32. Ἀλλʼ οὐκ ἔστι τοῦτο, μὴ γένοιτο· ὃν τρόπον γὰρ 2 Cor. v. 4. ἐνταῦθα τὴν ἀνέκφραστον ἕνωσιν ὁ Ἰωάννης κηρύσσει, ‘καταποθέντος τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς,ʼ καὶ αὐτοζωῆς ὄντος, καθὰ John xi. 25. πρὸς τὴν Μάρθαν ὁ Κύριος ἔφη, ‘Ἐγώ εἰμι ἡ ζωή·᾿  οὕτω καὶ ὅταν λέγῃ ὁ μακάριος Πέτρος τὸ ‘διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τὸν Λόγον,’ τὴν θείαν ἕνωσιν σημαίνει. Ὡς γὰρ ἀκούων τις τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὐκ ἂν νομίσοι μηκέτι C. Apollin. i 12. οὖν εἶναι Λόγον, ὅπερ ἄτοπον, ὡς προείρηται· οὕτω καὶ Λόγον ἀκούων τὸν συναφθέντα τῇ σαρκὶ, τὸ θεῖον ἓν καὶ ἁπλοῦν νοείτω μυστήριον. Σαφέστερον δὲ καὶ ἀναμφισβήτητον παντὸς λογισμοῦ Cp. iii. 14. τὸ πρὸς αὐτὴν τὴν Θεοτόκον πρὸς τοῦ ἀρχαγγέλου ῥηθὲν τὴν ἑνότητα τοῦ θείου Λόγου καὶ ἀνθρώπου δείξειε. Φησὶ γὰρ, Luke i. 35. ‘Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Cp. ad Max. 3. Θεοῦ,᾿  Ἀφρόνως οὖν οἱ τοῦ Σαμοσατέως τὸν Λόγον χωρίζουσι, σαφῶς ἀποδειχθέντα ἡνῶσθαι τῷ ἐκ Μαρίας ἀνθρώπῳ. Οὐκ Matt. xxviii. 19.   ἄρα ἀπεστάλη διʼ αὐτοῦ· ἀπέστελλε δὲ ἐν αὐτῷ, λέγων· ‘Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.ʼ