<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg117.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="31"><p>31. Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρὼν, ‘Πρόσελθε πρὸς τὸ <note type="marginal">Levit. ix. 7.</note>
θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου, καὶ τὸ
ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου,
καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν,
καθάπερ ἐνετείλατο Κύριος τῷ Μωσεῖ.’ δοῦ τοίνυν ἐνταῦθα,
καίπερ ἑνὸς ὄντος τοῦ Μωσέως, ὡς περὶ ἑτέρου Μωσέως
αὐτὸς Μωσῆς λέγων ἐστὶ, ‘καθάπερ ἐνετείλατο Κύριος τῷ
Μωσεῖ.’ Οὕτω τοίνυν καὶ περὶ τοῦ θείου Λόγου ἐὰν λέγῃ ὁ
μακάριος Πέτρος, ‘ἀποσταλέντος τοῖς υἱοῖς Ἰσραὴλ διὰ Ἰησοῦ
Χριστοῦ,’ οὐ χρὴ ἕτερον μὲν τὸν Λόγον, ἕτερον δὲ Χριστὸν νοεῖν,
ἀλλʼ ἕνα καὶ τὸν αὐτὸν διὰ τὴν ἕνωσιν τὴν πρὸς τὴν θείαν αὐτοῦ
καὶ φιλάνθρωπον συγκατάβασίν τε καὶ ἐνανθρώπησιν. Εἰ δὲ
καὶ νοοῖτο διχῶς, ἀλλʼ οὐχ ὡς τοῦ Λόγου κεχωρισμένου, κατὰ <note type="marginal">Cp. iii. 29.</note>
τὸν θεσπέσιον Ἰωάννην, ‘καὶ ὁ Λόγος σὰρξ ἐγένετο,’ εἰρηκότα, <note type="marginal">John i. 14.</note>
‘καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Τὸ ἄρα καλῶς καὶ ὀρθῶς εἰρημένον
πρὸς τοῦ μακαρίου Πέτρου κακῶς καὶ στρεβλῶς νοοῦντες οἱ τοῦ
Σαμοσατέως, ἐν τῇ ἀληθείᾳ οὐχ ἵστανται. ‘Χριστὸς γὰρ τὸ <note type="marginal">Cp. c. Apollin. i. 13.</note>
συναμφότερον νοεῖται παρὰ τῇ θείᾳ γραφῇ, ὡς ὅταν λέγῃ,
‘Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.’ Εἰ τοίνυν λέγει ὁ <note type="marginal">1 Cor. i. 24.</note>
Πέτρος τὸν Λόγον διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τοῖς υἱοῖς
Ἰσραὴλ,’ τοῦτο σημαίνων νοείσθω, τὸν Λόγον σαρκωθέντα τοῖς
υἱοῖς Ἰσραὴλ πεφανερῶσθαι, ἵνʼ ᾖ συνᾴδων τῷ ‘καὶ ὁ Λόγος <note type="marginal">John i. 14.</note>
σὰρξ ἐγένετο.’ Εἰ δὲ ἑτέρως ἐκεῖνο νοοῦσι, καὶ τὸν Λόγον μὲν,
καθὼς καὶ ἔστι, θεῖον ὁμολογοῦντες, τὸν πρὸς αὐτοῦ ληφθέντα,
ᾧ καὶ ἡνῶσθαι πιστεύεται, ἄνθρωπον ἀπʼ αὐτοῦ χωρίζουσι, <note type="marginal">Cp. c. Apolin. ii. 15.</note>
λέγοντες  ‘διὰ Ἰησοῦ Χριστοῦ’ αὐτὸν ἀπεστάλθαι, ἑαυτοῖς ἐναντία
φθεγγόμενοι οὐ νοοῦσιν. Οἱ γὰρ, ἐνταῦθα χωρίζοντες τῆς θείας <note type="marginal"><del>Qu. εἰ γὰρ</del>.</note>
σαρκώσεως, θεῖον νοοῦσι, σμικρύνουσινἄρα ἀκούοντεσ αὐτὸν ‘σάρκα
γεγενῆσθαι,’ καὶ Ἑλλήνων φρονοῦσιν, ὥσπερ οὖν καὶ φρονοῦσι,
τροπὴν τοῦ Λόγου τὴν σάρκωσιν τὴν θείαν ὑπολαμβάνοντες.</p><note type="marginal">Cp. i. 40.</note></div></div></body></text></TEI>