34. Τὸ τοίνυν συναμφότερον νοῶμεν Χριστὸν, Λόγον τὸν c. 31. θεῖον ἡνωμένον τῷ ἐκ Μαρίας ἐν τῇ Μαρίᾳ. Ἐν γὰρ τῇ ταύτης νηδύϊ ὁ Λόγος ἑαυτῷ τὸν οἶκον διεπλάσατο, ὃν τρόπον ἐξ ἀρχῆς τὸν Ἀδὰμ ἐκ τῆς γῆς· μᾶλλον δὲ θειοτέρως, περὶ οὗ καὶ Σολομών φησι, τὸν Λόγον εἰδὼς καὶ ‘σοφίανʼ χρηματίζουσαν φανερῶς· ‘Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον·ʼ ὃν καὶ ὁ ἀπόστολος Prov. ix. 1. ἑρμηνεύων λέγει, ‘οὗ οἶκός ἐσμεν ἡμεῖς·᾿  καὶ ἀλλαχοῦ δὲ ‘ναὸνʼ Heb. iii. 6; 1 Cor. iii. 16. προσαγορεύει, καθότι πρέπον Θεῷ ἐν ναῷ κατοικεῖν, σὗ καὶ εἰκόνα τὴν ἐκ λίθων τοῖς παλαιοῖς κτίζειν διὰ Σολομῶντος προσέταξεν· ὅθεν τῆς ἀληθείας φανείσης, πέπαυται ἡ εἰκών. Βουληθεῖσι γὰρ τοῖς ἀγνώμοσι τὴν εἰκόνα δεῖξαι ἀλήθειαν, τὴν δὲ ἀληθῆ οἴκησιν, ἣν καὶ ἕνωσιν σαφῶς πιστεύομεν, καθελεῖν, οὐκ ἠπείλησεν, ἀλλʼ εἰδὼς ὡς αὐτοὶ καθʼ ἑαυτῶν τολμῶσι, φησὶν αὐτοῖς, ‘Λύσατε John ii. 19. τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·ʼ σαφῶς δεικνὺς ὁ ἡμέτερος Σωτὴρ, ὡς τὰ πρὸς ἀνθρώπων σπουδαζόμενα αὐτόθεν ἔχει τὴν διάλυσιν. ‘Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ Ps. cxxvi. (cxxvii.) 1. οἶκον, καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες, καὶ ἠγρύπνησαν οἱ φυλάσσοντες.᾿  Τὰ τοίνυν τῶν Ἰουδαίων Cp. i. 8. λέλυται· σκιὰ γὰρ ἦν· τὰ δὲ τῆς ἐκκλησίας ἥδρασται· ‘τεθεμελίωται Matt vii. 29; xvi. 18. γὰρ ἐπὶ τὴν πέτραν,ʼ ‘καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.᾿  Ἐκείνων ἦν τὸ λέγειν, ‘Πῶς σὺ, ἄνθρωπος ὢν, ποιεῖς John x. 33. σεαυτὸν Θεόν;᾿  τούτων μαθητὴς ὁ Σαμοσατεὺς ὑπάρχει· ὅθεν Cp. iii. 51. εἰκότως τὰ παῤ αὐτοῦ τοῖς αὐτοῦ ἀπαγγέλλει. ‘Ἀλλʼ ἡμεῖς Eph. iv. 20-24. οὐχ οὕτως ἐμάθομεν τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσαμεν, καὶ παῤ αὐτοῦ ἐδιδάχθημεν, ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀναλαβόντες δὲ τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας Χριστὸς τοιγαροῦν τὸ συναμφότερον εὐσεβῶς νοείσθω.