16. Τοιούτων δὴ οὖν ἀτόπων καὶ παρὰ τὴν ἀλήθειαν ἀναφαινομένων λογισμῶν, ἀνάγκη λέγειν τὸ ‘ἐκ τῆς οὐσίας τοῦ Πατρὸς’ ἴδιον αὐτοῦ σύμπαν εἶναι τὸν Υἱόν· τὸ γὰρ ὅλως ‘μετέχεσθαιʼ τὸν Θεὸν ἴσον ἐστὶ λέγειν ὅτι καὶ γεννᾷ· τὸ δὲ ‘ γεννᾷνʼ τί σημαίνει ἢ υἱόν ; Αὐτοῦ γοῦν τοῦ Υἱοῦ μετέχει τὰ πάντα κατὰ τὴν τοῦ Πνεύματος γινομένην παρ᾿ . αὐτοῦ χάριν· καὶ φανερὸν ἐκ τούτου γίνεται ὅτι αὐτὸς μὲν ὁ Υἱὸς οὐδενὸς μετέχει, τὸ δὲ ἐκ τοῦ Πατρὸς μετεχόμενον, τοῦτό ἐστιν ὁ Υἱός. Αὐτοῦ γὰρ τοῦ Υἱοῦ μετέχοντες, τοῦ Θεοῦ μετέχειν λεγόμεθα· καὶ τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Πέτρος, ‘ ἵνα γένησθε θείας κοινωνοὶ φύσεως,ʼ ὥς φησι 2 Pet. i. 4. καὶ ὁ ἀπόστολος, ‘ οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε ;ʼ καὶ, ‘ ἡμεῖς Cor. iii. 16. 2 Cor. vi. 16. γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος.᾿  Καὶ αὐτὸν δὲ τὸν Υἱὸν βλέποντες, ὁρῶμεν τὸν Πατέρα. Ἡ γὰρ τοῦ Υἱοῦ ἔννοια καὶ κατάληψις Cp. Jonh xiv. 9. γνῶσίς ἐστι περὶ τοῦ Πατρὸς, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ ἴδιον εἶναι γέννημα. Ὥσπερ δὲ τὸ μετέχεσθαι οὐκ ἄν τις ὑμῶν ἔτι πάθος εἴποι καὶ μερισμὸν τῆς τοῦ Θεοῦ οὐσίας· (δεδήλωται γὰρ καὶ ὡμολόγηται μετέχεσθαι τὸν Θεὸν, καὶ ταὐτὸ εἶναι μετέχεσθαι καὶ γεννᾷν·) οὕτως τὸ γέννημα οὐ πάθος, οὐδὲ μερισμός ἐστι τῆς μακαρίας ἐκείνης οὐσίας. Οὐκ ἄπιστον ἄρα ἐστὶν Υἱὸν ἔχειν τὸν Θεὸν, τῆς ἰδίας οὐσίας τὸ γέννημα· οὐδʼ ἄρα πάθος καὶ μερισμὸν τῆς οὐσίας τοῦ Θεοῦ σημαίνομεν, λέγοντες ‘Υἱὸν καὶ γέννημα·᾿  ἀλλὰ μᾶλλον τὸ γνήσιον καὶ τὸ Cp. c. 8. ἀληθινὸν καὶ τὸ μονογενὲς τοῦ Θεοῦ γινώσκοντες, οὕτω πιστεύομεν. Τούτου δὲ οὕτω πεφασμένου καὶ δεικνυμένου, ὅτι τὸ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γέννημα τοῦτό ἐστιν ὁ Υἱὸς, οὐδενὶ λοιπὸν ἀμφίβολον, ἀλλὰ καὶ πρόδηλον ἂν εἴη, ὅτι τοῦτό ἐστιν ἡ Σοφία καὶ ὁ Λόγος τοῦ Πατρὸς, ἐν ᾧ καὶ δι᾿  οὗ τὰ πάντα κτίζει καὶ ποιεῖ· καὶ τοῦτό ἐστιν αὐτοῦ τὸ ἀπαύγασμα, ἐν ᾧ τὰ πάντα φωτίζει, καὶ ἀποκαλύπτεται οἵς ἐὰν θέλῃ· τοῦτό ἐστιν αὐτοῦ χαρακτὴρ καὶ εἰκὼν, ἐν ᾧ θεωρεῖται καὶ γινώσκεται, διὸ John x. 30. 2 Cor. v. 17. καὶ ‘ αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσι·᾿  καὶ γὰρ ὁ τοῦτον βλέπων βλέπει καὶ τὸν Πατέρα· τοῦτό ἐστιν ὁ Χριστὸς, ἐν τὰ πάντα λελύτρωται, καὶ πάλιν τὴν καινὴν εἰργάσατο κτίσιν. Τοῦ δὲ Υἱοῦ πάλιν οὕτως ὄντος, οὐχ ἁρμόζει, ἀλλὰ καὶ λίαν ἐπικίνδυνόν ἐστιν εἰπεῖν τοῦτον ‘ ἐξ οὐκ ὄντων ποίημα ἢ, ‘ οὐκ ἦν πρὶν γεννηθῇ.᾿  Ὁ γὰρ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρὸς οὕτω λέγων καὶ εἰς αὐτὸν τὸν Πατέρα φθάνει βλασφημῶν, τὰ τοιαῦτα φρονῶν περὶ αὐτοῦ, οἴα καὶ περὶ τοῦ ἐξ αὐτοῦ γεννήματος φανταζόμενος καταψεύδεται. (3.) 17. Ἔστι μὲν οὖν καὶ τοῦτο μόνον ἱκανὸν ἀνατρέπειν τὴν Ἀρειανὴν αἵρεσιν· ὅμως δὲ καὶ ἐκ τούτου ἄν τις ἴδοι τὸ ἀλλόδοξον αὐτῆς. Εἰ ποιητὴς καὶ κτίστης ἐστὶν ὁ Θεὸς, διὰ Υἱοῦ δὲ τὰ ποιήματα κτίζει, καὶ οὐκ ἔστιν ἄλλως ἰδεῖν τὰ γινόμενα ἢ διὰ τοῦ Λόγου γινόμενα· πῶς οὐ βλάσφημον, ποιητοῦ ὄντος τοῦ Θεοῦ, λέγειν τὸν δημιουργικὸν αὐτοῦ Λόγον καὶ τὴν Σοφίαν ‘ μὴ εἶναί ποτε ;᾿ Ἴσον γάρ ἐστιν εἰπεῖν ὅτι μηδὲ ποιητής ἐστιν ὁ Θεὸς, οὐκ ἔχων ἴδιον ἐξ αὐτοῦ δημιουργικὸν Λόγον, ἀλλʼ ἔξωθεν Cp. ii. 43. ἐπεισαγόμενός ἐστι καὶ ξένος αὐτοῦ, καὶ ἀνόμοιος κατʼ οὐσίαν τυγχάνων, ἐν ᾧ δημιουργεῖ. Ἔπειτα λεγέτωσαν ἡμῖν—μᾶλλον δὲ κἂν ἐκ τούτου βλεπέτωσαν τὴν δυσσέβειαν ἑαυτῶν ἐκ τοῦ λέγειν, ‘ ἦν ποτε ὅτε οὐκ ἢν,ʼ καὶ, οὐκ ἦν πρὶν γεννηθῇ·᾿  Εἰ γὰρ οὐκ ἀϊδίως σύνεστιν ὁ Λόγος τῷ Πατρὶ, οὐκ ἔστιν ἡ Τριὰς (4.) Cp. iv. 13. ἀΐδιος· ἀλλὰ μονὰς μὲν ἦν πρότερον, ἐκ προσθήκης δὲ γέγονεν ὕστερον Τριὰς, καὶ προϊόντος τοῦ χρόνου κατʼ αὐτοὺς ηὔξησε καὶ συνέστη τῆς θεολογίας ἡ γνῶσις. Πάλιν τε, εἰ οὐκ ἔστιν ὁ Υἱὸς ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα, ἀλλʼ ἐξ οὐκ ὄντων γέγονεν, ἐξ οὐκ ὄντων συνίσταται Τριὰς, καὶ ‘ ἦν ποτε ὅτε οὐν ἦνʼ Τριὰς, ἀλλὰ μονάς· καὶ ποτὲ μὲν ἐλλειπὴς Τριὰς, ποτὲ δὲ πλήρης· ἐλλειπὴς μὲν πρὶν γένηται ὁ Υἱὸς, πλήρης δὲ ὅτε γέγονε· καὶ λοιπὸν καὶ τὸ γενητὸν τῷ κτίστῃ συναριθμεῖται, καὶ τό ποτε μὴ ὂν τῷ ἀεὶ ὄντι συνθεολογεῖται καὶ συνδοξάζεται· καὶ τό γε μεῖζον, ἀνόμοιος ἑαυτῆς ἡ Τριὰς εὑρίσκεται, ξέναιςʼ καὶ ἀλλοτρίαις φύσεσί τε καὶ ταῖς οὐσίαις συνισταμένη. Τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ γενητὴν τὴν τῆς Τριάδος σύστασιν. Ποταπὴ οὖν αὕτη θεοσέβεια ἡ μηδὲ ἑαυτῇ ὁμοία τυγχάνουσα, ἀλλʼ ἐκ προσθήκης χρόνων πληρουμένη, καὶ ποτὲ μὲν μὴ οὕτως, ποτὲ δὲ οὕτως οὖσα ; εἰκὸς γὰρ αὐτὴν καὶ πάλιν λήψεσθαι προσθήκην, καὶ τοῦτο εἰς ἄπειρον, ὡς ἅπαξ καὶ κατὰ τὴν ἀρχὴν ἐκ προσθήκης ἔσχε τὴν σύστασιν. Οὐκ ἀμφίβολον δὲ ὅτι καὶ δυνατὸν αὐτὴν μειοῦσθαι. Τὰ γὰρ προστιθέμενα φανερὸν ὅτι καὶ ἀφαιρεῖσθαι δύναται. 18. Οὐκ ἔστι δὲ οὕτως· μὴ γένοιτο· οὐκ ἔστι γενητὴ ἡ iii. 6. Τριάς· ἀλλʼ ἀίδιος καὶ μία θεότης ἐστὶν ἐν Τριάδι, καὶ μία Cp. the Quicunque, v. 5. δόξα τῆς ἁγίας Τριάδος· καὶ σχίζειν αὐτὴν εἰς διαφόρους φύσεις τολμᾶτε· τοῦ Πατρὸς ἀϊδίου ὄντος, τὸν συγκαθήμενον αὐτῷ Λόγον λέγετε ὅτι ‘ ἦν ποτε ὅτε οὐκ ἦν·᾿  τοῦ δὲ Υἱοῦ συγκαθημένου τῷ Πατρὶ, ἐνθυμεῖσθε τοῦτον μακρύνειν ἀπʼ αὐτοῦ, Κτίζουσά ἐστι καὶ δημιουργὸς ἡ Τριάς· καὶ οὐ φοβεῖσθε καταφέροντες αὐτὴν εἰς τὰ ἐξ οὐκ ὄντων· οὐκ αἰδεῖσθε τὰ δοῦλα συνεξισάζοντες τῇ εὐγενείᾳ τῆς Τριάδος, καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ τοῖς ὑπηκόοις συντάττοντες, Παύσασθε συμφύροντες τὰ ἄμικτα, μᾶλλον δὲ τὰ μὴ ὄντα τῷ ὄντι. Οὐκ ἔστι ταῦτα λέγοντας ἐνεγκεῖν δόξαν καὶ τιμὴν τῷ Κυρίῳ, ἀλλὰ ἀδοξίαν καὶ ἀτιμίαν· ὁ γὰρ ἀτιμάζων τὸν Υἱὸν ἀτιμάζει τὸν Πατέρα. Εἰ γὰρ νῦν ἐν Τριάδι ἡ θεολογία τελεία ἐστὶ, καὶ Cp. Ath. ad Afros 11. αὕτη ἡ ἀληθὴς καὶ μόνη θεοσέβειά ἐστι, καὶ τοῦτό ἐστι τὸ καλὸν καὶ ἡ ἀλήθεια, ἔδει τοῦτο οὕτως ἀεὶ εἶναι, ἴνα μὴ τὸ καλὸν καὶ ἡ ἀλήθεια ἐπιγένηται, καὶ ἐκ προσθήκης συνίσταται Qy. συν. ισταται. τὸ τῆς θεολογίας πλήρωμα. Ἔδει οὖν τοῦτο ἀϊδίως εἶναι· εἰ δὲ μὴ ἀιδίως ἦν, ἔδει μηδὲ νῦν οὕτως αὐτὴν εἶναι, ἀλλʼ οὕτως εἶναι, ὥσπερ ἐξ ἀρχῆς ὑμεῖς αὐτὴν ὑποτίθεσθε, ἵνα μηδὲ νῦν Τριὰς ᾖ. Ἀλλʼ οὐ ἂν ἀνάσχοιτό τις Χριστιανῶν τῶν τοιούτων αἱρετικῶν· Ἑλλήνων γὰρ ἴδια ταῦτα, ὥστε γενητὴν εἰσάγειν τριάδα, καὶ τοῖς γενητοῖς αὐτὴν συνεξισάζειν· τῶν γὰρ γενητῶν ἐστιν ἐλλείψεις καὶ προσθήκας δέχεσθαι· Χριστιανῶν δὲ ἡ πίστις ἄτρεπτον καὶ τελείαν καὶ ἀεὶ ὡσαύτως ἔχουσαν τὴν μακαρίαν οἶδε Τριάδα, καὶ οὔτε πλέον τι τῇ Τριάδι προστίθησιν, οὔτε ἐνδεῆ ποτε ταύτην γεγενῆσθαι λογίζεται· ἑκάτερον γὰρ τούτων δυσσεβές· διὸ καὶ ἀμιγῆ μὲν αὐτὴν γινώσκει τῶν γενητῶν, ἀδιαίρετον δὲ τὴν ἑνότητα τῆς θεότητος αὐτῆς φυλάττουσα προσκυνεῖ· καὶ φεύγει μὲν τὰς τῶν Ἀρειανῶν βλασφημίας, ὁμολογεῖ δὲ καὶ οἶδεν ἀεὶ εἶναι τὸν Υἱόν· ἔστι γὰρ ἀίδιος ὡς ὁ Πατὴρ, οὗ καὶ ἔστι Λόγος ἀίδιος· καὶ γὰρ καὶ τοῦτο πάλιν ἴδωμεν. (5.) a. 19. Εἰ πηγὴ σοφίας καὶ ζωῆς ἐστι καὶ λέγεται ὁ Θεὸς, ὡς Jer. ii. 13. διὰ μὲν Ἱερεμίου, ‘ ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος·᾿  καὶ Ib. xvii. 12. πάλιν, ‘ Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν· ὑπομονὴ Ἰσραὴλ, Κύριε, πάντες οἱ ἐγκαταλιπόντες σε αἰσχυνθήτωσαν· ἀφεστηκότες, ἐπὶ τῆς γῆς γραφήτωσαν· ὅτι ἐγκατέλιπον πηγὴν Baruch iii. 12. ζωῆς τὸν Κύριον·᾿ ἐν δὲ τῷ Bαροὺχ γέγραπται· ‘ ἐγκατελίπετε τὴν πηγὴν τῆς σοφίας·’ ἀκόλουθον ἂν εἴη τὴν ζωὴν καὶ τὴν σοφίαν μήτε ξένα τῆς οὐσίας τῆς ‘πηγῆςʼ εἶναι, ἀλλʼ ἴδια, μήτε ἀνύπαρκτά ποτε εἶναι, ἀλλʼ ἀεὶ εἶναι. Ἔστι δὲ ταῦτα ὁ Υἱὸς, John xiv. 6. ὁ λέγων, ‘ Ἐγώ εἰμι ἡ ζωὴ,’ καὶ, ‘ Ἐγὼ ἡ Σοφία κατεσκήνωσα Prov. viii. 12. βουλήν.᾿  Πῶς τοίνυν οὐκ ἀσεβεῖ ὁ λέγων, ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός ;᾿  Ἴσον γάρ ἐστιν εἰπεῖν, ‘ ἦν ποτε ὅτε ἡ πηγὴ ξηρὰ C. 14. ἦν, χωρὶς τῆς ζωῆς καὶ τῆς σοφίας.᾿  Ἡ δὲ τοιαύτη οὐκ ἂν εἴη πηγή· τὸ γὰρ μὴ ἐξ ἑαυτοῦ γεννῶν οὐκ ἔστι πηγή. Ὅσης δὲ ἀτοπίας γέμον ἐστὶ τοῦτο ὁ μὲν γὰρ Θεὸς τοὺς ποιοῦντας αὐτοῦ τὸ θέλημα ἐπαγγέλλεται ὡς πηγὴν ἔσεσθαι, ἣν μὴ ἐξέλιπεν Isa. lviii. 11. ὕδωρ, λέγων διὰ Ἡσαΐου τοῦ προφήτου, ‘ Καὶ ἐμπλησθήσῃ, καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ·᾿  οὗτοι δὲ τὸν Θεὸν, λεγόμενον καὶ ὄντα πηγὴν τῆς σοφίας, ἄγονον αὐτὸν καὶ λείψαντά ποτε τῆς ἰδίας σοφίας δυσφημεῖν τολμῶσιν. Ἀλλὰ τὰ μὲν παρὰ τούτων ἐστὶ ψεύδη· ἡ δὲ ἀλήθεια μαρτυρεῖ πηγὴν ἀΐδιον εἶναι τὸν Θεὸν τῆς ἰδίας σοφίας. Ἀϊδίου δὲ τῆς πηγῆς οὔσης, ἐξ ἀνάγκης καὶ τὴν Σοφίαν ἀΐδιον εἶναι δεῖ. Ἐν ταύτῃ γὰρ καὶ τὰ πάντα γέγονεν, ὡς ψάλλει Ps. ciii. (civ.) 24. Δαβὶδ, ‘Πάντα ἐν σοφίᾳ ἐποίησας·ʼ καὶ Σολομών φησιν, ‘ Ὁ Prov. iii. 19. Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει.᾿  Αὐτή τε ἡ Σοφία ἐστὶν ὁ Λόγος, καὶ ‘ δι᾿  αὐτοῦ,ʼ ὡς Ἰωάννης φησὶν, ‘ ἐγένετο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο John i. 3. οὐδὲ ἕν.᾿  Καὶ αὐτός ἐστιν ὁ Χριστός· ‘  εἷς γὰρ Θεὸς ὁ Πατὴρ, 1 Cor. viii. 6. ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτὸν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾿  οὖ τὰ πάντα, καὶ ἡμεῖς δι᾿  αὐτοῦ.᾿  Εἰ δὲ τὰ β. πάντα διʼ αὐτοῦ, αὐτὸς οὐκ ἂν εἴη συναριθμούμενος τοῖς πᾶσιν. Ὁ γὰρ τολμῶν τὸν ‘ διʼ οὗ τὰ πάνταʼ λέγειν ἕνα εἶναι τῶν Cp. iii.60. πάντων, πάντως δή που καὶ περὶ Θεοῦ, ‘ἐξ οὗ τὰ πάντα,ʼ τὸ αὐτὸ λογίσεται. Εἰ δὲ τοῦτο ὡς ἄτοπον φεύγει τις, καὶ διίστησιν ὡς ἄλλον ἀπὸ ‘ τῶν πάντων τὸν Θεὸν, ἀκόλουθον ἂν εἴη καὶ τὸν μονογενῆ Υἱὸν, ἴδιον ὄντα τῆς τοῦ Πατρὸς οὐσίας, ἄλλον λέγειν εἶναι τῶν πάντων· μὴ ὄντος δὲ αὐτοῦ τῶν πάντων, οὐ θέμις ἐπʼ αὐτοῦ λέγειν τὸ ‘ ἦν ποτε ὅτε οὐκ ἦν,ʼ καὶ, ‘ οὐκ ἦν πρὶν γεννηθῇ.ʼ Αἱ τοιαῦται γὰρ φωναὶ κατὰ τῶν ποιημάτων ἁρμόζουσι λέγεσθαι· αὐτὸς δὲ ὁ Υἱὸς τοιοῦτός ἐστιν, οἷός ἐστιν ii. 35; iii. 6. Cp. the Quicunque, v. 7. ὁ Πατὴρ, οὗ καὶ ἔστι τῆς οὐσίας ἴδιον γέννημα, Λόγος, καὶ Σοφία. Τοῦτο γὰρ ἴδιον τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ τοῦτο τὸν Πατέρα τοῦ Υἱοῦ δείκνυσιν ἴδιον, ὥστε μήτε τὸν Θεὸν λέγειν ποτὲ ἄλογον, μήτε τὸν Υἱὸν ἀνύπαρκτόν ποτε λέγειν. Cp. iv. 2, 14. Ἐπεὶ διὰ τί Υἱὸς. εἰ μὴ ἐξ αὐτοῦ ; ἢ διὰ τί Λόγος καὶ Σοφία, εἰ μὴ ἀεὶ καὶ ἴδιον αὐτοῦ; 20. Πότε γοῦν τοῦ ἰδίου χωρὶς ἦν ὁ Θεός; ἢ πῶς τις περὶ τοῦ ἰδίου, ὡς περὶ ξένου καὶ ἀλλοτριοουσίου δύναται λογίσασθαι; Cp. c. 26. ; iii. 11, 26. Τὰ μὲν γὰρ ἄλλα, οἷά ἐστι τὰ γενητὰ, οὐδὲν ὅμοιον κατʼ οὐσίαν ἔχει πρὸς τὸν πεποιηκότα· ἀλλʼ ἔξωθεν αὐτοῦ ἐστι, χάριτι καὶ βουλήσει αὐτοῦ τῷ Λόγῳ γενόμενα, ὥστε πάλιν δύνασθαι καὶ παύεσθαί ποτε, εἰ θελήσειεν ὁ ποιήσας· ταύτης γάρ ἐστι φύσεως τὰ γενητά. Τὸ δὲ ἴδιον τῆς οὐσίας τοῦ Πατρὸς (ὡμολόγηται c. 16. γὰρ ἤδη τοῦτο εἶναι ὁ Υἱός)· πῶς οὐ τολμηρὸν καὶ δυσσεβὲς εἰπεῖν ‘ἐξ οὐκ ὄντων καὶ ὅτι ‘οὐκ ἦν πρὶν γεννηθῇ,ʼ ἀλλʼ ἐπισυμβέβηκε, καὶ δύναται πάλιν μὴ εἶναί ποτε ; Τοῦτο δὲ καὶ μόνον ὁ ἐνθυμούμενος κατανοείτω, πῶς τὸ τέλειον καὶ τὸ πλῆρες τῆς τοῦ Πατρὸς οὐσίας ἀφαιρεῖται· καὶ γὰρ φανερώτερον ἄν τις ἴδοι πάλιν τὸ ἄτοπον τῆς αἱρέσεως, ἐὰν ἐνθυμηθῇ ὅτι ὁ Υἱὸς ‘ εἰκώνʼ Υ. ἐστι καὶ ‘ἀπαύγασμα τοῦ Πατρὸς, καὶ χαρακτὴρ,’ καὶ ‘ἀλήθεια.᾿  Εἰ γὰρ ὑπάρχοντος φωτὸς, ἔστιν εἰκὼν αὐτοῦ τὸ ἀπαύγασμα, καὶ οὔσης ὑποστάσεως, ἔστι ταύτης ὁ χαρακτὴρ ὁλόκληρος, καὶ ὄντος Al. add ὸ Υἰός. Πατρὸς, ἔστιν ἡ ἀλήθεια, σκοπείτωσαν οἱ τὴν εἰκόνα καὶ τὸ εἶδος τῆς θεότητος χρόνῳ μετροῦντες, εἰς πόσον ἀσεβείας βάραθρον πίπτουσιν. Εἰ γὰρ ‘ οὐκ ἦν ὁ Υἱὸς πρὶν γεννηθῇ,ʼ οὐκ ἦν ἀεὶ ἐν τῷ Θεῷ ἡ ἀλήθεια. Ἀλλὰ τοῦτο λέγειν οὐ θέμις· τοῦ γὰρ Πατρὸς ὄντος, ἦν ἀεὶ ἐν αὐτῷ ἡ ἀλήθεια, ἥτις John xiv. 6. ἐστὶν ὁ Υἱὸς ὁ λέγων, ‘ Ἐγώ εἰμι ἡ ἀλήθεια· καὶ τῆς ὑποστάσεως ὑπαρχούσης, πάντως εὐθὺς εἶναι δεῖ τὸν χαρακτῆρα καὶ τὴν εἰκόνα ταύτης· οὐ γὰρ ἔξωθέν ἐστι γραφομένη ἡ τοῦ Θεοῦ εἰκών· ἀλλʼ αὐτὸς ὁ Θεὸς γεννητής ἐστι ταύτης, ἐν ᾗ ἑαυτὸν Prov. viii. 30. ὁρῶν προσχαίρει ταύτῃ, ὡς αὐτὸς ὁ Υἱὸς λέγει, ‘ Ἐγὼ ἤμην ᾗ προσέχαιρε.᾿  Πότε γοῦν οὐχ ἑώρα ἑαυτὸν ὁ Πατὴρ ἐν τῇ ἑαυτοῦ εἰκόνι; ἢ πότε οὐ προσέχαιρεν, ἵνα τολμήσῃ τις εἰπεῖν, ‘ ἐξ οὐκ ὄντων ἐστὶν ἡ εἰκὼν,ʼ καὶ, ‘οὐκ ἦν χαίρων ὁ Πατὴρ, πρὶν γένηται ἡ εἰκών ;᾿  πῶς δὲ καὶ ἑαυτὸν ἂν ἴδοι ὁ ποιητὴς John xiv. 9. καὶ κτίστης ἐν κτιστῇ καὶ γενητῇ οὐσίᾳ ; Τοιαύτην γὰρ εἶναι δεῖ τὴν εἰκόνα, οἷός ἐστιν ὁ ταύτης Πατήρ.