<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg117.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="32"><p>32. Ἀλλʼ οὐκ ἔστι τοῦτο, μὴ γένοιτο· ὃν τρόπον γὰρ
<note type="marginal">2 Cor. v. 4.</note> ἐνταῦθα τὴν ἀνέκφραστον ἕνωσιν ὁ Ἰωάννης κηρύσσει, ‘καταποθέντος
τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς,ʼ καὶ αὐτοζωῆς ὄντος, καθὰ
<note type="marginal">John xi. 25.</note> πρὸς τὴν Μάρθαν ὁ Κύριος ἔφη, ‘Ἐγώ εἰμι ἡ ζωή·᾿  οὕτω καὶ
ὅταν λέγῃ ὁ μακάριος Πέτρος τὸ ‘διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι
τὸν Λόγον,’ τὴν θείαν ἕνωσιν σημαίνει. Ὡς γὰρ
ἀκούων τις τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὐκ ἂν νομίσοι μηκέτι
<note type="marginal">C. Apollin. i 12.</note> οὖν εἶναι Λόγον, ὅπερ ἄτοπον, ὡς προείρηται· οὕτω καὶ Λόγον
ἀκούων τὸν συναφθέντα τῇ σαρκὶ, τὸ θεῖον ἓν καὶ ἁπλοῦν νοείτω
μυστήριον. Σαφέστερον δὲ καὶ ἀναμφισβήτητον παντὸς λογισμοῦ
<note type="marginal">Cp. iii. 14.</note> τὸ πρὸς αὐτὴν τὴν Θεοτόκον πρὸς τοῦ ἀρχαγγέλου ῥηθὲν
τὴν ἑνότητα τοῦ θείου Λόγου καὶ ἀνθρώπου δείξειε. Φησὶ γὰρ,
<note type="marginal">Luke i. 35.</note> ‘Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου
ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς
<note type="marginal">Cp. ad Max. 3.</note> Θεοῦ,᾿  Ἀφρόνως οὖν οἱ τοῦ Σαμοσατέως τὸν Λόγον χωρίζουσι,
σαφῶς ἀποδειχθέντα ἡνῶσθαι τῷ ἐκ Μαρίας ἀνθρώπῳ. Οὐκ
<note type="marginal">Matt. xxviii. 19.</note>  ἄρα ἀπεστάλη διʼ αὐτοῦ· ἀπέστελλε δὲ ἐν αὐτῷ, λέγων· ‘Πορευθέντες
μαθητεύσατε πάντα τὰ ἔθνη.ʼ</p></div></div></body></text></TEI>