11. Εἰρήκατε καὶ φρονεῖτε, ὑποβάλλοντος ὑμῖν ἐκείνου, ὅτι (1.) ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός·᾿  τοῦτο γὰρ πρῶτον ὑμῶν τῆς ἐπινοίας ἀποδῦσαι τὸ ἔνδυμα δεῖ. Τί τοίνυν ἦν ποτε ὅτε ὁ Υἱὸς οὐκ ἦν, εἴπατε, ὦ δύσφημοι καὶ δυσσεβεῖς. Εἰ μὲν οὖν τὸν Πατέρα λέγετε, μείζων ὑμῶν ἡ βλασφημία· οὐ γὰρ θέμις εἰπεῖν ὅτι ποτὲ ἦν, ἢ ἐν τῷ ‘ποτὲʼ σημαίνειν αὐτόν· ἔστι γὰρ ἀεὶ, καὶ νῦν ἐστιν, ὄντος τε καὶ τοῦ Υἱοῦ ἐστι, καὶ αὐτός ἐστιν ὁ ὢν καὶ τοῦ Υἱοῦ Πατήρ. Εἰ δὲ λέγετε ὅτι ὁ Υἱὸς ἦν ποτε ὅτε αὐτὸς οὐκ ἦν, μωρὰ καὶ ἀνόητός ἐστιν ἡ ἀπόκρισις· πῶς γὰρ ἦν αὐτὸς, καὶ οὐκ ἦν αὐτός ; Οὐκοῦν ἐν τούτοις ἀποροῦντας ὑμᾶς ἀνάγκη λοιπὸν λέγειν, ‘ ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν ὁ Λόγος᾿  τοῦτο γὰρ iii. 61. φύσει σημαίνει καὶ αὐτὸ τὸ ‘ποτέʼ ὑμῶν ἐπίῤῥημα. Καὶ ὅπερ δὲ πάλιν γράφοντες εἰρήκατε, ‘ οὐκ ἦν ὁ Υἱὸς πρὶν γεννηθῇ,ʼ De Syn. 17. ταὐτόν ἐστι λέγειν ὑμᾶς, ‘ἦν ποτε ὅτε οὐκ ἦν·᾿ χρόνον γὰρ εἶναι κἀκεῖνο καὶ τοῦτο πρὸ τοῦ Λόγου σημαίνει. Πόθεν οὖν Ps. ii. 1. ὑμῖν ἐξεύρηται ταῦτα; ‘Ἵνα τί καὶ ὑμεῖς, ὡς τὰ ἔθνη, ἐφρυάξατε, καὶ μελετᾶτε κενὰʼ λεξείδια κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ ;᾿  Οὐδεμία γὰρ τῶν ἁγίων γραφῶν τοιοῦτόν τι περὶ τοῦ Σωτῆρος εἴρηκεν, ἀλλὰ μᾶλλον τὸ ἀεὶ, τὸ ἀΐδιον, καὶ John i. 1. τὸ συνεῖναι ἀεὶ τῷ Πατρί. ‘Ἐν ἀρχῇ γὰρ ἧν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.ʼ Καὶ ἐν τῇ Rev. i. 8. Ἀποκαλύψει τάδε λέγει· ‘ Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος.᾿  Τοῦ δὲ ὁ ὢν καὶ τοῦ ὁ ἧν τίς ἂν ἀφέλοιτο τὸ ἀΐδιον ; Τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους Ἰουδαίους μὲν ἤλεγχε Rom. ix. 5. γράφων, ‘ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας·᾿  Ἕλληνας δὲ ἐντρέπων ἔλεγε, Ib. i. 20. ‘Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης.᾿  Τίς δὲ 1 Cor. i. 24. ἡ τοῦ Θεοῦ δύναμις, αὐτὸς πάλιν διδάσκει λέγων, ‘Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.᾿  Οὐ γὰρ δὴ τοῦτο λέγων τὸν Cp. ii. 37. De Syn. 18. Πατέρα σημαίνει, ὡς πολλάκις πρὸς ἀλλήλους ἐψιθυρίσατε, λέγοντες, ‘Ὁ Πατήρ ἐστιν ἡ ἀΐδιος αὐτοῦ δύναμις.᾿  Οὐκ ἔστι δὲ οὕτως· οὐ γὰρ εἴρηκεν, ‘ αὐτὸς ὁ Θεός ἐστιν ἡ δύναμις·᾿ ἀλλʼ ‘αὐτοῦʼ ἐστιν ἡ δύναμις. Εὕδηλον δὲ πᾶσίν ἐστιν, ὡςτὸ αὐτοῦ’ οὐκ ἔστιν ‘αὐτὸς,’ ἀλλʼ οὐδὲ ξένον, ἴδιον δὲ μᾶλλον αὐτοῦ. 2 Cor. iii. 16, 17. Ἀνάγνωτε δὲ καὶ τὴν ἀκολουθίαν τῶν ῥημάτων, καὶ ‘ ἐπιστρέψατε πρὸς Κύριον·᾿ (‘ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι·᾿ ) καὶ ὄψεσθε περὶ τοῦ Υἱοῦ εἶναι τὸ σημαινόμενον. 12. Περὶ γὰρ τῆς κτίσεως μνημονεύων, ἀκολούθως γράφει καὶ περὶ τῆς ἐν τῇ κτίσει τοῦ δημιουργοῦ δυνάμεως, ἥτις ἐστὶν John i. 3. ὁ Λόγος τοῦ Θεοῦ, διʼ οὗ καὶ ‘τὰ πάντα γέγονεν.᾿ Εἰ μὲν οὖν αὐτάρκης ἐστὶν ἡ κτίσις ἀφʼ ἑαυτῆς μόνης χωρὶς Υἱοῦ γνωρίσαι τὸν Θεὸν, σκοπεῖτε μὴ πέσητε, νομίζοντες καὶ χωρὶς Υἱοῦ τὴν Col. i. 17. κτίσιν γεγονέναι· εἰ δὲ διʼ Υἱοῦ γέγονε, ‘καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν,ʼ ἐξ ἀνάγκης ὁ τὴν κτίσιν ὀρθῶς θεωρῶν θεωρεῖ καὶ τὸν ταύτην δημιουργήσαντα Λόγον, καὶ διʼ αὐτοῦ τὸν Πατέρα Matt. xi. 27. νοεῖν ἄρχεται· εἰ δὲ καὶ κατὰ τὸν Σωτῆρα, ‘οὐδεῖς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ·᾿  τῷ τε John xiv. 9. Φιλίππῳ λέγοντι, ‘Δεῖξον ἡμῖν τὸν Πατέρα,ʼ οὐκ ἔλεγε, ‘Βλέπε τὴν κτίσιν,ʼ ἀλλʼ ‘ ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα·᾿  εἰκότως ὁ Παῦλος, αἰτιώμενος τοὺς Ἕλληνας, ὅτι, τὴν ἁρμονίαν καὶ τὴν τάξιν τῆς κτίσεως θεωροῦντες, οὐ διανοοῦνται περὶ τοῦ ἐν αὐτῇ δημιουργοῦ Λόγου· (τὰ γὰρ κτίσματα μηνύει τὸν ἑαυτῶν δημιουργόν·) ἵνα διʼ αὐτῶν καὶ τὸν ἀληθινὸν Θεὸν νοήσωσι, καὶ παύσωνται τῆς εἰς τὰ κτίσματα λατρείας, εἴρηκεν, ‘ ἥ τε ἀΐδιος Rom. i. 20. αὐτοῦ δύναμις καὶ θειότης, ἵνα τὸν Υἱὸν σημάνῃ. Λέγοντες δὲ οἱ ἅγιοι, ‘ ὁ ὑπάρχων πρὸ τῶν αἰώνων,ʼ καὶ ‘ διʼ οὗ ἐποίησε τοὺς Heb. i 2. αἰῶνας, ᾿  οὐδὲν ἦττον πάλιν τὸ ἀΐδιον εὐαγγελίζονται τοῦ Υἱοῦ καὶ τὸ αἰώνιον, ἐν ᾧ καὶ αὐτὸν τὸν Θεὸν σημαίνουσιν. Ὁ μὲν γὰρ Ἡσαΐας φησὶ, ‘Θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς Isa. xl. 28. γῆς·᾿  ἡ δὲ Σουσάννα ἔλεγεν, ‘ ὁ Θεὸς ὁ αἰώνιος·᾿  ὁ δὲ Βαροὺχ Dan. xiii. (Sus.) 42. Bar. iv. 20, 22. ἔγραφε, ‘ Κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου·ʼ καὶ μετʼ ὀλίγα, ‘ Ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου.᾿  Ἐπειδὴ δὲ καὶ πρὸς Ἑβραίους γράφων ὁ ἀπόστολός φησιν, ‘ ὃς ὢν ἀπαύγασμα Heb. i. 3. τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·᾿  ψάλλει δὲ καὶ ὁ Δαβὶδ ἐν τῷ ὀγδοηκοστῷ ἐνάτῳ ψαλμῷ, ‘ Καὶ ἡ λαμπρότης Ps. lxxix.(xc.) 17. Ib. xxxv. (xxxvi.) 10. Κυρίου ἔστω ἐφʼ ἡμᾶς,ʼ καὶ, ‘ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς·ʼ τίς οὕτως ἐστὶν ἀνόητος, ὡς ἀμφιβάλλειν περὶ τοῦ ἀεὶ εἶναι τὸν Υἱόν ; πότε γάρ τις εἶδε φῶς χωρὶς τῆς τοῦ ‘ ἀπαυγάσματος᾿  Heb. i. 3. λαμπρότητος, ἵνα καὶ περὶ τοῦ Υἱοῦ εἴπῃ, ‘ἦν ποτε ὅτε οὐκ ἦν,ʼ ἢ ὅτι ‘ πρὶν γεννηθῆναι οὐκ ἦν ;ʼ Καὶ τὸ λεγόμενον δὲ ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ πρὸς τὸν Υἱὸν, ‘ Ἡ Ps. cxliv. (cxlv.)13. βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων,ʼ οὐκ ἐπιτρέπει τινὰ κἂν τὸ τυχὸν διάστημα λογίσασθαι, ἐν ᾦ μὴ ὑπῆρχεν ὁ Λόγος. Εἰ γὰρ πᾶν διάστημα ἐν τοῖς αἰῶσι μετρεῖται, πάντων δὲ τῶν αἰώνων βασιλεύς ἐστι καὶ ποιητὴς ὁ Λόγος, ἀνάγκῃ, μὴ ὄντος κἂν τοῦ τυχόντος διαστήματος πρὸ αὐτοῦ, μανία τὸ λέγειν, ‘ ἦν ποτε ὅτε οὐκ ἦν ὁ αἰώνιος,ʼ καὶ ‘ ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱός.᾿  Λέγοντος δὲ καὶ αὐτοῦ τοῦ Κυρίου, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια,ʼ καὶ John xiv. 6. οὐ λέγοντος, ἐγενόμην ἀλήθεια,ʼ ἀλλʼ ἀεὶ τὸ εἰμὶʼ λέγοντος, ‘ Ἐγώ εἰμι ὁ ποιμήν· ἐγώ εἰμι τὸ φῶς καὶ πάλιν, ‘Οὐχ ὑμεῖς Ib. x. 14. viii. 12. Ib. xiii. 13. λέγετέ με, ὁ Κύριος, καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε, εἰμὶ Ib. xiii. 13. γάρ ;ʼ τίς, τὸ τοιοῦτον ἀκούων ῥῆμα παρὰ Θεοῦ καὶ Σοφίας καὶ Λόγου Πατρὸς περὶ ἑαυτοῦ λέγοντος, ἔτι διστάξειε περὶ τῆς ἀληθείας, καὶ οὐκ εὐθὺς πιστεύσει, ὅτι ἐν τῷ ‘εἰμὶʼ τὸ ἀΐδιον καὶ τὸ πρὸ παντὸς αἰῶνος ἄναρχον τοῦ Υἱοῦ σημαίνεται ; 13. Ὅτι μὲν οὖν τὸ ἀίδιον περὶ τοῦ Υἱοῦ αἱ γραφαὶ δείκνυνται λέγουσαι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἅπερ φθέγγονται οἱ Ἀρειανοὶ λέγοντες τὸ ‘ οὐκ ἦν,ʼ καὶ τὸ ‘ πρὶν,ʼ καὶ τὸ ‘ ὅτε,ʼ αἱ αὐταὶ γραφαὶ περὶ τῶν κτισμάτων λέγουσι, δηλώσει πάλιν τὰ μέλλοντα λέγεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς περὶ τῆς Gen. ii. 5. καθʼ ἡμᾶς γενέσεως διηγούμενός φησι, ‘ καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς· καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ Deut. xxxii. 8. ἦν ἐργάζεσθαι τὴν γῆν·ʼ καὶ ἐν μὲν τῷ Δευτερονομίῳ· ‘ ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη.᾿  Ὁ δὲ Κύριος διὰ μὲν ἑαυτοῦ John xin. 28, 29. ἔλεγεν· ‘ Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μοῦ ἐστι· καὶ νῦν προείρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα, ὅταν γένηται, πιστεύσητε·ʼ περὶ δὲ τῆς Prov. viii. 23. κτίσεως διὰ Σολομῶνός φησι, ‘ Πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων τῶν John viii. 58. βουνῶν γεννῷ με·᾿  καὶ, ‘ πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.᾿  Jer. i.  5. Περὶ δὲ Ἱερεμίου λέγει, ‘ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, Ps. lxxxix. (xc.) 1. ἐπίσταμαί σε.᾿  Καὶ ὁ μὲν Δαβὶδ ψάλλει, ‘ Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ· πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως Dan. xiii. (Sus.) 42. τοῦ αἰῶνος σὺ εἶ· ᾿  ἐν δὲ τῷ Δανιὴλ, ‘ Ἀνεβόησε φωνῇ μεγάλῃ Σουσάννα, καὶ εἶπεν, Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν.᾿  Τὸ ἄρα ‘ οὐκ ἦν ποτε,ʼ καὶ τὸ ‘πρὶν γενέσθαι,ʼ καὶ τὸ ‘ ὅτε,ʼ καὶ ὅσα τοιαῦτά ἐστι λεξείδια ἐπὶ μὲν τῶν γενητῶν καὶ κτισμάτων, τῶν ἐξ οὐκ ὄντων γενομένων, ἁρμόζει λέγεσθαι, ἀλλότρια δὲ τοῦ Λόγου ἐστίν. Εἰ δὲ ταῦτα μὲν ἐπὶ τῶν γενητῶν, τὸ δὲ ‘ ἀεὶʼ ἐπὶ τοῦ Υἱοῦ λέγουσιν αἱ γραφαὶ, οὐκ ἄρα, ὦ θεομάχοι, ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς, οὐδὲ ὅλως τῶν γενητῶν ἐστιν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς εἰκὼν καὶ Λόγος ἀΐδιός ἐστιν, οὐδὲ πώποτε οὐκ ὢν, ἀλλὰ ἀεὶ ὢν, ὡς ἀϊδίου ὄντος φωτὸς ἀίδιον ἀπαύγασμα. Τί τοίνυν χρόνους πρὸ τοῦ Υἱοῦ φαντάζεσθε; ἢ διὰ τί μετὰ χρόνους βλασφημεῖτε τὸν Λόγον, διʼ οὖ καὶ οἱ αἰῶνες γεγόνασι ; πῶς γὰρ ὅλως χρόνος ἢ αἰὼν ὑπέστη μήπω φανέντος καθʼ ὑμᾶς τοῦ Λόγου, διʼ οὗ τὰ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν;ʼ ἢ διὰ John i. 3. τί, χρόνον σημαίνοντες, οὐ λέγετε φανερῶς, ‘ ἦν χρόνος ὅτε οὐκ ἦν ὁ Λόγος ;ʼ Ἀλλὰ τὸ μὲν ὄνομα τοῦ ‘χρόνου᾿  σκέπετε, πρὸς ἀπάτην τῶν ἀκεραίων, τὸ φρόνημα δὲ ὅλως ἑαυτῶν οὐ κρύπτετε, ἀλλʼ οὐδὲ κρύπτοντες λαθεῖν δύνασθε· πάλιν γὰρ χρόνους σημαίνετε λέγοντες, ἦν ποτε ὅτε οὐκ ἦν,ʼ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ. 14. Τούτων οὕτω δεικνυμένων, ἔτι πλέον ἀναιδεύονται λέγοντες· (2.) Arian obj. Cp. de Syn. 51. Εἰ μὴ ἦν ποτε ὅτε οὐκ ἦν, ἀλλ᾿  ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι Υἱὸν, ἀλλʼ ἀδελφὸν εἶναι τοῦ Πατρὸς λέγετε αὐτόν,ʼ Ἀνόητοι καὶ φιλόνεικοι· εἰ μὲν γὰρ ἀϊδίως συνεῖναι μόνον αὐτὸν ἐλέγομεν, καὶ μὴ Υἱὸν, πιθανή τις ἦν αὐτῶν ἡ προσποίητος εὐλάβεια· εἰ δὲ, ἀΐδιον λέγοντες, ὁμολογοῦμεν αὐτὸν Υἱὸν ἐκ Πατρὸς, πῶς ὁ γεννηθεὶς ‘ ἀδελφὸς᾿  τοῦ γεννήσαντος δύναται νομίζεσθαι ; καὶ εἰ εἰς Πατέρα καὶ Υἱὸν ἡμῶν ἐστιν ἡ πίστις, ποία ἀδελφότης ἐν τούτοις ἐστίν ; ἢ πῶς δύναται ὁ Λόγος ἀδελφὸς λέγεσθαι τούτου, οὗ καὶ ἔστι Λόγος ; Οὐκ ἔστιν ἀντίῤῥησις αὕτη ὡς παρὰ ἀγνοούντων γινομένη· συνορῶσι γὰρ καὶ αὐτοὶ τὴν ἀλήθειαν· ἀλλὰ ‘ πρόφασίς ἐστιν Ἰουδαϊκὴ, καὶ θελόντων, ὡς εἶπεν ὁ Σολομὼν, ἀπὸ τῆς ἀληθείας Prov. xviii. 1. ‘χωρίζεσθαι.᾿  Οὐ γὰρ ἔκ τινος ἀρχῆς προϋπαρχούσης ὁ Πατὴρ Cp. de Syn. 45. καὶ ὁ Υἱὸς ἐγεννήθησαν, ἵνα καὶ ἀδελφοὶ νομισθῶσιν· ἀλλʼ ὁ Πατὴρ ἀρχὴ τοῦ Υἱοῦ καὶ γεννήτωρ ἐστὶ, καὶ ὁ Πατὴρ πατήρ Cp. the Quicunque, v. 24. ἐστι, καὶ οὐχ υἱός τινος γέγονε· καὶ ὁ Υἱὸς δὲ υἱός ἐστι, καὶ οὐκ ἀδελφός. Εἰ δὲ ἀΐδιον γέννημα τοῦ Πατρὸς λέγεται, καλῶς λέγεται. Οὐ γὰρ ἀτελὴς οὐσία τοῦ Πατρὸς ἦν ποτε, ἵνα καὶ τὸ ἴδιον αὐτῆς ἐπισυμβαίνῃ ταύτῃ· οὐδὲ ὡς ἄνθρωπος ἐξ ἀνθρώπου γεγέννηται ὁ Υἱὸς, ἵνα καὶ ὑστερίζῃ τῆς πατρῴας ὑπάρξεως· ἀλλὰ Θεοῦ γέννημά ἐστι, καὶ ὡς Θεοῦ τοῦ ἀεὶ ὄντος ἴδιος ὢν Υἱὸς, ἀϊδίως ὑπάρχει. Ἀνθρώπων μὲν γὰρ ἴδιον τὸ ἐν χρόνῳ γεννᾷν διὰ τὸ ἀτελὲς τῆς φύσεως· Θεοῦ δὲ ἀΐδιον τὸ γέννημα, διὰ τὸ ἀεὶ τέλειον τῆς φύσεως. Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, ἀλλʼ ἐξ οὐκ ὄντων ποίημα γέγονε, δεικνύτωσαν πρότερον, καὶ ὡς περὶ ποιήματος φανταζόμενοι κραζέτωσαν, ὅτι ‘ ἦν ποτε ὅτε οὐκ ἦν·᾿  οὐκ ὄντα γὰρ γέγονε τὰ γενητά. Εἰ δὲ Υἱός ἐστι, τοῦτο γὰρ καὶ ὁ Πατὴρ λέγει, καὶ αἱ γραφαὶ βοῶσι· τὸ δὲ Υἱὸς οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκ τοῦ Πατρὸς γεννώμενον, τὸ δὲ γεννώμενον ἐκ τοῦ Πατρὸς Λόγος ἐστὶν αὐτοῦ καὶ Σοφία καὶ ἀπαύγασμα· τί δεῖ λέγειν ἢ ὅτι λέγοντες, ‘ ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς,᾿ ὡς λῃσταί τινες ἀποσυλῶσι τὸν Λόγον ἀπὸ τοῦ Θεοῦ, καὶ ἄντικρυς ii. 32. κατʼ αὐτοῦ φθέγγονται, ὅτι ἦν ποτεʼ τοῦ ἰδίου Λόγου καὶ Σοφίας χωρὶς, καὶ τὸ φῶς ‘ ἦν ποτε χωρὶς αὐγῆς, καὶ ἄγονος ἦν ἡ πηγὴ c. 19. καὶ ξηρά; Κἂν γὰρ, τὸ ὄνομα τοῦ‘χρόνου᾿  προσποιούμενοι φοβεῖσθαι διὰ τοὺς ὀνειδίζοντας αὐτοὺς, λέγωσι πρὸ χρόνων αὐτὸν Cp. Theeod. H. E. iv. 22. εἷναι, ἀλλʼ ὅμως ὅτι διαστήματά τινα διδόασιν, ἐν οἶς μὴ εἶναι αὐτὸν φαντάζονται, οὐδὲν ἧττον χρόνους σημαίνοντες, καὶ ἀλογίαν περὶ τὸν Θεὸν εἰσάγοντες, μεγάλως ἀσεβοῦσιν. Cp. de Decr. Nic. 6. 15. Εἰ δὲ καὶ τὸ ὄνομα τοῦ Υἱοῦ πάλιν συνομολογοῦσι, διὰ τὸ μὴ βούλεσθαι φανερῶς παρὰ πάντων καταγινώσκεσθαι, τὸ δὲ εἶναι τοῦτον τῆς οὐσίας τοῦ Πατρὸς ἴδιον γέννημα ἀρνοῦνται, ὡς μὴ δυναμένου τούτου εἶναι χωρὶς τῆς ἐκ μερῶν καὶ διαιρέσεων ὑπονοίας, οὐδὲν ἧττον πάλιν ἀρνοῦνται μὴ εἶναι μὲν ἀληθινὸν Υἱὸν, ὀνόματι δὲ μόνον λέγοντες ‘ υἱόν.᾿  Πῶς δὲ οὐ c. 21; iii. 1. σφάλλονται μεγάλως περὶ τοῦ ἀσωμάτου τὰ σωμάτων ἐνθυμούμενοι, καὶ διὰ τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως ἀρνούμενοι τὸ φύσει καὶ ἴδιον τοῦ Πατρός ; Ὥρα γὰρ αὐτοὺς μὴ νοοῦντας ii. 36; Ep. ad Mon. 2. καὶ πῶς ἐστιν ὁ Θεὸς, ἢ ποταπός ἐστιν ὁ Πατὴρ, ἀρνεῖσθαι καὶ αὐτὸν, ἐπεὶ καὶ τὸ γέννημα τοῦ Πατρὸς ἐξ ἑαυτῶν μετροῦσιν οἱ ἄφρονες. Ἀλλʼ οὕτως αὐτοὺς διακειμένους, καὶ νομίζοντας μὴ δύνασθαι εἶναι υἱὸν τοῦ Θεοῦ, οἰκτείρειν μὲν ἄξιον· ἐρωτᾷν δὲ c. 7. καὶ διελέγχειν αὐτοὺς ἀκόλουθόν ἐστι, τάχα κἂν οὕτως εἰς αἴσθησιν ἔλθωσιν. Εἰ καθʼ ὑμᾶς ‘ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱὸς, c. 9 ; iii. 1 ; de Syn. 51. καὶ οὐκ ἦν πρὶν γεννηθῇ,ʼ πάντως που κατὰ μετουσίαν καὶ αὐτὸς υἱὸς, καὶ Θεὸς, καὶ σοφία ἐκλήθη· οὕτω γὰρ καὶ τὰ ἄλλα πάντα συνέστηκέ τε καὶ ἁγιαζόμενα δοξάζεται. Τίνος τοίνυν ἐστὶ μέτοχος, εἰπεῖν ὑμᾶς ἀνάγκη. Τὰ μὲν γὰρ ἄλλα πάντα τοῦ Πνεύματος μετέχει, αὐτὸς δὲ ἄρα καθʼ ὑμᾶς τίνος ἂν εἴη μέτοχος ; τοῦ Πνεύματος ; καὶ μὴν αὐτὸ τὸ Πνεῦμα μᾶλλον John xvi. 14. ‘παρὰ τοῦ Υἱοῦ λαμβάνει,᾿  ὡς αὐτὸς εἴρηκε, καὶ ἄλογόν ἐστιν Cp. iii.24. εἰπεῖν τοῦτον ἁγιάζεσθαι παρʼ ἐκείνου. Oὐκοῦν τοῦ Πατρὸς μετέχει· τοῦτο γὰρ λείπεται, καὶ ἀνάγκη λέγειν. Καὶ τί τοῦτο ἄρα ἢ πόθεν ἐστίν ; εἰ μὲν οὖν ἔξωθέν ἐστιν ἐπινοηθὲν παρὰ τοῦ Πατρὸς, οὐκέτι πάλιν τοῦ Πατρὸς μετέχων ἂν εἴη, ἀλλὰ τοῦ ἔξωθεν γενομένου, καὶ οὐκέτι αὐτὸς οὐδὲ δεύτερος ἔσται μετὰ τὸν Πατέρα, ἔχων πρὸ ἑαυτοῦ ἐκεῖνο· οὐδὲ τοῦ Πατρὸς Υἱὸς ἂν λεχθείη, ἀλλʼ ἐκείνου, οὗ καὶ μετέχων υἱὸς καὶ Θεὸς ἐκλήθη· εἰ δὲ τοῦτο ἄτοπον καὶ ἀσεβὲς, λέγοντος μὲν τοῦ Πατρὸς, ‘ Οὔτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,ʼ λέγοντος δὲ καὶ Matt. iii,17. John v. 18. τοῦ Υἱοῦ, ‘ Πατέρα ἴδιον εἶναι τὸν Θεόν·᾿  δῆλον ὅτι οὐκ ἔξωθεν, ἀλλʼ ‘ ἐκ τῆς οὐσίας τοῦ Πατρός ἐστι τὸ μετεχόμενον. Τοῦτο δὲ Nic. Cr. orig πάλιν ἐὰν ἕτερον ᾖ παρὰ τὴν οὐσίαν τοῦ Υἱοῦ, τὸ ἴσον ἄτοπον ἀπαντήσει, μέσου πάλιν εὑρισκομένου τούτου ἐκ τοῦ Πατρὸς καὶ τῆς οὐσίας τοῦ Υἱοῦ, ἥτις ποτέ ἐστιν.