36. Διορθούσθω τοιγαροῦν καὶ Παῦλος Σαμοσατεὺς, τῆς θείας κατήκοος γεγενημένος φωνῆς, ‘τὸ σῶμά μου,ʼ λέγοντος, καὶ οὐχὶ Matt. xxvi. 26. ‘τὸν Χριστὸν ἕτερον παῤ ἐμὲ τὸν Λόγον,ʼ ἀλλὰ ‘σὺν ἐμοὶ αὐτὸν, καὶ ἐμὲ σὺν αὐτῷ. Τὸ γὰρ χρίσμα ἐγὼ ὁ Λόγος, τὸ Cp. i. 47. δὲ χρισθὲν ὑπʼ ἐμοῦ ὁ ἄνθρωπος· οὐ χωρὶς οὖν ἐμοῦ Χριστὸς κληθείη ἂν, ἀλλὰ σὺν ἐμοὶ ὢν καὶ ἐμοῦ ἐν αὐτῷ.᾿  Τὸ τοίνυν ‘ἀποστολὴν᾿  τοῦ Λόγου σημαίνεσθαι, ἕνωσιν δηλοῖ τὴν πρὸς τὸν ἐκ Μαρίας Ἰησοῦν, ὃς ἑρμηνεύεται Σωτὴρ, οὐ δι᾿  ἕτερόν τι, ἀλλʼ ἢ διὰ τὸ τῷ Θεῷ Λόγῳ ἡνῶσθαι. Ταὐτὸ σημαίνεται τὸ ῥητὸν τοῦτο τῷ ‘ὁ πέμψας με Πατὴρ,᾿  καὶ, ‘ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, John viii. 10. ἀλλʼ ὁ Πατήρ με ἀπέστειλε.᾿  Τὴν γὰρ πρὸς τὸν ἄνθρωπον Ib. 42. ἕνωσιν, σὺν γνωρισθῆναι ἀνθρώποις ἦν δυνατὸν τὴν ἀόρατον φύσιν διὰ τῆς ὁρωμένης, ‘ἀποστολὴνʼ ὠνόμασεν. Οὐ γὰρ δὴ Cp. iii. 43, 53, 58. Θεὸς τόπους ἀμείβει, καθʼ ἡμᾶς τοὺς ἐν τόποις κρυπτομένους, τῷ τῆς μικρότητος ἡμῶν σχήματι τῆς ὑπάρξεως τῆς ἐν σαρκὶ ἐπιδεικνύμενος· πῶς γὰρ ὁ ‘τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν;ʼ Jer. xxiii. 24. ἀλλὰ τῆς ἐν σαρκὶ παρουσίας ἕνεκα τὴν ‘ἀποστολὴνʼ οἱ δίκαιοι ὠνόμασαν. Εἶτα οὖν καὶ αὐτὸς ὁ Θεὸς Λόγος Χριστὸς οὖν Qu. om. second οὔν . ὁ ἐκ Μαρίας, Θεὸς ἄνθρωπος· οὐχ ἕτερός τις Χριστὸς, ἀλλʼ εἷς καὶ ὁ αὐτός· οὗτος πρὸ αἰώνων ἐκ Πατρός, οὗτος ἐπʼ ἐσχάτων ἐκ τῆς παρθένου· ἀόρατος τὸ πρὶν καὶ ταῖς ἐν οὐρανῷ δυνάμεσιν ἁγίαις, ὁρατὸς νυνὶ διὰ τὴν πρὸς τὸν ὁρώμενον ἄνθρωπον ἕνωσιν· ὁρώμενος δὲ, φημὶ, οὐ τῇ ἀοράτῳ θεότητι, ἀλλὰ τῇ τῆς θεότητος ἐνεργείᾳ διὰ τοῦ ἀνθρωπίνου σώματος καὶ ὅλου ἀνθρώπου, ὃν Cp. c. Apollin. i. 14. ἀνεκαίνισε τῇ οἰκειώσει τῇ πρὸς ἑαυτόν. Αὐτῷ τὸ σέβας καὶ ἡ προσκύνησις, ὃς ἦν πρώην, καὶ νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.