Cp. iii. 36. 6. Πρὸς δὲ τὴν ἀσθενῆ καὶ ἀνθρωπίνην ἔννοιαν τῶν Ἀρειανῶν, Matt. xxviii. 18. διὰ τὸ ὑπονοεῖν τὸν Κύριον ἐνδεᾶ, ὅταν λέγῃ, ‘ἐδόθη μοι,᾿  Phil. ii. 9. Eph. i. 20. καὶ ἐὰν λέγῃ ὁ Παῦλος, ‘διὰ τοῦτο ὑπερύψωσεν αὐτὸν,ʼ καὶ, ‘ἐκάθισεν ἐν δεξιᾷ,ʼ καὶ τὰ τοιαῦτα, λεκτέον ὅτι ὁ Qu. καὶ Υὶὸς γεγ νἱὸς . Κύριος ἡμῶν, Λόγος ὢν Υἱὸς τοῦ Θεοῦ, ἐφόρεσε σῶμα, καὶ γέγονε καὶ υἱὸς ἀνθρώπου, ἵνα, μεσίτης γενόμενος Θεοῦ καὶ ἀνθρώπων, τὰ μὲν Θεοῦ ἡμῖν, τὰ δὲ ἡμῶν τῷ Θεῷ διακονῇ. Cp. iii. 54. Ὅταν οὖν λέγηται πεινᾷν, καὶ δακρύειν, καὶ κοπιᾷν, καὶ ‘Ἐλωῒ, Al. τὰ πάθη . Ἐλωῒ,’ ἀνθρώπινα ὄντα καὶ ἡμέτερα πάθη δέχεται παρʼ ἡμῶν, καὶ τῷ Πατρὶ ἀναφέρει, πρεσβεύων ὑπὲρ ἡμῶν, ἵνα ἐν αὐτῷ Matt. xxviii. 18. ἐξαφανισθῇ· ὅταν δὲ, ὅτι ‘ἐδόθη μοι ἐξουσία,ʼ καὶ, ‘ἔλαβον,ʼ John. x. 18. καὶ, ‘διὰ τοῦτο ὑπερύψωσεν αὐτὸν ὁ Θεὸς,ʼ τὰ παρὰ τοῦ Θεοῦ Cap. i. 38—43. εἰς ἡμᾶς ἐστι χαρίσματα διʼ αὐτοῦ διδόμενα. Οὐ γὰρ ὁ Λόγος ἐνδεὴς ἦν, ἢ γέγονε πώποτε· οὐδὲ πάλιν οἱ ἄνθρωποι ἱκανοὶ ἦσαν ἑαυτοῖς διακονῆσαι ταῦτα· διὰ δὲ τοῦ Λόγου δίδοται ἡμῖν· διὰ τοῦτο, ὡς αὐτῷ ‘διδόμενα,ʼ ἡμῖν μεταδίδοται· διὰ τοῦτο γὰρ καὶ ἐνηνθρώπησεν, ἵνα, ὡς αὐτῷ διδόμενα, εἰς ἡμᾶς διαβῇ. Ἅνθρωπος γὰρ ψιλὸς οὐκ ἂν ἠξιώθη τούτων. Λόγος δὲ πάλιν ii.16, 65. μόνος οὐκ ἂν ἐδεήθη τούτων. Συνήφθη οὖν ἡμῖν ὁ Λόγος, καὶ τότε Cp. ii. 69. ἐξουσίαν ἡμῖν μετέδωκε, καὶ ‘ὑπερύψωσεν.᾿  Ἐν ἀνθρώπῳ γὰρ ὢν ὁ Λόγος ‘ὑπερύψωσεʼ τὸν ἄνθρωπον· καὶ ἐν ἀνθρώπῳ ὄντος τοῦ Λόγου, ‘ἔλαβεν ὁ ἄνθρωπος. Ἐπεὶ οὖν τοῦ Λόγου ὄντος ἐν σαρκὶ, ὑψώθη ὁ ἄνθρωπος, καὶ ἔλαβεν ἐξουσίαν, διὰ τοῦτο εἰς τὸν Λόγον ἀναφέρεται ταῦτα, ἐπειδὴ δι᾿  αὐτὸν ἐδόθη· διὰ γὰρ τὸν ἐν ἀνθρώπῳ Λόγον ἐδόθη ταῦτα τὰ χαρίσματα. Καὶ ὥσπερ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὕτω καὶ ὁ ἄνθρωπος τὰ διὰ τοῦ Λόγου εἴληφε. Πάντα γὰρ ὅσα ὁ ἄνθρωπος εἴληφεν, ὁ Λόγος λέγεται εἰληφέναι· ἵνα δειχθῇ ὅτι οὐκ ἄξιος ὢν ὁ ἄνθρωπος λαβεῖν, ὅσον κεν εἰς τὴν ἀὐτοῦ φύσιν, ὅμως διὰ τὸν γενόμενον σάρκα Λόγον εἴληφεν. Ὅθεν ἐάν τι λέγηται ‘δίδοσθαιʼ τῷ Κυρίῳ, ἤ τι τοιοῦτον, νοεῖν δεῖ μὴ αὐτῷ ὡς χρῄζοντι δίδοσθαι, ἀλλὰ τῷ ἀνθρώπῳ διὰ τοῦ Λόγου. Καὶ γὰρ πᾶς πρεσβεύων ὑπὲρ ἄλλου, αὐτὸς τὴν χάριν λαμβάνει, οὐ χρήζων, ἀλλὰ διὰ τὸν ὑπὲρ οὗ πρεσβεύει. 7. Ὥσπερ γὰρ τὰς ἀσθενείας ἡμῶν λαμβάνει οὐκ ἀσθενῶν, Cp. ii. 55. ad. Epiet. 6. καὶ πεινᾷ οὐ πεινῶν, ἀλλὰ τὰ ἡμῶν ἀναπέμπει εἰς τὸ ἐξαλειφθῆναι· οὕτω τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ Θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ Κύριος, πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς·᾿ Cp. John xvii 7-9. καὶ πάλιν, ‘ὑπὲρ αὐτῶν ἐρωτῶ.’ Ἠρώτα γὰρ ὑπὲρ ἡμῶν τὰ ἡμῶν ἀναδεχόμενος, καὶ ἐδίδου ἃ ἐλάμβανεν. Ἐπειθὴ οὖν, συναφθέντος τοῦ Λόγου τῷ ἀνθρώπῳ, εἰς τὸν Λόγον ἀποβλέπων ἐχαρίζετο ὁ Πατὴρ τῷ ἀνθρώπῳ τὸ ὑψωθῆναι, τὸ ἔχειν πᾶσαν ἐξουσίαν, καὶ ὅσα τοιαῦτα, διὰ τοῦτο αὐτῷ τῷ Λόγῳ πάντα ἀναφέρεται, καὶ ὡς αὐτῷ ‘διδόμενάʼ ἐστιν, ἃ διʼ αὐτοῦ ἡμεῖς λαμβάνομεν. Ὡς γὰρ διʼ ἡμᾶς ἐνηνθρώπησεν αὐτὸς, οὕτως ἡμεῖς διʼ αὐτὸν ὑψούμεθα. Οὐδὲν οὖν ἄτοπον εἰ, ὥσπερ διʼ ἡμᾶς ἐταπείνωσεν ἑαυτὸν, καὶ διʼ ἡμᾶς λέγεται ὑπερυψῶσθαι. ‘ Ἐχαρίσατοʼ οὖν ‘αὐτῷ,᾿  ἀντὶ τοῦ ‘ἡμῖν διʼ αὐτὸνʼ καὶ ‘ὑπερύψωσεν,ʼ ἀντὶ τοῦ ‘ἡμᾶς ἐν αὐτῷ.᾿  Καὶ αὐτὸς δὲ ὁ Λόγος, ἡμῶν ὑψουμένων, καὶ λαμβανόντων, καὶ βοηθουμένων, ὡς αὐτὸς ὑψούμενος, καὶ λαμβάνων, καὶ βοηθούμενος, εὐχαριστεῖ τῷ Πατρὶ, τὰ ἡμέτερα εἰς ἑαυτὸν ἀναφέρων, καὶ λέγων, ‘πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς.᾿ 8. Οἱ περὶ Εὐσέβιον οἱ Ἀρειομανῖται, ἀρχὴν τοῦ εἶναι τῷ Υἱῷ διδόντες, προσποιοῦνται μὴ βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν Cp. de Syn. 25. βασιλείας· ἔστι δὲ γελοῖον· ὁ γὰρ ἀρχὴν τοῦ εἶναι διδοὺς τῷ Υἱῷ, πρόδηλον ὅτι καὶ τοῦ βασιλεύειν ἀρχὴν δίδωσιν αὐτῷ· ὥστε ὁμολογοῦντες ὃ ἀρνοῦνται, τυφλώττουσι. Καὶ πάλιν οἱ c. 2. λέγοντες μόνον ὄνομα εἶναι ‘Υἱοῦ,᾿  ἀνούσιον δὲ καὶ ἀνυπόστατον εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, τουτέστι τὸν Λόγον τοῦ Πατρὸς, προσποιοῦνται ἀγανακτεῖν κατὰ τῶν λεγόντων, ‘ἦν ποτε ὅτε οὐκ ἦν·᾿  ἔστι δὲ καὶ τοῦτο γελοῖον· οἱ γὰρ ὅλως τὸ εἶναι αὐτῷ μὴ διδόντες, ἀγανακτοῦσι κατὰ τῶν κᾂν χρόνῳ διδόντων. Καὶ οὗτοι οὖν ὅπερ ἀρνοῦνται, διὰ τοῦ ἐπιτιμᾷν τοῖς ἄλλοις, ὁμολογοῦσι. Πάλιν τε οἱ περὶ Εὐσέβιον, Υἱὸν ὁμολογοῦντες, ἀρνοῦνται αὐτὸν εἶναι φύσει Λόγον, καὶ κατʼ ἐπίνοιαν ‘Λόγον’ λέγεσθαι τὸν Υἱὸν βούλονται· οἱ δὲ ἕτεροι, Λόγον ὁμολογοῦντες, ἀρνοῦνται αὐτὸν εἶναι Υἱὸν, καὶ κατʼ ἐπίνοιαν ‘Υἱὸν᾿  λέγεσθαι τὸν To. c. 11. Λόγον βούλονται, ἐξ ἴσου κενοβατοῦντες. Cp. c. 5. 9. ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν Τὰ δύο ἓν εἶναί φατε, ἢ Cp. iii. 4. τὸ ἓν διώνυμον, ἢ πάλιν τὸ ἓν εἰς δύο διῃρῆσθαι. Εἰ μὲν οὖν τὸ ἓν εἰς δύο διῄρηται, ἀνάγκη σῶμα εἶναι τὸ διαιρεθὲν, καὶ μηδέτερον τέλειον, μέρος γὰρ ἑκάτερον καὶ οὐχ ὅλον· εἰ δὲ τὸ c. 2. ἓν διώνυμον, Σαβελλίου τὸ ἐπιτήδευμα, τὸν αὐτὸν Υἱὸν καὶ Πατέρα λέγοντος, καὶ ἑκάτερον ἀναιροῦντος, ὅτε μὲν ‘Υἱὸς,’ τὸν Πατέρα, ὅτε δὲ ‘Πατὴρ,’ τὸν Υἱόν. Εἰ δὲ τὰ δύο ἓν, ἀνάγκη Cp. i. 9. δύο μὲν εἶναι, ἓν δὲ κατὰ τὴν θεότητα, καὶ κατὰ τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς εἶναι τὸν Λόγον· ὥστε δύο μὲν εἶναι, ὅτι Πατήρ ἐστι καὶ Υἱὸς, ὅ ἐστι Λόγος, ἓν δὲ, ὅτι εἴς Θεός. Εἰ γὰρ μὴ οὕτως ἐστὶν, ἔδει εἰπεῖν, ἐγώ εἰμι ὁ Πατὴρ,ʼ ἣ. ‘ἐγὼ καὶ ὁ Πατήρ εἰμι.᾿  Νῦν δὲ ἐν τῷ ‘ἐγὼ,᾿  τὸν Υἱὸν σημαίνει· ἐν δὲ τῷ καὶ ὁ Πατὴρ,᾿  τὸν γεννήσαντα· ἐν δὲ τῷ ‘ἓν,’ τὴν μίαν θεότητα καὶ τὸ ὁμοούσιον c. 2. αὐτοῦ. Οὐ γὰρ καθʼ Ἕλληνας ὁ αὐτὸς σοφὸς καὶ σοφία ἐστὶν, ἢ ὁ αὐτὸς Πατὴρ καὶ Λόγος ἐστίν· ἀπρεπὲς γὰρ αὐτὸν ἑαυτοῦ πατέρα εἶναι· ἡ δὲ θεία διδασκαλία οἶδε Πατέρα καὶ Υἱὸν, καὶ σοφὸν καὶ σοφίαν, καὶ Θεὸν καὶ Λόγον· καθόλου μέντοι φυλάττει iii. 6. 16.   ἀδιαίρετον, καὶ ἀδιάσπαστον, καὶ ἀμέριστον κατὰ πάντα. 10. Ἐὰν δὲ, ὅτι δύο ἐστὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἀκούων τις διαβάλλοι, ὡς ‘δύο θεῶνʼ καταγγελλομένων (τοιαῦτα γάρ τινες ἑαυτοῖς ἀναπλάττονται, καὶ εὐθέως γελῶσιν, ὅτι ‘δύο θεοὺς λέγετε’)· λεκτέον πρὸς τοὺς τοιούτους· Εἰ ὁ Πατέρα καὶ Υἱὸν γινώσκων δύο θεοὺς λέγει, ὥρα καὶ τὸν λέγοντα ‘ἕνα,’ ἀναιρεῖν τὸν Υἱὸν, καὶ Σαβελλίζειν. Εἰ γὰρ ὁ λέγων ‘δύο’ Ἑλληνίζει, οὐκοῦν ὁ λέγων ‘ἓν’ Σαβελλίζει. Τοῦτο δὲ οὐκ ἔστι· μὴ γένοιτο, ἀλλʼ ὥσπερ ὁ λέγων ‘Πατέρα καὶ Υἱὸν δύοʼ ἕνα Θεὸν λέγει, οὕτως ὁ λέγων ‘ἕνα Θεὸν δύο φρονείτω Πατέρα καὶ Υἱὸν, ἕν Cp. Quicun- que, 3, 16. ὄντας τῇ θεότητι, καὶ τῷ ἐξ αὐτοῦ ἀμέριστον καὶ ἀδιαίρετον καὶ ἀχώριστον εἶναι τὸν Λόγον ἀπὸ τοῦ Πατρός. ἔστω δὲ παράδειγμα ἀνθρώπινον, τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτοῦ.