<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg117.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="35"><p>35. Εἰ δὲ καὶ τὸ σῶμα καλεῖ πολλαχοῦ ἡ γραφὴ ‘Χριστὸν,’
ὡς ὅταν λέγῃ ὁ μακάριος Πέτρος πρὸς Κορνήλιον, διδάσκων
<note type="marginal">Acts x. 38.</note> ‘Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ·’
<note type="marginal">Ib. ii. 22.</note> καὶ πάλιν πρὸς Ἰουδαίους, ‘Ἰησοῦν τὸν ἀπὸ Ναξαρὲτ, ἄνδρα
ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς·’ καὶ πάλιν ὁ μακάριος
<note type="marginal">Ib. xvii. 31.</note> Παῦλος πρὸς Ἀθηναίους, ‘ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν
πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν·’ ταὐτὸν δὲ τῇ χρίσει πολλαχόσε
τὴν ἀνάδειξιν καὶ τὴν ἀποστολὴν εὑρίσκομεν· ἐξ ὧν
μανθάνειν ἔξεστι τῷ βουλομένῳ, ὡς οὐ διαφωνία τις ἐν τοῖς
ῥήμασι τῶν ἀγίων, ἀλλὰ διαφόρως τὴν πρὸς τὸν ἐκ Μαρίας
ἄνθρωπον τοῦ Θεοῦ Λόγου ἕνωσιν γενομένην ὀνομάζουσι ποτὲ
μὲν χρίσιν,’ ποτὲ δὲ ‘ἀποστολὴν,’ ἄλλοτε δὲ ‘ἀνάδειξιν. Τὸ
τοίνυν λεγόμενον ὑπὸ τοῦ μακαρίου Πέτρου ὀρθὸν, καὶ εἰλικρινῆ
τὴν θεότητα τοῦ μονογενοῦς κηρύσσει, οὐ τὴν ὑπόστασιν χωρίζον
τοῦ Θεοῦ Λόγου ἀπὸ τοῦ ἐκ Μαρίας ανθρώπου· (μὴ) γένοιτο·
<note type="marginal">John x. 30; xiv. 9.</note> πῶς γὰρ ὁ ἀκούσας πολλαχῶς τὸ ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,’
καὶ ‘ὁ ἑωρακὼς ἐμὲ. ἑώρακε τὸν Πατέρα;’) διʼ οὗ καὶ μετὰ
<note type="marginal">Ib. xx. 19.</note> τὴν ἀνάστασιν, τὸ αὐτὸ, ‘κεκλεισμένων· τῶν θυρῶν,’ εἰσερχόμενον
πρὸς πᾶσαν τῶν ἀποστόλων τὴν ξυνωρίδα, καὶ εἴ τι παρῆν ἐκ
<note type="marginal">Luke xxiv. 39.</note> τούτου δυσπειθὲς, διαλύσαντα τῷ εἰπεῖν, ‘ψηλαφήσατέ με, καὶ
βλέπετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε
ἔχοντα <gap reason="omitted"/>’ καὶ οὐκ εἶπε, ‘τόνδε,’ ἢ, ‘τὸν ἄνθρωπόν μου,
<note type="marginal">Cp. iii. 31, 33.</note> ὃν ἀνείληφα,’ ἀλλʼ ‘ἐμέ.’ Ὅθεν οὐδεμίαν συγγνώμην εὑρεῖν
δυνήσεται ὁ Σαμοσατεὺς. ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ Θεοῦ
Λόγου διελεγχθείς· καὶ ἀπʼ αὐτοῦ δὲ τοῦ Θεοῦ Λόγου, ἄρτι μὲν
<note type="marginal"><del>Qu. πληρο-φοροῦντος</del>.</note> πρὸς πάντας τὴν πεῦσιν προσάγοντος, καὶ πληροφορῶν ἀπό τε
τοῦ φαγεῖν καὶ τὴν ψηλάφησιν ἐπιτρέψαι, ἣ δὴ καὶ γεγένηται.
Πάντως γὰρ ὁ διδοὺς τὴν τροφὴν, ἢ οἱ διδόντες, ἥψαντο τῶν
χειρῶν. ‘Ἐπέδωκαν’ γὰρ, φησὶν, ‘αὐτῷ ἰχθύος ἀπτοῦ μέρος,
καὶ ἀπὸ μελισσίου κηρίου· καὶ φαγὼν ἐνώπιον αὐτῶν,’ λαβὼν
τὰ ἐπίλοιπα, ἀπέδωκεν αὐτοῖς. δοῦ τοίνυν, εἰ καὶ οὐχ ὡς ὁ
Θωμᾶς, ἀλλʼ ὅμως διʼ ἑτέρας μεθόδου, τὴν πληροφορίαν αὐτοῖς
<note type="marginal">Luke xxiv. 42, 43.</note> παρέσχε ψηλαφηθείς. Εἰ δὲ καὶ τοὺς μώλωπας ἰδεῖν θέλοις,
<note type="marginal">John xx. 27.</note> παρὰ Θωμᾶ μάθε· ‘Φέρεʼ γάρ ‘σου,’ φησὶ, ‘τὴν χεῖρα καὶ
<note type="marginal">Cp. ad Epict. 10.</note> βάλε εἰς τὴν πλευράν μου, καὶ φέρε τὸν δάκτυλόν σου, καὶ
βλέπε τὰς χεῖράς μου.’ Πλευρὰν ἰδίαν καὶ χεῖρας ὀνομάζων ὁ

<pb n="251"/>
Θεὸς Λόγος, καὶ ὅλον αὐτὸν ἄνθρωπόν τε καὶ Θεὸν ὁμοῦ, ἄρτι <note type="marginal">Cp. iii. 6, 41: c. Apollin. i. 7.</note>
μὲν τοῦ Λόγου καὶ τὴν αἴσθησιν τοῖς ἀγίοις διὰ σώματος, ὡς
ἔστι νοεῖν, παρέχοντος τῷ εἰσελθεῖν ‘τῶν θυρῶν κεκλεισμένων,’
παρευθὺ δὲ σὺν τῷ σώματι παρεστὼς, καὶ τὴν πληροφορίαν
παρέχων. Ταῦτα τοῖς πιστοῖς εἰς βεβαίωσιν, καὶ τοῖς ἀπίστοις
εἰς διόρθωσιν εἰρήσθω συμμέτρως.</p></div></div></body></text></TEI>