<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg130.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="46"><p>46. Τὸ μὲν οὖν παρὰ τῷ ἀποστόλῳ γεγραμμένον, τοιοῦτον
ἔχον τὸν νοῦν, ἐλέγχει τοὺς ἀσεβεῖς· τὸ δὲ παρὰ τῷ ὑμνῳδῷ <note type="marginal">(2)</note>
λεγόμενον τὴν αὐτὴν πάλιν ἔχει διάνοιαν ὀρθὴν, ἣν παρεξηγοῦνται
μὲν οὗτοι, ὁ δὲ ψαλμῳδὸς δείκνυσιν εὐσεβῆ. Φησὶ γὰρ
καὶ αὐτὸς, ‘ Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. <note type="marginal">Ps. xliv. (xiv.) 67.</note>
Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας
δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς,
ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.’
Ἴδετε, ὦ Ἀρειανοὶ, καὶ ἐπίγνωτε κἂν ἐντεῦθεν τὴν ἀλήθειαν.
‘Μετόχους τοῦ Κυρίου πάντας ἡμᾶς εἴρηκεν ὁ ψάλλων. Εἰ
δὲ ‘ἐξ οὐκ ὄντων ἦν καὶ τῶν γενητῶν εἶς, εἶς ἦν ἂν τῶν

<pb n="48"/>
μετεχόντων καὶ αὐτός· ἐπειδὴ δὲ αὐτὸν μὲν Θεὸν αἰώνιον ὕμνησε
λέγων, ‘ Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,ʼ
τὰ δὲ ἄλλα πάντα μετέχειν αὐτοῦ δεδήλωκε, τί δεῖ νοεῖν ἢ ὅτι
τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τοῦ δὲ Πατρὸς μόνος αὐτός ἐστι
Λόγος ἀληθινὸς, ἀπαύγασμα, καὶ σοφία, ἧς τὰ γενητὰ πάντα
μετέχει, καὶ ἁγιάζεται παῤ αὐτοῦ τῷ Πνεύματι ; Καὶ ἐνταῦθα
γοῦν ‘χρίεται,᾿  οὐχ ἵνα Θεὸς γένηται· ἦν γὰρ καὶ πρὸ τούτου·
<note type="marginal">2 Cor. iv. 4; Col. i. 15.</note> οὐδʼ ἵνα βασιλεὺς γένηται· ἦν γὰρ ἀϊδίως βασιλεύων, ‘εἰκὼν’
ὑπάρχων τοῦ Θεοῦ, ὡς τὸ λόγιον δείκνυσιν· ἀλλʼ ὑπὲρ ἡμῶν
πάλιν καὶ τοῦτο γέγραπται. Οἱ μὲν γὰρ κατὰ τὸν Ἰσραὴλ
βασιλεῖς, ὅτε ἐχρίοντο, τότε βασιλεῖς ἐγίνοντο, οὐκ ὄντες πρότερον
βασιλεῖς, ὡς Δαβὶδ, ὡς Ἐζεκίας, ὡς Ἰωσίας καὶ οἱ ἄλλοι·
ὁ δὲ Σωτὴρ τὸ ἔμπαλιν, Θεὸς ὢν, καὶ τὴν βασιλείαν τοῦ Πατρὸς
ἀεὶ βασιλεύων, τοῦ τε Πνεύματος τοῦ ἁγίου χορηγὸς ὢν αὐτὸς,
ὅμως δὲ λέγεται νῦν ‘χρίεσθαι,’ ἵνα πάλιν, ὡς ἄνθρωπος λεγόμενος
τῷ Πνεύματι χρίεσθαι, ἡμῖν τοῖς ἀνθρώποις, καθάπερ τὸ
ὑψωθῆναι καὶ τὸ ἀναστῆναι, οὕτως καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν
καὶ οἰκειότητα κατασκευάσῃ. Τοῦτο δὲ σημαίνων καὶ
αὐτὸς διʼ ἑαυτοῦ ὁ Κύριος ἔλεγεν ἐν τῷ κατὰ Ἰωάννην εὐαγ
<note type="marginal">John xvii. 18, 19.</note> γελίῳ, ‘ἐγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον, καὶ ὑπὲρ αὐτῶν
ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.’
Τοῦτο δὲ λέγων, ἔδειξεν ὅτι μὴ αὐτός ἐστιν ὁ ἁγιαζόμενος, ἀλλʼ
ὁ ἁγιάζων· οὐ γὰρ παῤ ἑτέρου ἁγιάζεται, ἀλλʼ αὐτὸς ἑαυτὸν
ἁγιάζει, ἵνα ἡμεῖς ἐν τῇ ἀληθείᾳ ἁγιασθῶμεν. Ὁ δὲ ἑαυτὸν
ἁγιάζων Κύριός ἐστι τοῦ ἁγιάζειν. Πῶς οὖν τοῦτο γίνεται ;
πῶς δὲ τοῦτο λέγει ἢ ὅτι, ‘Ἐγὼ Λόγος ὢν τοῦ Πατρὸς, αὐτὸς
ἐμαυτῷ ἀνθρώπῳ γενομένῳ δίδωμι τὸ Πνεῦμα· καὶ ἐμαυτὸν
ἄνθρωπον γενόμενον ἐν τούτῳ ἁγιάζω, ἵνα λοιπὸν ἐν ἐμοὶ ἀληθείᾳ
<note type="marginal">Ib. 17.</note> ὄντι (‘ὁ δὲ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν’) οἱ πάντες
ἁγιασθῶσιν ;’</p></div><div type="textpart" subtype="chapter" n="47"><p>47. Εἰ δὲ ἡμῶν χάριν ἑαυτὸν ἁγιάζει, καὶ τοῦτο ποιεῖ ὅτε
γέγονεν ἄνθρωπος, εὔδηλον, ὅτι καὶ ἡ εἰς αὐτὸν ἐν τῷ Ἰορδάνῃ
τοῦ Πνεύματος γενομένη κάθοδος εἰς ἡμᾶς ἦν γινομένη, διὰ τὸ
φορεῖν αὐτὸν τὸ ἡμέτερον σῶμα. Καὶ οὐκ ἐπὶ βελτιώσει τοῦ
Λόγου γέγονεν, ἀλλʼ εἰς ἡμῶν πάλιν ἁγιασμὸν, ἵνα τοῦ χρίσματος
<note type="marginal">1 Cor. iii. 16.</note> αὐτοῦ μεταλάβωμεν, καὶ περὶ ἡμῶν λεχθείη, Ὁὐκ

<pb n="49"/>
οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν
ὑμῖν ;ʼ Τοῦ γὰρ Κυρίου, ὡς ἀνθρώπου, λουομένου εἰς τὸν Ἰορδάνην,
ἡμεῖς ἦμεν οἱ ἐν αὐτῷ καὶ παρʼ αὐτοῦ λουόμενοι. Καὶ
δεχομένου δὲ αὐτοῦ τὸ Πνεῦμα, ἡμεῖς ἦμεν οἱ παῤ αὐτοῦ γινόμενοι
τούτου δεκτικοί. Διὰ τοῦτο οὐδʼ ὥσπερ Ἀαρὼν, ἢ Δαβὶδ,
ἢ οἱ ἄλλοι πάντες, οὕτως καὶ αὐτὸς ἐλαίῳ κέχρισται, ἀλλὰ
ἅλλως παρὰ πάντας τοὺς μετόχους αὐτοῦ, ἐλαίῳ ἀγαλλιάσεως·
ὅπερ ἑρμηνεύων αὐτὸς εἶναι τὸ Πνεῦμα, διὰ τοῦ προφήτου φησὶ,
‘Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με·’ καθὼς καὶ ὁ <note type="marginal">Isa. lxi.  1.</note>
ἀπόστολος εἴρηκεν, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι <note type="marginal">Acts  x. 38.</note>
ἁγίῳ.’ Πότε οὖν καὶ ταῦτα περὶ αὐτοῦ εἴρηται, ἢ ὅτε καὶ ἐν
σαρκὶ γενόμενος ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ, καὶ ‘καταβέβηκεν <note type="marginal">Matt. iii. 17.</note>
ἐπʼ αὐτὸν τὸ Πνεῦμα ;’ Καὶ μὴν αὐτὸς ὁ Κύριός φησι, ‘τὸ
Πνεῦμα ἐκ τοῦ ἐμοῦ λήψεται·’ καὶ, ‘ἐγὼ αὐτὸ ἀποστέλλω·’ <note type="marginal">John, xvi. 14, 7.</note>
καὶ, ‘Λάβετε Πνεῦμα ἅγιον,’ τοῖς μαθηταῖς. Καὶ ὅμως ὁ ἄλλοις <note type="marginal">Ib. xx. 22.</note>
παρέχων, ὡς Λόγος καὶ ἀπαύγασμα τοῦ Πατρὸς, λέγεται
νῦν ‘ἀγιάζεσθαι,’ ἐπειδὴ πάλιν γέγονεν ἄνθρωπος, καὶ τὸ ἁγιαζόμενον
σῶμα αὐτοῦ ἐστιν. Ἐξ ἐκείνου γοῦν καὶ ἡμεῖς ἠρξάμεθα
τοῦ τὸ χρίσμα καὶ τὴν σφραγῖδα λαμβάνειν, λέγοντος τοῦ μὲν
Ἰωάννου, ‘Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου·’ τοῦ δὲ <note type="marginal">1 John ii. 20.</note>
ἀποστόλου, ‘καὶ ὑμεῖς ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας <note type="marginal">Eph. i. 13.</note>
τῷ ἁγίῳ.’ Οὐκοῦν διʼ ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ
λεγόμενον. Ποία τοίνυν καὶ ἐκ τούτου προκοπὴ βελτιώσεως
καὶ  ‘μισθὸς ἀρετῆςʼ ἢ ἁπλῶς πράξεως τοῦ Κυρίου δείκνυται ; Εἰ
μὲν γὰρ, ἐκ τοῦ μὴ εἶναι Θεὸς, Θεὸς ἐγεγόνει· εἰ, μὴ βασιλεὺς
ὣν, εἰς βασιλείαν προήγετο· εἶχεν ἂν ὑμῶν ὁ λόγος σκιᾶς τινος
πιθανότητα. Εἰ δὲ Θεός ἐστι, καὶ ‘ὁ θρόνος αὐτοῦ τῆς βασιλείας
αἰώνιός’ ἐστι, ποῦ εἶχε προκόψαι Θεός ; ἢ τί ἔλειπε τῷ
ἐπὶ τὸν θρόνον καθημένῳ τοῦ Πατρός ; εἰ δὲ, καὶ ὡς αὐτὸς ὁ
Κύριος εἴρηκεν, αὐτοῦ ἐστι τὸ Πνεῦμα, ἐκ τοῦ αὐτοῦ λαμβάνει, <note type="marginal">Cp. John xvi. 14, 7.</note>
αὐτός τε αὐτὸ ἀποστέλλει· οὐκ ἄρα ὁ Λόγος ἐστὶν, ᾗ Λόγος ἐστὶ
καὶ Σοφία, ὁ τῷ παῤ αὐτοῦ διδομένῳ Πνεύματι χριόμενος, ἀλλʼ
ἡ προσληφθεῖσα παῤ αὐτοῦ σάρξ ἐστιν, ἡ ἐν αὐτῷ καὶ παῤ
αὐτοῦ χριομένη· ἵνα καὶ ὁ ἁγιασμὸς, ὡς εἰς ἄνθρωπον τὸν
Κύριον γινόμενος, εἰς πάντας ἀνθρώπους γένηται παῤ αὐτοῦ,
‘Οὐ γὰρ ἀφʼ ἑαυτοῦ,’ φησὶ, ‘τὸ Πνεῦμα λαλεῖ,’ ἀλλ’ ὁ Λόγος <note type="marginal">Ib. 13.</note>

<pb n="50"/>
ἐστὶν ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. Ὅμοιον γάρ ἐστι καὶ τοῦτο
<note type="marginal">Phil. ii. 6. 7.</note> τῷ προειρημένῳ ῥητῷ· ὡς γὰρ ὁ ἀπόστολος ἔγραψεν, ‘ὃς ἐν
μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα
Θεῷ, ἀλλʼ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών·’ οὕτως ὁ
Δαβὶδ ὑμνεῖ τὸν Κύριον, αἰώνιον μὲν ὄντα Θεὸν καὶ βασιλέα,
ἀποσταλέντα δὲ πρὸς ἡμᾶς, καὶ προσλαβόντα τὸ ἡμέτερον σῶμα
θνητὸν ὄν· τοῦτο γὰρ παῤ αὐτοῦ σημαίνεται ἐν τῷ ψάλλειν·
<note type="marginal">Ps.xliv. (xlv.) 9. </note> ‘σμύρνα, καὶ στακτὴ, καὶ κασία ἀπὸ τῶν ἱματίων σου.’ Παρὰ
<note type="marginal">John xix. 39.</note> δὲ Νικοδήμου καὶ τῶν περὶ Μαριὰμ δείκνυται, ὅτε ὁ μὲν ‘ἦλθε
φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ἑκατόν αἱ δὲ ἅπερ
<note type="marginal">Luke xxiv. 1. </note> ἦσαν ἑτοιμάσασαι εἰς τὸν ἐνταφιασμὸν τοῦ σώματος τοῦ
Κυρίου.</p></div><div type="textpart" subtype="chapter" n="48"><p>48. Ποία οὖν πάλιν προκοπὴ τῷ ἀθανάτῳ προσλαβόντι τὸ
θνητόν ; ἢ ποία βελτίωσις τῷ αἰωνίῳ ἐνδυσαμένῳ τὸ πρόσκαιρον ;
ποῖος δὲ καὶ μισθὸς μείζων γένοιτʼ ἂν Θεῷ αἰωνίῳ καὶ
βασιλεῖ, καὶ ὄντι ἐν τοῖς κόλποις τοῦ Πατρός ; ἆῤ οὐ θεωρεῖτε
ὅτι καὶ τοῦτο δι᾿ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονε καὶ γέγραπται, ἵνα
ἄνθρωπος γενόμενος ὁ Κύριος θνητοὺς ὄντας καὶ προσκαίρους
ἡμᾶς ἀθανάτους κατασκευάσῃ, καὶ εἰς τὴν αἰώνιον βασιλείαν τῶν
οὐρανῶν εἰσαγάγῃ ; ἆῤ οὐκ ἐρυθριᾶτε, καταψευδόμενοι τῶν
θείων λογίων ; Καὶ γὰρ τοῦ Κύριου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημήσαντος,
ἡμεῖς μὲν ἐβελτιώθημεν, ἐλευθερωθέντες ἀπὸ τῆς
ἁμαρτίας· αὐτὸς δὲ ὁ αὐτός ἐστι· καὶ οὐκ ἐπειδὴ γέγονεν ἄνθρωπος,
(πάλιν γὰρ τὸ αὐτὸ λεκτέον·) ἐτράπη· ἀλλὰ, καθὼς γέγραπται,
<note type="marginal">Isa. xl. 8.</note> ‘ὁ Λόγος τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.᾿  Ἀμέλει ὥσπερ
<note type="marginal">Cp. Cyril. Alex. Epist. ad Nest. 3. 10.</note> πρὸ τῆς ἐνανθρωπήσεως Λόγος ὢν ἐχορήγει τοῖς ἀγίοις ὡς ἴδιον
<note type="marginal">John xx. 22.</note> τὸ Πνεῦμα, οὕτως καὶ ἄνθρωπος γενόμενος, ἁγιάζει τοὺς πάντας
τῷ Πνεύματι, καὶ λέγει τοῖς μαθηταῖς, ‘Λάβετε Πνεῦμα ἅγιον·’
<note type="marginal">Num. xi. 16.</note> καὶ Μωσεῖ μὲν ἐδίδου καὶ τοῖς ἄλλοις τοῖς ἑβδομήκοντα· δι᾿
<note type="marginal">Ps. 1. (li.) 13.</note> αὐτοῦ τε ηὔχετο Δαβὶδ τῷ Πατρὶ, λέγων, ‘τὸ Πνεῦμα τὸ ἅγιόν
σου μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ,’ Καὶ ἄνθρωπος δὲ γενόμενος
<note type="marginal">John xv. 26.</note> ἔλεγεν, ‘ἀποστελῶ ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας·’
καὶ ἔπεμψεν, ἀψευδὴς ὢν, ὁ τοῦ Θεοῦ Λόγος. Οὐκοῦν
<note type="marginal">Heb. xii. 8.</note> ‘Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶναςʼ
μένων ἄτρεπτος, καὶ ὁ αὐτός ἐστι διδοὺς καὶ λαμβάνων, διδοὺς
μὲν ὡς Θεοῦ Λόγος, λαμβάνων δὲ ὡς ἄνθρωπος. Οὐκ ἄρα ὁ

<pb n="51"/>
Λόγος ἐστὶν, ἧ Λόγος ἐστὶν, ὁ βελτιούμενος· εἶχε γὰρ πάντα
καὶ ἀεὶ ἔχει· ἀλλʼ οἱ ἄνθρωποί εἰσιν, οἱ ἀρχὴν ἔχοντες τοῦ λαμβάνειν
ἐν αὐτῷ καὶ διʼ αὐτοῦ, Αὐτοῦ γὰρ νῦν λεγομένου ἀνθρωπίνως
χρίεσθαι, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ χριόμενοι· ἐπειδὴ καὶ
βαπτιζομένου αὐτοῦ, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ βαπτιζόμενοι.
Περὶ δὲ τούτων πάντων μᾶλλον ὁ Σωτὴρ φανερὸν ποιεῖ λέγων
τῷ Πατρὶ, ‘Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, <note type="marginal">John xvii. 22.</note>
ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν ἐσμεν.’ Δι᾿  ἡμᾶς ἄρα καὶ δόξαν
ᾔτει, καὶ τὸ ‘ἔλαβε,ʼ καὶ τὸ ‘ἐχαρίσατο,’ καὶ τὸ ‘ὑπερύψωσε,’
λέλεκται· ἵνʼ ἡμεῖς λάβωμεν, καὶ ἡμῖν χαρίσηται, καὶ ἡμεῖς
ὑψωθῶμεν ἐν αὐτῷ, ὥσπερ καὶ ‘ὑπὲρ ἡμῶν ἑαυτὸν ἁγιάζει, ἵνʼ <note type="marginal">ib. 19.</note>
ἡμεῖς ἁγιασθῶμεν ἐν αὐτῷ.ʼ</p></div><div type="textpart" subtype="chapter" n="49"><p>49. Εἰ δὲ διὰ τὸ προσκεῖσθαι ἐν τῷ ψαλμῷ, ‘Διὰ τοῦτο <note type="marginal">Ps. xliv. (xlv.) 8.</note>
ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου,᾿  ἐκ τῆς ‘διὰ τοῦτοʼ λέξεως πρόφασιν
πάλιν ἑαυτοῖς, εἰς ἃ βούλονται, πορίζονται· γνώτωσαν οἱ
τῶν γραφῶν ἀμαθεῖς, καὶ τῆς ἀσεβείας ἐφευρεταὶ, ὅτι καὶ
ἐνταῦθα πάλιν τὸ ‘διὰ τοῦτοʼ οὐ μισθὸν ἀρετῆς ἢ πράξεως
σημαίνει τοῦ Λόγου, ἀλλὰ τὸ αἴτιον πάλιν τῆς εἰς ἡμᾶς αὐτοῦ
καθόδου, καὶ τῆς ὑπὲρ ἡμῶν εἰς αὐτὸν γινομένης τοῦ Πνεύματος
χρίσεως· οὐ γὰρ εἶπε, ‘διὰ τοῦτο ἔχρισέ σε,ʼ ἵνα γένῃ Θεὸς, ἢ
βασιλεὺς, ἢ Υἱὸς, ἢ Λόγος·’ ἦν γὰρ καὶ πρὸ τούτου καὶ ἔστιν
ἀεὶ, καθάπερ δέδεικται· ἀλλὰ μᾶλλον, ‘ἐπειδὴ Θεὸς εἶ καὶ
βασιλεὺς, διὰ τοῦτο καὶ ἐχρίσθης· ἐπεὶ οὐδὲ ἄλλου ἦν συνάψαι
τὸν ἄνθρωπον τῷ Πνεύματι τῷ ἁγίῳ, ἢ σοῦ τῆς εἰκόνος
τοῦ Πατρὸς, καθʼ ἣν καὶ ἐξ ἀρχῆς γεγόναμεν· σοῦ γάρ ἐστι καὶ
τὸ Πνεῦμα.’ Τῶν μὲν γὰρ γενητῶν ἡ φύσις οὐκ ἦν ἀξιόπιστος
εἰς τοῦτο, ἀγγέλων μὲν παραβάντων, ἀνθρώπων δὲ παρακουσάντων.
Διὰ τοῦτο Θεοῦ χρεία ἧν, (‘Θεὸς δέ ἐστιν ὁ Λόγος·’) <note type="marginal">John i. 1.</note>
ἵνα τοὺς ὑπὸ κατάραν γενομένους αὐτὸς ἐλευθερώσῃ. Εἰ μὲν
οὖν ‘ἐξ οὐκ ὄντων’ ἦν, οὐδʼ ἂν αὐτὸς ἦν ὁ Χριστὸς, εἶς ὢν πάντων
καὶ μέτοχος τυγχάνων καὶ αὐτός· ἐπειδὴ δὲ Θεός ἐστι,
Θεοῦ Υἱὸς ὢν, βασιλεύς τε ἀΐδιός ἐστιν, ἀπαύγασμα καὶ χαρακτὴρ
τοῦ Πατρὸς ὑπάρχων διὰ τοῦτο εἰκότως αὐτός ἐστιν ὁ
προσδοκώμενος Χριστὸς, ὃν ὁ Πατὴρ ἀπαγγέλλει τοῖς ἀνθρώποις,
ἀποκαλύπτων τοῖς ἁγίοις αὐτοῦ προφήταις· ἵνα ὥσπερ διʼ
αὐτοῦ γεγόναμεν, οὕτω καὶ ἐν αὐτῷ τῶν πάντων λύτρωσις ἀπὸ

<pb n="52"/>
τῶν ἁμαρτιῶν γένηται, καὶ τὰ πάντα παῤ αὐτοῦ βασιλεύηται.
Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς εἰς αὐτὸν γενομένης χρίσεως, καὶ
τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου, ἣν προορῶν καὶ ὁ ψαλμῳδὸς,
τὴν μὲν θεότητα καὶ τὴν πατρικὴν βασιλείαν αὐτοῦ ὑμνῶν
ἀναφωνεῖ, ‘Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου·᾿  τὴν δὲ εἰς ἡμᾶς
αὐτοῦ κάθοδον ἀπαγγέλλων, λέγει, ‘Διὰ τοῦτο ἔχρισέ σε ὁ
Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους
σου.’</p></div><div type="textpart" subtype="chapter" n="50"><p>50. Τί δὲ θαυμαστὸν ἢ τί ἄπιστον, εἰ ὁ τὸ Πνεῦμα διδοὺς
Κύριος λέγεται νῦν αὐτὸς τῷ Πνεύματι χρίεσθαι, ὅπου γε,
χρείας πάλιν ἀπαιτούσης, οὐ παρῃτήσατο διὰ τὸ ἀνθρώπινον
ἑαυτοῦ εἰπεῖν ἑαυτὸν καὶ ἐλάττονα τοῦ Πνεύματος ; Τῶν γὰρ
<note type="marginal">Matt. xii. 24.</note> Ἰουδαίων λεγόντων ‘ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια,ʼ
ἀπεκρίθη καὶ εἶπεν αὐτοῖς εἰς τὸ ἐλέγξαι βλασφημοῦντας
<note type="marginal">Ib. 28.</note> αὐτοὺς, ‘Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.᾿ 
Ἰδοὺ γὰρ, ὁ τοῦ Πνεύματος δοτὴρ ἐν Πνεύματι λέγει νῦν ἐκβάλλειν
αὐτὸν τὰ δαιμόνια· τοῦτο δὲ οὐκ ἔστιν ἄλλως εἰρημένον ἢ
διὰ τὴν σάρκα. Ὡς γὰρ τῆς ἀνθρώπων φύσεως οὐκ οὔσης ἱκανῆς
ἀφʼ ἑαυτῆς ἐκβάλλειν τοὺς δαίμονας εἰ μὴ δυνάμει τοῦ Πνεύματος,
διὰ τοῦτο ὡς ἄνθρωπος ἔλεγεν, ‘εἰ δὲ ἐγὼ ἐν Πνεύματι
Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.᾿  Ἀμέλει καὶ τὴν εἰς τὸ Πνεῦμα
τὸ ἃγιον βλασφημίαν γινομένην μείζονα τῆς ἀνθρωπότητος σημαίνων
<note type="marginal">Ib. 32.</note> ἔλεγεν, ‘ὃς ἂν εἴπῃ λόγον εἰς τὰν Υἱὸν τοῦ ἀνθρώπου,
<note type="marginal">Ib. xiii. 55.</note> ἕξει ἄφεσιν·’ οἷοι ἦσαν οἱ λέγοντες, ‘Οὐχ οὖτός ἐστιν ὁ τοῦ
τέκτονος υἱός ;ʼ Οἱ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημοῦντες,
καὶ τὰ τοῦ Λόγου ἔργα τῷ διαβόλῳ ἐπιγράφοντες, ἄφυκτον
τιμωρίαν ἕξουσι. Τοιαῦτα μὲν οὖν τοῖς Ἰουδαίοις ὡς ἄνθρωπος
ἔλεγεν ὁ Κύριος· τοῖς δὲ μαθηταῖς τὴν θεότητα καὶ τὴν μεγαλειότητα
δεικνὺς ἑαυτοῦ, οὐκέτι δὲ ἐλάττονα τοῦ Πνεύματος
ἑαυτὸν, ἀλλὰ ἴσον σημαίνων, ἐδίδου μὲν τὸ Πνεῦμα καὶ ἔλεγεν,
<note type="marginal">John xx. 22. Ib. xvi. 7, 14, 13.</note> ‘Λάβετε τὸ Πνεῦμα ἅγιον,ʼ καὶ, ‘ἐγὼ αὐτὸ ἀποστέλλω·
κἀκεῖνος ἐμὲ δοξάσει,’ καὶ, ‘ὅσα ἀκούει λαλήσει.’ Ὥσπερ οὖν
ἐνταῦθα αὐτὸς ὁ τοῦ Πνεύματος δοτὴρ ὁ Κύριος οὐ παραιτεῖται
εἰπεῖν, ‘ἐν Πνεύματι ἐκβάλλειν τὰ δαιμόνια, ὡς ἄνθρωπος· τὸν
αὐτὸν τρόπον ὁ αὐτὸς ὢν τοῦ Πνεύματος δοτὴρ οὐ παρῃτήσατο

<pb n="53"/>
λέγειν· ‘Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με,ʼ διὰ <note type="marginal">Isa. lxi. 1.</note>
τὸ ‘γεγενῆσθαι αὐτὸν σάρκα,ʼ ὡς εἶπεν ὁ Ἰωάννης, ἵνα δειχθῇ <note type="marginal">John i. 14.</note>
ὅτι κατὰ τὰ ἀμφότερα ἡμεῖς ἐσμεν, οἱ καὶ ἐν τῷ ἁγιάζεσθαι
δεόμενοι τῆς τοῦ Πνεύματος χάριτος, καὶ μὴ δυνάμενοι δαίμονας
ἐκβάλλειν ἄνευ τῆς τοῦ Πνεύματος δυνάμεως. Διὰ
τίνος δὲ καὶ παρὰ τίνος ἔδει τὸ Πνεῦμα δίδοσθαι ἢ διὰ τοῦ
Υἱοῦ, οὗ καὶ τὸ Πνεῦμά ἐστι ; πότε δὲ λαμβάνειν ἡμεῖς ἐδυνάμεθα,
εἰ μὴ ὅτε ὁ Λόγος γέγονεν ἄνθρωπος ; Καὶ ὥσπερ τὸ
παρὰ τοῦ ἀποστόλου λεγόμενον δείκνυσιν, ὅτι οὐκ ἂν ἐλυτρώθημεν
καὶ ὑπερυψώθημεν, εἰ μὴ ὁ ‘ἐν μορφῇ Θεοῦ ὑπάρχων <note type="marginal">Phil. ii. 6, 7.</note>
ἔλαβε δούλου μορφήν·’ οὕτως καὶ ὁ Δαβὶδ δείκνυσιν, ὅτι οὐκ
ἂν ἄλλως μετέσχομεν τοῦ Πνεύματος καὶ ἡγιάσθημεν, εἰ μὴ ὁ
τοῦ Πνεύματος δοτὴρ αὐτὸς ὁ Λόγος ἔλεγεν ἑαυτὸν ὑπὲρ ἡμῶν
τῷ Πνεύματι χρίεσθαι. Διὸ καὶ βεβαίως ἐλάβομεν, αὐτοῦ
λεγομένου κεχρίσθαι σαρκί. Τῆς γὰρ ἐν αὐτῷ σαρκὸς πρώτης
ἁγιασθείσης, καὶ αὐτοῦ λεγομένου διʼ αὐτὴν εἰληφέναι, ὡς
ἀνθρώπου, ἡμεῖς ἐπακολουθοῦσαν ἔχομεν τὴν τοῦ Πνεύματος
χάριν, ‘ἐκ τοῦ πληρώματος αὐτοῦ’ λαμβάνοντες.</p><note type="marginal">John i. 16.</note></div></div></body></text></TEI>