33. Ἔθος δὲ τοῦτο τῇ γραφῇ, ἀπεριέργως καὶ ἁπλῶς τὰς λέξεις Cf. Num. x. 29. ἐκφράζειν· οὕτω γὰρ καὶ ἐν τοῖς Ἀριθμοῖς τις εὑρήσει· ‘εἶπεʼ γὰρ, φησὶ, ‘Μωσῆς τῷ ‘Ραγουὴλ τῷ Μαδιανίτῃ, γαμβρῷ Μωσῇ᾿  Οὐ γὰρ ἄλλος Μωσῆς ὁ λέγων, καὶ ἄλλος οὗ ἦν γαμβρὸς ὁ Ῥαγουὴλ. ἀλλὰ εἰς ἦν Μωσῆς. Εἰ γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ σοφία ὁμοίως χρηματίζει καὶ δύναμις, καὶ δεξιὰ, καὶ βραχίων, καὶ ὅσα ii. 66. τοιαῦτα· ἥνωται δὲ φιλανθρώπως ἡμῖν, τὴν ἀπαρχὴν ἡμῶν περιθέμενος, καὶ ταύτῃ ἀνακραθεὶς, ἄρα αὐτὸς ὁ Λόγος καὶ τὰ λοιπὰ εἰκότως εἴληχεν ὀνόματα. Τὸ γὰρ εἰρηκέναι τὸν Ἰωάννην ‘ἐν John i. 1–3. ἀρχῇ μὲν εἶναι τὸν Λόγον, καὶ τοῦτον πρὸς τὸν Θεὸν, καὶ αὐτὸν Θεὸν, καὶ πάντα διʼ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ γεγενῆσθαι μηδὲν,’ πλάσμα τοῦ Θεοῦ Λόγου σαφῶς καὶ τὸν ἄνθρωπον δείκνυσιν Cp. the Quicunque, v. 35. ὑπάρχειν. Εἰ τοίνυν τοῦτον σαθρωθέντα εἰς ἑαυτὸν λαβόμενος, πάλιν ἀνακαινίζει διὰ τῆς βεβαίας αὐτοῦ ἀνανεώσεως πρὸς διαμονὴν ἀτελεύτητον, καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν Λόγον ἀπεστάλθαι, καὶ τοῖς λοιποῖς ἀποστόλοις, λέγω δὴ Cp. iii. 10. προφήταις, ἀποσταλεῖσι παῤ αὐτοῦ συναριθμεῖν τὸν τῶν ἀποστόλων στόλων Κύριον; πῶς δὲ καὶ κληθείη Χριστὸς ψιλὸς ἄνθρωπος; ii. 15; iii. 54. Ἡνωμένος δὲ τῷ Λόγῳ, εἰκότως χρηματίζοι Χριστὸς, καὶ Υἱὸς Θεοῦ, ἄνωθεν τοῦ προφήτου σαφῶς ἐκβοήσαντος τὴν πατρικὴν ὑπόστασιν περὶ αὐτοῦ, καὶ εἰπόντος, καὶ ἀποστελῶ τὸν Υἱόν Qu. Ps. ii?   μου τόν Χριστόν·ʼ καὶ ἐν τῷ Ἰορδάνῃ, ‘Οὔτός ἐστιν ὁ Υἱός Matt, iii. 17. μου ὁ ἀγαπητός.᾿  Ἐκπληρώσας γὰρ τὴν ὑπόσχεσιν, εἰκότως ὑπέδειξεν ὡς οὗτός ἐστιν, ὃν εἶπεν ἀποστεῖλαι.