<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg130.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="26"><p>26. Ὑμεῖς δὲ, ὦ Ἀρειανοὶ, τῶν ἰδίων ἑαυτῶν ῥημάτων μνημονεύοντες,
εἴπατε· Ὁ ὢν τοῦ μὴ ὄντος ἔχρῃζεν εἰς τὴν τῶν
πάντων δημιουργίαν, ἢ ὄντος αὐτοῦ ἔχρῃζεν ; Εἰρήκατε γὰρ,
‘Ὄργανον ἑαυτῷ τὸν Υἱὸν ἐκ τοῦ μὴ ὄντος κατεσκεύασεν, ἵνα δι᾿ <note type="marginal">Cp. ii. 30. 71.</note>
αὐτοῦ ποιήσῃ τὰ πάντα.᾿  Τί οὖν ἐστι βέλτιον, τὸ χρῇζον, ἢ τὸ
τὴν χρείαν ἀναπληροῦν; ἢ ἀμφότερα τὰ ἐνδέοντα ἀλλήλων ἀναπληροῦσι;
Τοιαῦτα γὰρ λέγοντες, τοῦ κατασκευάσαντος μᾶλλον
ἀσθένειαν δεικνύετε, εἰ μὴ καὶ μόνος ἵσχυσε δημιουργῆσαι τὰ
πάντα, ἀλλʼ ἔξωθεν ἑαυτῷ ὄργανον ἐπινοεῖ, ὥσπερ τέκτων ἢ
ναυπηγός τις, μὴ δυνάμενος ὁτιοῦν ἐργάσασθαι χωρὶς σκεπάρνου
καὶ πρίονος. Τί οὖν τούτου ἀσεβέστερον; Ἢ τί δεῖ διατρίβειν
ὅλως ἐν τούτοις ὡς δεινοῖς, αὐταρκῶν ὄντων τῶν προειρημένων
δεῖξαι, φαντασίαν μόνον εἶναι τὰ παῤ αὐτῶν ; Πρὸς δὲ τὴν <note type="marginal">Query 4.</note>
ἑτέραν αὐτῶν εὐήθη πάνυ καὶ μωρὰν ἐξέτασιν, ἣν πρὸς τὰ γυναικάρια
ποιοῦνται, οὐδὲν μὲν πάλιν οὐδὲ περὶ ταύτης ἐχρῆν ἀποκρίνασθαι,
ἢ τοῦτο μόνον ὃ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ὅτι <note type="marginal">c. 21.</note>
μὴ δέον τὴν ἐκ τοῦ Θεοῦ γέννησιν συμμετρεῖν τῇ τῶν ἀνθρώπων
φύσει, Ἴνα δὲ ὅμως καὶ ἐν τούτῳ καταγνῶσιν ἑαυτῶν, καλὸν
ἐκ τῶν αὐτῶν πάλιν οὕτως αὐτοῖς ἀπαντῆσαι. Ὅλως εἰ περὶ
υἱοῦ πυνθάνονται γονέων, ἐνθυμείσθωσαν πόθεν ἐστὶ τὸ γεννώμενον
τέκνον. Εἰ γὰρ καὶ οὐκ εἶχεν ὁ γονεὺς υἱὸν πρὶν γεννήσῃ,
ἀλλʼ ἐσχηκὼς, οὐκ ἔξωθεν οὐδὲ ἀλλότριον, ἀλλʼ ἐξ ἑαυτοῦ καὶ
ἴδιον τῆς οὐσίας καὶ ἀπαράλλακτον ἔσχεν εἰκόνα, ὥστε τοῦτον <note type="marginal">Cp. iii. 11.</note>

<pb n="28"/>
ἐν ἐκείνῳ βλέπεσθαι, κἀκεῖνον ἐν τούτῳ θεωρεῖσθαι. Εἰ τοίνυν
ἐκ τῶν ἀνθρωπίνων παραδειγμάτων τὸν χρόνον τῶν γεννώντων
λαμβάνουσι, διὰ τί μὴ ἐκ τῶν αὐτῶν καὶ τὸ κατὰ φύσιν καὶ τὸ
ἴδιον ἐνθυμοῦνται τῶν τέκνων πρὸς τοὺς γονέας, ἀλλὰ κατὰ
τοὺς ὄφεις μόνον τὸ πρὸς τὸν ἰὸν ἐπιτήδειον ἐκ τῆς γῆς ἐκλέγονται;
Ἔδει δὲ πυνθανομένους αὐτοὺς γονέων καὶ λέγοντας,
‘Οὐκ εἶχες υἱὸν πρὶν γεννήσῃς ; ᾿  προσθεῖναι καὶ εἰπεῖν,‘ Ἐὰν δὲ
σχῇς υἱὸν, ἆρά γε ἔξωθεν ὥσπερ οἰκίαν, ἤ τι ἕτερον κτῆμα ἀγοράζεις
; ʼ ἵνα σοι ἀποκρίνηται·  ‘Οὐκ ἔξωθεν, ἀλλʼ ἐξ ἐμοῦ ἐστι.
Τὰ μὲν γὰρ ἔξωθεν κτήματά ἐστι, καὶ ἀφʼ ἑτέρου εἰς ἕτερον
<note type="marginal">Cp. c. 20.</note> μετέρχεται· ὁ δὲ υἱὸς ἐξ ἐμοῦ ἐστι, καὶ τῆς ἐμῆς οὐσίας ἴδιος
καὶ ὅμοιος, οὐκ ἀφʼ ἑτέρου εἰς ἐμὲ γεγονὼς, ἀλλʼ ἐξ ἐμοῦ γεγεννημένος·
<note type="marginal">Cp. iii. 3.</note>  διὸ καὶ ἐν ἐκείνῳ ὅλος εἰμὶ, μένων αὐτὸς ὅ εἰμι.᾿  Οὕτω
γὰρ ἔχει· κἂν ὁ γονεὺς τῷ χρόνῳ διαφέρῃ, ὡς ἄνθρωπος ἐν
χρόνῳ καὶ αὐτὸς γεγονὼς, ἀλλʼ ἔσχεν ἂν καὶ αὐτὸς ἀεὶ συνυπάρχον
τὸ τέκνον,εἰ μὴ ἡ φύσις ἐνεπόδιζε καὶ ἐκώλυετὸ δύνασθαι.
<note type="marginal">Cp. Heb. vii. 10.</note> Καὶ γὰρ καὶ ὁ ‘Λευῒ ἔτι ἦν ἐντῇ ὀσφύΐ ’ τοῦ προπάππου, πρὶν αὐτὸς
γεννηθῇ, καὶ ὁ πάππος γεννήσῃ. Ὅταν οὗν εἰς τοῦθʼ ἡλικίας ἔλθοι
ὁ ἄνθρωπος, ἐν ᾗ καὶ τὸ δυνατὸν ἡ φύσις παρέχει, εὐθὺς ἀνεμποδίστῳ
τῇ φύσει πατὴρ ὁ ἄνθρωπος γίνεται τοῦ ἐξ ἑαυτοῦ υἱοῦ.</p></div><div type="textpart" subtype="chapter" n="27"><p>27. Οὐκοῦν εἰ γονέων περὶ τέκνων ἐπύθοντο, καὶ ἔγνωσαν
ὅτι τὰ φύσει τέκνα οὐκ ἔξωθεν ἀλλʼ ἐκ τῶν γονέων εἰσὶν, ὁμολογείτωσαν
καὶ περὶ τοῦ Λόγου τοῦ Θεοῦ, ὅτι ὅλως ἐκ τοῦ
Πατρός ἐστι. Καὶ περὶ τοῦ χρόνου ζητοῦντες, τὸ ἐμποδίζον τὸν
Θεὸν λεγέτωσαν, (χρὴ γὰρ ἐξ ὧν ὡς χλευάζοντες ἐπυνθάνοντο,
ἐκ τούτων αὐτοὺς ἀσεβοῦντας διελέγχειν· εἰπάτωσαν τοίνυν
τί τὸ ἐμποδίζον τὸν Θεὸν ἀεὶ τοῦ Υἱοῦ Πατέρα αὐτὸν εἶναι ;
Τὸ γὰρ ἐκ πατρὸς εἶναι τὸ γεννώμενον ὡμολόγηται. Ἵνα δὲ
καὶ ὅλως τι τοιοῦτον λογισάμενοι περὶ τὸν Θεὸν καταγνῶσιν
ἑαυτῶν, ὥσπερ ἠρώτησαν γυναῖκας περὶ τῶν χρόνων, οὕτω πυνθανέσθωσαν
<note type="marginal">Cp. c. 13.</note> καὶ τοῦ ἡλίου περὶ τοῦ ἀπαυγάσματος αὐτοῦ, καὶ
τῆς πηγῆς περὶ τοῦ ἐξ αὐτῆς, ἴνα μάθωσιν ὅτι καίπερ ὄντα γεννήματα
ταῦτα, ἐστὶ καὶ ἀεὶ σὺν ἐκείνοις, ἐξ ὦν καί εἰσιν. Εἰ
δὲ καὶ τὸ ‘φύσει ᾿  καὶ τὸ ἀεὶ οἱ τοιοῦτοι γονεῖς ἔχουσι πρὸς
τὰ τέκνα, διὰ τί τὸν Θεὸν ἐλάττονα τῶν γενητῶν ὑπονοοῦντες,
οὐ φανερώτερον ἑαυτῶν τὴν ἀσέβειαν ἐξάγουσιν; Εἰ δὲ τοῦτο

<pb n="29"/>
μὲν οὐ τολμῶσιν ἐκ φανεροῦ λέγειν, ὁμολογεῖται δὲ ὁ Υἱὸς μὴ
ἔξωθεν, ἀλλʼ ἐκ τοῦ Πατρὸς εἶναι φύσει γέννημα, οὐδὲν δὲ οὐδὲ
τὸ ἐμποδίζον ἐστὶ τὸν Θεόν· (‘ οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς,᾿ <note type="marginal">Judith viii. 16.</note>
ἀλλὰ καὶ πλέον ἐστὶ τοῦ ἡλίου, μᾶλλον δὲ Θεός ἐστι τοῦ
ἡλίου·) δῆλον ὅτι καὶ ἐξ αὐτοῦ καὶ ἀεί ἐστι συνυπάρχων ὁ <note type="marginal">Cp. ii. 40. iii. 9.</note>
Λόγος τῷ Πατρὶ, διʼ οὖ τὰ πάντα οὐκ ὄντα εἰς τὸ εἶναι πεποίηκεν
ὁ Πατήρ. τι μὲν οὖν ὁ Υἱὸς οὐκ ‘ἐξ οὐκ ὄντων,᾿  ἀλλʼ
ἀΐδιός τε καὶ ἐκ τοῦ Πατρός ἐστι, καὶ αὐτὸ τὸ πρᾶγμα δείκνυσι·
καὶ ἡ ἐρώτησις δὲ τῶν αἱρετικῶν πρὸς τοὺς γονέας διελέγχει
τὴν κακόνοιαν αὐτῶν, Ἔγνωσαν γὰρ τὸ κατὰ φύσιν, καὶ λοιπὸν
καὶ περὶ τῶν χρόνων ἠσχύνθησαν.</p></div><div type="textpart" subtype="chapter" n="28"><p>28. Ὅτι δὲ οὐ δεῖ τὴν τοῦ Θεοῦ γέννησιν παραβάλλειν τῇ
τῶν ἀνθρώπων φύσει, καὶ νομίζειν ‘ μέρος’ εἶναι τοῦ Θεοῦ τὸν
Υἱὸν αὐτοῦ, ἢ ὅλως τι ‘πάθοςʼ σημαίνειν τὴν γέννησιν, φθάσαντες <note type="marginal">c. 21.</note>
μὲν εἴπομεν ἐν τοῖς ἔμπροσθεν, καὶ νῦν δὲ τὰ αὐτά φαμεν· ‘οὐκ
ἔστιν ὡς ἄνθρωπος ὁ Θεός,᾿  Ἄνθρωποι μὲν γὰρ παθητικῶς
γεννῶσι, ῥευστὴν ἔχοντες τὴν φύσιν, καὶ χρόνους ἀναμένοντες
διὰ τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως· ἐπὶ δὲ Θεοῦ τοῦτο λέγειν
οὐκ ἔστιν. Οὐ γὰρ ἐκ μερῶν συγκείμενός ἐστιν, ἀλλὰ καὶ <note type="marginal">Cp. ii. 34. iv. 2.</note>
ἀπαθὴς ὢν καὶ ἀπλοῦς, ἀπαθῶς καὶ ἀμερίστως τοῦ Υἱοῦ Πατήρ
ἐστι· καὶ τούτου πάλιν μέγα τεκμήριον καὶ ἀπόδειξις ἐκ τῶν
θείων γραφῶν. Ὁ Λόγος γὰρ ὁ τοῦ Θεοῦ Υἱός ἐστιν αὐτοῦ,
καὶ ὁ Υἱὸς Λόγος ἐστὶ τοῦ Πατρὸς καὶ Σοφία· Λόγος δὲ καὶ
Σοφία οὔτε κτίσμα οὔτε μέρος ἐστὶ τούτου, οὗ καὶ ἔστι Λόγος,
οὔτε κατὰ πάθος ἐστὶ γέννημα. Ἀμφότερα γοῦν ἡ γραφὴ
συνάπτουσα, ‘Υἱὸν᾿  μὲν ἔφησεν, ἵνα τὸ φύσει καὶ ἀληθινὸν τῆς
οὐσίας γέννημα εὐαγγελίσηται· ἵνα δὲ μή τις ἀνθρώπινον
ὑπολάβοι τὸ γέννημα, πάλιν τὴν οὐσίαν αὐτοῦ σημαίνων, ‘Λόγονʼ
αὐτὸν εἶναι καὶ Σοφίαν καὶ ἀπαύγασμά φησιν. Ἐκ γὰρ τούτου
καὶ τὸ ἀπαθὲς τῆς γεννήσεως, καὶ τὸ ἀΐδιον, καὶ τῷ Θεῷ πρέπον
λογιζόμεθα. Ποῖον οὖν πάθος, ἢ ποῖον μέρος ἐστὶ τοῦ
Πατρὸς ὁ Λόγος, καὶ ἡ Σοφία, καὶ τὸ ἀπαύγασμα ; Καὶ τοῦτο
δυνατὸν καὶ αὐτοὺς τοὺς ἄφρονας μαθεῖν. Ὡς γὰρ γυναικῶν
ἐπύθοντο περὶ υἱοῦ, οὕτως καὶ ἄνδρας ἐπερωτάτωσαν περὶ τοῦ
λόγου, ἵνα μάθωσιν ὅτι οὔτε πάθος αὐτῶν, οὔτε μέρος ἐστὶ τοῦ
νοῦ τούτων ὁ λόγος ὃν προφέρονται. Εἰ δὲ τῶν ἀνθρώπων,

<pb n="30"/>
καίτοι παθητῶν ὄντων καὶ μεριστῶν ὄντων, τοιοῦτος ὁ λόγος,
διὰ τί περὶ τοῦ ἀσωμάτου καὶ ἀμερίστου Θεοῦ πάθη καὶ μέρη
λογίζονται, ἵνα, τοῦτο προσποιούμενοι δῆθεν εὐλαβεῖσθαι, ἀρνήσωνται
τὴν ἀληθῇ καὶ φύσει γέννησιν τοῦ Υἱοῦ ; Καὶ ὅτι μὲν τὸ
ἐκ τοῦ Θεοῦ γέννημα οὐκ ἔστι πάθος, ἱκανῶς διὰ τῶν ἔμπροσθεν
ἀποδέδεικται· δέδεικται δὲ καὶ ἰδίᾳ νῦν ὁ Λόγος οὐ κατὰ πάθος
γεννώμενος. Ἀκουέτωσαν δὲ καὶ περὶ τῆς Σοφίας τὰ αὐτά·
οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός·᾿  μὴ ἀνθρώπινον φανταζέσθωσαν
καὶ ἐν τούτῳ περὶ αὐτοῦ. Καὶ γὰρ τῶν ἀνθρώπων πάλιν δεκτικῶν
σοφίας γεγονότων, ὁ Θεὸς, οὐδενὸς μετέχων, αὐτὸς τῆς
ἑαυτοῦ Σοφίας Πατήρ ἐστιν, ἧς οἱ μετέχοντες εἰώθασι σοφοὶ
καλεῖσθαι· καὶ ἔστι καὶ αὐτὴ ἡ Σοφία οὐ πάθος, οὐδὲ μέρος,
<note type="marginal">c. 24.</note> ἀλλὰ γέννημα ἴδιον τοῦ πατρός. Διὰ τοῦτο ἀεὶ Πατὴρ, καὶ οὐκ
ἐπιγέγονε τῷ Θεῷ τὸ ‘πατὴρ,᾿  ἵνα μὴ καὶ τρεπτὸς εἶναι νομισθῇ.
Εἰ γὰρ καλὸν τὸ εἶναι αὐτὸν Πατέρα, οὐκ ἀεὶ δὲ ἦν Πατὴρ, οὐκ
ἀεὶ ἄρα τὸ καλὸν ἦν ἐν αὐτῷ.</p></div><div type="textpart" subtype="chapter" n="29"><note type="marginal">Arian obj.</note><p>29.‘ Ἀλλʼ ἰδοὺ᾿  φασὶ,  ‘καὶ ἀεὶ ποιητής ἐστιν ὁ Θεὸς, καὶ οὐκ
ἐπιγέγονεν αὐτῷ τοῦ δημιουργεῖν ἡ δύναμις· ἆρʼ οὖν, ἐπειδὴ
δημιουργός ἐστιν, ἀίδιά ἐστι καὶ τὰ ποιήματα, καὶ οὐ θέμις
<note type="marginal"><del>AI. γεννηθᾖ</del></note> εἰπεῖν οὐδὲ ἐπὶ τούτων, Οὐκ ἦν πρὶν γενηθῇ ;ʼ Ἄφρονες οἱ
Ἀρειανοί· τί γὰρ ὅμοιον υἱὸς καὶ ποίημα, ἵνα τὰ ἐπὶ τοῦ πατρὸς
ταῦτα καὶ ἐπὶ τῶν δημιουργῶν εἴπωσι ; πῶς δὲ, τοσαύτης διαφορᾶς
ἐν τοῖς ἔμπροσθεν δειχθείσης γεννήματος καὶ ποιήματος,
ἐμμένουσι τῇ ἀμαθίᾳ ; Πάλιν οὖν τὸ αὐτό λεκτέον· τὸ ποίημα
<note type="marginal">Cp. de Syn. 35.</note> ἔξωθεν τοῦ ποιοῦντός ἐστιν, ὥσπερ εἴρηται, ὁ δὲ υἱὸς ἴδιον τῆς
οὐσίας γέννημά ἐστι· διὸ καὶ τὸ μὲν ποίημα οὐκ ἀνάγκη ἀεὶ
εἶναι· ὅτε γὰρ βούλεται ὁ δημιουργὸς, ἐργάζεται· τὸ δὲ γέννημα
<note type="marginal">Cp. iii. 67.</note> οὐ βουλήσει ὑπόκειται, ἀλλὰ τῆς οὐσίας ἐστὶν ἰδιότης. Καὶ
ποιητὴς μὲν ἂν εἴη καὶ λέγοιτο, κἂν μήπω ᾖ τὰ ἔργα· πατὴρ δὲ
οὐκ ἂν λεχθείη οὐδʼ ἂν εἴη, μὴ ὑπάρχοντος υἱοῦ. Ἐὰν δὲ περιεργάζωνται
διὰ τί ὁ Θεὸς, ἀεὶ δυνάμενος ποιεῖν, οὐκ ἀεὶ ποιεῖ,
<note type="marginal">Rom. xi. 34.</note> μαινομένων μὲν καὶ αὕτη ἡ τόλμα. ‘Τίς γὰρ ἔγνω νοῦν
<note type="marginal">Ib. ix. 20.</note> Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο ;᾿  ἢ πῶς ‘ ἐρεῖ τὸ
πλάσμαʼ τῷ κεραμεῖ, ‘ Τί με οὕτως ἐποίησας ;᾿  Ἵνα δὲ, κἂν
ἀμυδρόν τινα λογισμὸν εὑρόντες, μὴ σιωπήσωμεν, ἀκουέτωσαν
ὅτι, εἰ καὶ τῷ Θεῷ δυνατὸν ἀεὶ ποιεῖν, ἀλλʼ οὐκ ἠδύνατο τὰ

<pb n="31"/>
γενητὰ ἀΐδια εἶναι· ἐξ οὐκ ὄντων γάρ ἐστι, καὶ οὐκ ἧν πρὶν
γένηται. Τὰ δὲ οὐκ ὄντα πρὶν γένηται πῶς ἡδύνατο συνυπάρχειν
τῷ ἀεὶ ὄντι Θεῷ ; Διὸ καὶ πρὸς τὸ λυσιτελὲς αὐτῶν
ἀφορῶν ὁ Θεὸς, ὅτε εἶδεν ὅτι δύναται γενόμενα διαμένειν, τότε
καὶ πεποίηκε πάντα. Καὶ ὥσπερ δυνάμενος καὶ ἐξ ἀρχῆς ἐπὶ
τοῦ Ἀδὰμ, ἢ ἐπὶ Νῶε, ἢ ἐπὶ Μωϋσέως ἀποστεῖλαι τὸν ἑαυτοῦ
Λόγον, οὐκ ἀπέστειλεν εἰ μὴ ἐπὶ συντελείᾳ τῶν αἰώνων·᾿  τοῦτο <note type="marginal">Heb. ix. 26.</note>
γὰρ εἶδε λυσιτελεῖν πάσῃ τῇ κτίσει· οὕτω καὶ τὰ γενητὰ, ὅτε
ἠθέλησε καὶ λυσιτελὲς ἦν αὐτοῖς, ἐποίησεν. Ὁ δέ γε Υἱὸς, οὐκ
ὢν ποίημα, ἀλλʼ ἴδιος τῆς οὐσίας τοῦ Πατρὸς, ἀεὶ ἔστιν· ἀεὶ
γὰρ ὄντος τοῦ Πατρὸς, ἀεὶ εἶναι δεῖ καὶ τὸ ἴδιον τῆς οὐσίας
αὐτοῦ, ὅπερ ἐστὶν ὁ Λόγος αὐτοῦ καὶ ἡ Σοφία. Καὶ τὰ μὲν
κτίσματα κἂν μηδέπω ὑπάρχῃ. οὐκ ἐλαττοῖ τὸν ποιητήν· ἔχει
γὰρ τὸ δύνασθαι δημιουργεῖν, ὅτε βούλεται· τὸ δὲ γέννημα, ἐὰν
μὴ ἀεὶ συνῇ τῷ Πατρὶ, ἐλάττωμα τῆς τελειότητος τῆς οὐσίας
αὐτοῦ ἐστιν. Ὅθεν τὰ μὲν ποιήματα, ὅτε ἠθέλησεν, ἐδημιουργήθη
διὰ τοῦ Λόγου αὐτοῦ· ὁ δὲ Υἱὸς ἀεί ἐστιν ἴδιον γέννημα <note type="marginal">c. 9.</note>
τῆς τοῦ Πατρὸς οὐσίας.</p></div><div type="textpart" subtype="chapter" n="30"><p>30. Ταῦτα τοὺς μὲν πιστοὺς εὐφραίνει, τοὺς δὲ αἱρετικοὺς <note type="marginal">Query 2. c. 22.</note>
λυπεῖ βλέποντας ἀναιρουμένην αὐτῶν τὴν αἵρεσιν· καὶ γὰρ
κἀκείνη πόλιν αὐτῶν ἡ ἐρώτησις ἐν τῷ λέγειν,‘ Ἓν τὸ ἀγένητον, <note type="marginal"><del>Cp. Bened. Edd. Adm. in Ep. de Decr. Nic tom, i p. 207.</del></note>
ἢ δύο ; ᾿  οὐκ ὀρθὴν αὐτῶν δείκνυσι τὴν διάνοιαν, ἀλλʼ ὕποπτον
καὶ δόλου μεστήν. Οὐ γὰρ ἐπὶ τιμῇ τοῦ Πατρὸς οὕτως ἐρωτῶσιν,
ἀλλʼ ἐπὶ ἀτιμίᾳ τοῦ Λόγου. Ἄν γοῦν τις, ἀγνοῶν τὴν
πανουργίαν αὐτῶν, ἀποκρίνηται, ‘ Ἓν τὸ ἀγένητον,ʼ εὐθὺς τὸν <note type="marginal"><del>AI. ἀγέννη. τον.</del></note>
ἑαυτῶν ἰὸν ἐξεμοῦσι λέγοντες· ‘Οὐκοῦν ὁ Υἱὸς τῶν γενητῶν
ἐστι, καὶ καλῶς εἰρήκαμεν, Οὐκ ἦν πρὶν γενηθῇ.᾿  Πάντα γὰρ
φυρῶσι καὶ κυκῶσιν, ἵνα μόνον διαστήσωσι τὸν Λόγον ἀπὸ τοῦ
Πατρὸς, καὶ τὸν δημιουργὸν τῶν ὅλων τοῖς ποιήμασι συναριθμήσωσι.
Πρῶτον μὲν οὖν καὶ κατὰ τοῦτο καταγνώσεώς εἰσιν
ἄξιοι, ὅτι μεμφόμενοι τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπισκόποις <note type="marginal">Cp. de Syn. 28, 36, ad afros 6.</note>
ὡς ἀγράφοις χρησαμένοις λέξεσι, καίτοι μὴ δυσφήμοις, ἀλλ᾿ 
ἐπʼ ἀναιρέσει τῆς ἀσεβείας αὐτῶν κειμέναις, ηὐτομόλησαν εἰς
τὴν αὐτὴν αἰτίαν αὐτοὶ ἐξ ἀγράφων φθεγγόμενοι, καὶ ἐπινοοῦντες
λοιδορίας κατὰ τοῦ Κυρίου, ‘ μὴ γινώσκοντες μήτε ἃ λέγουσι, <note type="marginal">1 Tim. i. 7.</note>
μήτε περὶ τίνων διαβεβαιοῦνται.᾿ Ἐρωτησάτωσαν γοῦν Ἕλληνας,

<pb n="32"/>
παῤ ὦν ἥκουσαν· (οὐ γὰρ τῶν γραφῶν, ἀλλʼ ἐκείνων
ἐστὶν εὕρεμα·) ἵνα ἀκούσαντες πόσα σημαινόμενα ἡ λέξις ἔχει,
μάθωσιν ὅτι οὐδὲ περὶ ὧν λέγουσιν ἐπίστανται καλῶς ἐρωτᾷν.
<note type="marginal"><del>Al. ἀγέννητον, τος. etc.</del></note>  Κἀγὼ γὰρ διʼ αὐτοὺς ἐπυθόμην λέγεσθαι ἀγένητον τὸ μηδέπω
μὲν γενόμενον, δυνάμενον δὲ γενέσθαι,ʼ ὡς τὸ ξύλον τὸ μήπω μὲν
<note type="marginal">De Syn. 46.</note> γενόμενον, δυνάμενον δὲ γενέσθαι σκάφος. Καὶ αὖθις ἀγένητον
λέγεσθαι τὸ ‘μήτε γενόμενον, μήτε δυνάμενον γενέσθαι ποτὲ,ʼ
ὡς τὸ τρίγωνον τετράγωνον, καὶ ὁ ἄρτιος ἀριθμὸς περιττός.
Οὔτε γὰρ τὸ τρίγωνον γέγονέ ποτε τετράγωνον, οὔτε γένοιτʼ ἄν
ποτε· ἀλλʼ οὔτε ὁ ἄρτιος γέγονέ ποτε περιττὸς, οὔτε γένοιτʼ ἄν
ποτε περιττός. Λέγεται δὲ πάλιν ἀγένητον τὸ ‘ ὑπάρχον μὲν,
<note type="marginal"><del>Al. γεννηθέν.</del></note> μὴ γενηθὲν δὲ ἔκ τινος, μηδὲ ὅλως ἔχον ἑαυτοῦ τινα πατέρα.
Προσέθηκε δὲ καὶ ὁ πανοῦργος σοφιστὴς Ἀστέριος, ὁ καὶ τῆς
<note type="marginal">Cp. ii. 24, 28, 37,40; iii. 2. De Syn. 18.</note> αἱρέσεως συνήγορος, ἐν τῷ ἰδίῳ συνταγματίῳ λέγων, ἀγένητον
εἶναι τὸ ‘ μὴ ποιηθὲν, ἀλλʼ ἀεὶ ὄν.᾿  Κατὰ ποῖον οὖν σημαινόμενον
νοοῦσι τὸ ἀγένητον, ἔδει προστιθέντας αὐτοὺς ἐρωτᾷν,
ἵνα καὶ ὁ ἐρωτώμενος ὀρθῶς ἀποκρίνηται.</p></div></div></body></text></TEI>