρ ἡμῶν ὑπέμεινεν, ἀπεστράφη, καὶ τὰς ἀκτῖνας συστείλας, τὴν ἡμέραν ἐκείνην ἀνήλιον ἔδειξεν· ἐπὶ δὲ ταῖς Ἀρείου βλασφημίαις πῶς οὐ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἀφασίᾳ πληγήσεται, καὶ κλείσει μὲν τὰς ἀκοὰς, καμμύσει c. 35. Cp. Ep. ad Æg. 13. δὲ τοὺς ὀφθαλμοὺς, ἵνα μήτε ἀκοῦσαι τοιούτων, μήτʼ ἰδεῖν τὸν ταῦτα γράψαντα δυνηθῇ ; ὁ δὲ Κύριος αὐτὸς πῶς οὐ μᾶλλον δικαίως κατὰ τούτων, ὡς ἀσεβῶν, ἀλλὰ καὶ ἀχαρίστων βοήσει, ἃ καὶ διὰ τοῦ προφήτου Ὠσηὲ προείρηκεν, ‘Οὐαὶ αὐτοῖς, ὅτι Hos. vii 13, 15. ἀπεπήδησαν ἀπʼ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατʼ ἐμοῦ ψευδῆ·᾿  καὶ μετʼ ὀλίγα, ‘καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρὰ, ἀπεστράφησαν εἰς οὐδέν;᾿ Τὸν γὰρ ὄντα τοῦ Θεοῦ Λόγον ἀποστραφέντες, πλάσαντες δὲ ἑαυτοῖς τὸν οὐκ ὄντα, εἰς τὸ μηδὲν πεπτώκασι. Διὰ τοῦτο γὰρ καὶ ἡ οἰκουμενικὴ σύνοδος ταῦτα λέγοντα Cρ. Ath. de Decr. Nic. 27; de Syn. 5. τὸν Ἀρειον ἐξέβαλε τῆς ἐκκλησίας καὶ ἀνεθεμάτισεν, οὐ φέρουσα τὴν ἀσέβειαν· καὶ λοιπὸν αἵρεσις ἐλογίσθη ἡ Ἀρείου πλάνη ἔχουσά τι πλέον τῶν ἄλλων αἱρέσεων, ὅτι καὶ Χριστομάχος ἐκλήθη, καὶ πρόδρομος ἐλογίσθη τοῦ᾿  Ἀντιχρίστου. Εἰ καὶ τὰ μάλιστα τοίνυν, ὡς προεῖπον, αὐτάρκης ἡ τοσαύτη κρίσις κατὰ τῆς ἀσεβοῦς αἱρέσεως πεῖσαι πάντας φεύγειν ἀπʼ αὐτῆς· ὅμως, ἐπειδή τινες τῶν λεγομένων Χριστιανῶν, ἢ ἀγνοοῦντες, ἢ ὑποκρινόμενοι, καθάπερ εἴρηται πρόσθεν, ἀδιάφορον πρὸς τὴν ἀλήθειαν c. 1. ἡγοῦνται τὴν αἵρεσιν, καὶ τοὺς ταῦτα φρονοῦντας Χριστιανοὺς ὀνομάζουσι, φέρε κατὰ δύναμιν ἐρωτῶντες αὐτοὺς, ἀποκαλύψωμεν τὴν πανουργίαν τῆς αἱρέσεως. Τάχα κἂν οὕτω συμποδισθέντες c. 18. ἐπιστομισθῶσι, καὶ φύγωσιν ἀπʼ αὐτῆς ‘ὡς ἀπὸ προσώπου ὄφεως. ᾿ Sirae. xxi 2. 8. Εἰ μὲν οὖν, διὰ τὸ λέξεις τινὰς τῆς θείας γραφῆς ἐν τῇ ‘Θαλείᾳʼ γράψαι, νομίζουσι καὶ τὰς βλασφημίας εὐφημίας εἶναι, πάντως που καὶ τοὺς νῦν᾿ ᾿Ιουδαίους ὁρῶντες ἀναγινώσκοντας τὸν νόμον καὶ τοὺς προφήτας, ἀρνήσονται καὶ αὐτοὶ διὰ S. Aug. c. Faust. xii. 1, etc. τοῦτο σὺν ἐκείνοις τὸν Χριστόν· ἀκούοντες δὲ τάχα καὶ Mανιχαίων λεγόντων μέρη τινὰ τῶν εὐαγγελίων, ἀρνήσονται σὺν αὐτοῖς τὸν νόμον καὶ τοὺς προφήτας. Εἰ δὲ ἀγνοοῦντες οὕτω χειμάζονται καὶ τοιαῦτα βαττολογοῦσι, μαθέτωσαν ἀπὸ τῶν γραφῶν ὅτι καὶ ὁ τὰς αἱρέσεις ἐπινοήσας διάβολος διὰ τὴν Cp. Ep. ad. Ep. Æg. 3. ἰδίαν τῆς κακίας δυσωδίαν κίχραται τὰς λέξεις τῶν γραφῶν, ἵνα, αὐτὰς ἔχων ἐπικάλυμμα, τὸν ἴδιον ἰὸν ἐπισπείρας, ἀπατήσῃ τοὺς ἀκεραίους. Οὕτω τὴν Εὕαν ἠπάτησεν· οὕτω καὶ τὰς ἄλλας αἱρέσεις ἔπλασε· οὕτω καὶ νῦν Ἀρειον ἔπεισεν εἰπεῖν καὶ σχηματίσασθαι Cp. de Syn. 16. δῆθεν κατὰ τῶν αἱρέσεων, ἵνα λάθῃ τὴν ἰδίαν ἐπιβάλλων αἵρεσιν. Καὶ ὅμως οὐκ ἔλαθεν οὐδὲ οὕτως ὁ πανοῦργοςʼ εἰς γὰρ τὸν τοῦ Θεοῦ Λόγον ἀσεβήσας, πάντων εὐθὺς ἐξέπεσε, καὶ δέδεικται πᾶσιν ὅτι καὶ περὶ τῶν ἄλλων ἠγνόησε, καὶ μηδὲν ὅλως ἀληθὲς φρονῶν ὑποκρίνεται. Πῶς γὰρ ἂν ἀληθεύσῃ περὶ τοῦ Πατρὸς ὁ τὸν Υἱὸν ἀρνούμενος, τὸν ἀποκαλύπτοντα περὶ αὐτοῦ; ἢ πῶς περὶ τοῦ Πνεύματος ὀρθὰ φρονήσει, δυσφημῶν εἰς τὸν τοῦτο χορηγοῦντα Λόγον ; τίς δὲ πιστεύσει λέγοντι Col. i. 18. τούτῳ περὶ ἀναστάσεως, ἀρνουμένῳ τὸν ‘ ἐκ νεκρῶνʼ δι᾿  ἡμᾶς ‘πρωτότοκονʼγενόμενον Χριστόν; πῶς δὲ οὐκ, ἄντικρυς ἀγνοήσας τὴν ἐκ Πατρὸς τοῦ Υἱοῦ γνησίαν καὶ ἀληθινὴν γέννησιν, πλανηθήσεται c. 49. καὶ περὶ τῆς ἐνσάρκου παρουσίας αὐτοῦ; Οὕτω γὰρ καὶ John xix. 15. οἱ τότε Ἰουδαῖοι, ἀρνησάμενοι τὸν Λόγον, καὶ λέγοντες, ‘Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα,ʼ πάντων ἀθρόως ἀφῃρέθησαν, Cp. iv. 34. καὶ γεγόνασιν ἔρημοι φωτὸς λύχνου, ὀσμῆς μύρου, προφητείας γνώσεως, καὶ αὐτῆς τῆς ἀληθείας· καὶ νῦν οὐδὲν συνιέντες, ὡς Cp Soc. i. 6. ἐν σκότῳ περιπατοῦντές εἰσι. Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; Cp. c. 3. ἢ πόθεν ἢ παρὰ τίνος οἱ κόλακες καὶ δωροδόκοι τῆς αἱρέσεως ἤκουσαν τοιαῦτα; τίς, ὅτε κατηχοῦντο,τοιαῦτα λελάληκεναὐτοῖς ; τίς αὐτοῖς εἴρηκεν ὅτι, ‘τὴν εἰς τὴν κτίσιν λατρείαν ἀφέντες, κτίσματικαὶ Cp. iii. 16, and Ep. ad Æg. 13. ποιήματι πάλιν προσέρχεσθε λατρεύειν;᾿  Εἰ δὲ καὶαὐτοὶ πρῶτον νῦν ὁμολογοῦσιν ἀκηκοέναι τὰ τοιαῦτα, μὴ ἀρνείσθωσαν ἀλλοτρίαν καὶ μὴ ἐκ πατέρων εἶναι τὴν αἵρεσιν ταύτην. Τὸ δὲ μὴ ἐκ πατέρων, ἀλλὰ νῦν ἐφευρεθὲν, τί ἂν εἴη ἕτερον ἢ περὶ οὗ προείρηκεν ὁ μακάριος Παῦλος· ‘ Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί 1 Tim. iv. 1. τινες τῆς ὑγιαινούσης πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν,᾿ καὶ ‘ἀποστρεφομένωντὴν ἀλήθειαν.᾿ Tit. i. 14. 9. Ἰδοὺ γὰρ ἡμεῖς μὲν ἐκ τῶν θείων γραφῶν παῤῥησιαζόμεθα περὶ τῆς εὐσεβοῦς πίστεως, καὶ ὡς λύχνον ἐπὶ τῆς λυχνίας τιθέαμεν λέγοντες· Υἱὸς ἀληθινὸς φύσει καὶ γνήσιός ἐστι τοῦ Cp. de Syn. 14. Πατρὸς, ἴδιος τῆς οὐσίας αὐτοῦ, Σοφία μονογενὴς, καὶ Λόγος ἀληθινὸς καὶ μόνος τοῦ Θεοῦ οὗτός ἐστιν· οὐκ ἔστι κτίσμα οὔτε ποίημα, ἀλλʼ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα. Διὸ Θεός ἐστιν ἀληθινὸς, ἀληθινοῦ Πατρὸς ‘ ὁμοούσιος᾿  ὑπάρχων. Τὰ δʼ Nic. Cr. ἄλλα, οἷς εἷπεν, ‘Ἐγὼ εἴπα, θεοί ἐστε,᾿  μόνον μετοχῇ τοῦ Λόγου Ps. Ixxxi. (lxxxii) 6. διὰ τοῦ Πνεύματος ταύτην ἔχουσι τὴν χάριν παρὰ τοῦ Πατρός. ‘Χαρακτὴρ γάρ ἐστι τῆς τοῦ Πατρὸς ὑποστάσεως, καὶ ‘ φῶς ἐκ Heb. i 3. Nic. Cr. φωτὸς,ʼ καὶ δύναμις καὶ εἰκὼν ἀληθινὴ τῆς τοῦ Πατρὸς οὐσίας, Τοῦτο γὰρ πάλιν εἶπεν ὁ Κύριος· ‘Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν John xiv. 9. Πατέρα.᾿  Ἀεὶ δὲ ἦν καὶ ἔστι, καὶ οὐδέποτε οὐκ ἦν. Ἀϊδίου γὰρ ὄντος τοῦ Πατρὸς, ἀΐδιος ἂν εἴη καὶ ὁ τούτου Λόγος καὶ ἡ Σοφία. Αὐτοὶ δὲ τί ἄρα ἡμῖν ἐκ τῆς πανεγκλήτου ‘Θαλίαςʼ προφέρουσιν; ἢ πρῶτον ἀναγνώτωσαν αὐτὴν, μιμούμενοι τὸ ἦθος τοῦ γράψαντος, ἵνα κἂν παῤ ἑτέρων χλευαζόμενοι μάθωσιν ἐν ποίῳ κεῖνται πτώματι, καὶ οὕτω λοιπὸν λεγέτωσαν. Τί δʼ ἂν εἴποιεν ἐξ αὐτῆς, ἢ ὅτι ‘ οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν, ἀλλʼ ὕστερον γέγονεν· οὐκ ἀεὶ ἦν ὁ Υἱὸς, οὐ γὰρ ἦν πρὶν γεννηθῇ· οὐκ ἔστιν ἐκ τοῦ c. 11. 32 and Nicene  Anathema. Πατρός· ἀλλʼ ἐξ οὐκ ὄντων ὑπέστη καὶ αὐτός· οὐκ ἔστιν ἴδιος τῆς οὐσίας τοῦ Πατρός· κτίσμα γάρ ἐστι καὶ ποίημα· καὶ οὐκ ἔστιν ἀληθινὸς Θεὸς ὁ Χριστὸς, ἀλλὰ μετοχῇ καὶ αὐτὸς ἐθεοποιήθη· οὐκ οἶδε τὸν Πατέρα ἀκριβῶς ὁ Υἱὸς, οὔτε ὁρᾷ ὁ Λόγος τὸν Πατέρα τελείως, καὶ οὔτε συνιεῖ, οὔτε γινώσκει ἀκριβῶς ὁ Λόγος τὸν Πατέρα· οὐκ ἔστιν ὁ ἀληθινὸς καὶ μόνος αὐτὸς τοῦ Πατρὸς Λόγος, ἀλλʼ ὀνόματι μόνον λέγεται λόγος καὶ σοφία, καὶ χάριτι λέγεται υἱὸς καὶ δύναμις· οὐκ ἔστιν ἄτρεπτος, ὡς ὁ Πατὴρ, ἀλλὰ τρεπτός ἐστι φύσει, ὡς τὰ κτίσματα, καὶ λείπει αὐτῷ εἰς κατάληψιν τοῦ γνῶναι τελείως τὸν Πατέρα ;ʼ Θαυμαστή γε ἡ αἵρεσις, μηδὲ τὸ πιθανὸν ἔχουσα, ἀλλὰ καὶ εἰς τὸ Cp. c. 1. μὴ εἶναι κατὰ τοῦ ὄντος φανταζομένη, καὶ ἀντὶ εὐφημίας δυσφημίας διόλου προβαλλομένη. Εἴ τις ἄρα, τὰ παρʼ ἀμφοτέρων ἐξετάσας, ἐρωτηθείη τὴν ὁποτέρου πίστιν ἂν ἕλοιτο, ἢ τὰ τίνος ἂν εἴποι ῥήματα πρέποντα εἶναι Θεῷ· μᾶλλον δὲ καὶ εἰπάτωσαν John i. 1. αὐτοὶ οἱ τῆς ἀσεβείας κόλακες, τί πρέπει περὶ Θεοῦ (‘Θεὸς γὰρ ἦν ὁ Λόγος·᾿ ) ἐρωτώμενον ἀποκρίνασθαι· ἀπὸ γὰρ τούτου καὶ τὸ ὅλον ἑκατέρων τῶν προβληθέντων γνωσθήσεται τί πρέπει λέγειν, τὸ ἦν, ἢ τὸ οὐκ ἦν· τὸ ἀεὶ, ἢ τὸ πρὶν γενέσθαι· τὸ ἀΐδιον, De Decr. Nic. 6. ἢ τὸ ἀφʼ οὗ καὶ ἐξότε· ἀληθινὸν, ἢ θέσει καὶ μετοχῇ καὶ κατʼ ἐπίνοιαν· τῶν γενητῶν ἕνα λέγειν αὐτὸν, ἢ τῷ Πατρὶ συνάπτειν c. 21;  iii. 36. αὐτόν· ἀνόμοιον αὐτὸν εἶναι κατʼ οὐσίαν τοῦ Πατρὸς, ἢ ὅμοιον καὶ ἴδιον τοῦ Πατρὸς εἶναι· κτίσμα εἶναι, ἢ διʼ αὐτοῦ τὰ κτίσματα γεγενῆσθαι· αὐτὸν εἶναι τὸν τοῦ Πατρὸς Λόγον, ἢ ἕτερον παρὰ τοῦτον, καὶ διʼ ἐκείνου τοῦτον γεγενῆσθαι καὶ διʼ ἄλλης σοφίας· καὶ τοῦτον ὀνόματι μόνον σοφίαν καὶ λόγον κεκλῆσθαι, κἀκείνης τῆς σοφίας τοῦτον μέτοχον καὶ δεύτερον γεγενῆσθαι. Cp. Eushb.  H. E. v. 28. 10. Τὰ τίνων ἄρα ῥήματα θεολογεῖ καὶ δεικνύει Θεὸν εἶναι καὶ Υἱὸν τοῦ Πατρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν ; ταῦθʼ ἅπερ ὑμεῖς ἐξημέσατε, ἢ ἅπερ ἡμεῖς ἐκ τῶν γραφῶν εἰρήκαμεν καὶ λέγομεν ; Εἰ μὲν οὖν οὐκ ἔστι Θεὸς οὐδὲ Λόγος οὐδὲ Υἱὸς ὁ Σωτὴρ, ἐξέστω λέγειν, ὥσπερ τοῖς Ἔλλησι καὶ τοῖς νῦν Ἰουδαίοις, οὕτω καὶ ὑμῖν, βούλεσθε· εἰ δὲ Λόγος τοῦ Πατρὸς καὶ Nic. Cr. Υἱὸς ἀληθινός ἐστι, καὶ ‘ ἐκ Θεοῦ Θεός ἐστι, καὶ ‘ ἐπὶ πάντων Rom. ix. 5, 24. εὐλογημένος εἰς τοὺς αἰῶνας,ʼ πῶς οὐκ ἄξιον ἀφανίσαι καὶ ἀπαλεῖψαι τά τε ἄλλα ῥήματα καὶ τὴν Ἀρειανὴν ‘Θαλείαν,᾿  ὡς εἰκόνα κακῶν καὶ πάσης ἀσεβείας γέμουσαν; εἰς ἣν ἐμπίπτων Prov. ix. 18. ‘οὐκ οἶδεν ὅτι γηγενεῖς παῤ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ.᾿  Καὶ τοῦτο ἴσασι καὶ αὐτοὶ, καὶ ὡς πανοῦργοι Ad Ep. Æg. 18. κρύπτουσι, μὴ θαῤῥοῦντες ἐκλαλεῖν αὐτὰ, ἀλλʼ ἕτερα φθεγγόμενοι παρὰ ταῦτα, Ἐάν τε γὰρ εἴπωσι, καταγνωσθήσονται· ἐάν τε ὑπονοηθῶσι, βληθήσονται παρὰ πάντων τοῖς ἐκ τῶν Luke xvi. 8. γραφῶν ἐλέγχοις. Διὰ τοῦτο γοῦν ὡς ‘υἱοὶ τοῦ αἰῶνος τούτουʼ ὄντες, πανούργως τὸν νομιζόμενον ἑαυτῶν λύχνον ἅψαντες ἐκ Job xviii. 5. τῆς ἀγριελαίου, καὶ φοβούμενοι μὴ ταχέως ἀποσβεσθῇ (‘ φῶς γὰρ,᾿  φησὶν, ‘ ἀσεβῶν σβέννυται· ᾿ ) τοῦτον μὲν ‘ κρύπτουσιν ὑπὸ τὸν μόδιονʼ τῆς ὑποκρίσεως, ἕτερα δὲ φθέγγονται, καὶ προστασίας φίλων, καὶ Κωνσταντίου φόβον ἐπαγγέλλονται, ἵνʼ οἱ εἰσερχόμενοι Cp.iii. 28. De Syn. 1. 31. Hist. Ari. 74. πρὸς αὐτοὺς ὑπὸ τῆς ὑποκρίσεως καὶ τῆς ἐπαγγελίας μὴ βλέπωσι τὴν τῆς αἱρέσεως ῥυπαρίαν. Πῶς οὖν οὐκ ἀξία καὶ κατὰ τοῦτο πάλιν μίσους ἡ αἵρεσις, ὅπουγε καὶ παῤ αὐτῶν τῶν ἰδίων ὡς μὴ ἔχουσα παῤῥησίαν κρύπτεται, καὶ ὡς ὄφις θάλπεται; πόθεν γὰρ ἑαυτοῖς συνεφόρησαν τὰ ῥημάτια ταῦτα; ἢ παρὰ τίνος ἄρα λαβόντες, τοιαῦτα τετολμήκασι λέγειν ; Ἀνθρώπων μὲν οὖν οὐδένα ἂν εἴποιεν τὸν ταῦτα παρασχόντα. Τίς γάρ ἐστιν ἀνθρώπων ἢ Ἕλλην ἢ βάρβαρος, ὅστις ὃν ὁμολογεῖ θεὸν, τοῦτον τολμ λέγειν ἕνα εἶναι τῶν κτισμάτων, καὶ, ‘Οὐκ ἦν πρὶν ποιηθῇ ;᾿  ἢ τίς ἐστιν, ὅστις ᾧ πεπίστευκε Θεῷ, ἀπιστεῖ λέγοντι, Οὕτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,᾿  φάσκων Matt. iii. 17. ὅτι οὐκ ἔστιν Υἱὸς, ἀλλὰ ποίημα ; πλέον γὰρ ἀγανακτήσουσι πάντες κατʼ αὐτῶν τοιαῦτα μαινομένων. Ἀλλʼ οὐδὲ ἐκ τῶν γραφῶν ἔχουσι τὰς προφάσεις. δείχθη γὰρ πολλάκις, δειχθήσεται δὲ καὶ νῦν, ἀλλότρια ταῦτα τῶν θείων λογίων. Οὐκοῦν ἐπειδὴ λείπει λοιπὸν εἰπεῖν, ὅτι παρὰ τοῦ διαβόλου λαβόντες ἐμάνησαν· (τούτων γὰρ ἐκεῖνος μόνος ἐστὶ σπορεύς·) φέρε, Cp. c. 1. πρὸς αὐτὸν ἀντιστῶμεν· πρὸς ἐκεῖνον γάρ ‘ ἐστιν ἡμῖν διὰ Eph. vi. 12. τούτων ‘ ἡ πάλη·᾿  ἵνα, τοῦ Κυρίου βοηθοῦντος, κἀκείνου συνήθως πίπτοντος τοῖς ἐλέγχοις, αἰσχυνθῶσιν οὗτοι, βλέποντες ἀποροῦντα τὸν ἐπισπείραντα τὴν αἵρεσιν αὐτοῖς, καὶ μάθωσι κἂν ὀψέποτε ὅτι, Ἀρειανοὶ ὄντες, οὐκ εἰσὶ Χριστιανοί.