<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg117.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="30"><p>30. Τινὲς τῶν ἀπὸ τοῦ Σαμοσατέως, διαιροῦντες τὸν Λόγον
ἀπὸ τοῦ Υἱοῦ, φάσκουσι τὸν μὲν Υἱὸν εἶναι τὸν Χριστὸν, τὸν δὲ
Λόγον ἄλλον εἶναι· καὶ τούτου πρόφασιν λαμβάνουσιν ἀπὸ τῶν
Πράξεων, ὃ καλῶς μὲν ὁ Πέτρος εἶπεν, αὐτοὶ δὲ κακῶς ἐκδέχονται.
<note type="marginal">Acts x. 36.</note> Ἒστι δὲ τοῦτο· ‘τὸν Λόγον ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ,
εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων
<note type="marginal">Routh, Rell. Sacr. iii. 301.</note> Κύριος.’ Φασὶ γὰρ, ὡς τοῦ Λόγου διὰ Χριστοῦ λαλήσαντος,
ὡς καὶ ἐπὶ τῶν προφητῶν, ‘τάδε λέγει Κύριος·ʼ ἄλλος μὲν ἦν ὁ
προφήτης, ἄλλος δὲ ὁ Κύριος. Ἀλλὰ πρὸς τοῦτο ὅμοιόν ἐστιν
<note type="marginal">1 Cor. i. 7, 8.</note> ἀντιτιθέναι τὸ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους, ‘ἀπεκδεχομένους
τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς καὶ
βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου

<pb n="247"/>
ἡμῶν Ἰησοῦ Χριστοῦ.’ Ὡς γὰρ οὐκ ἄλλος Χριστὸς ἑτέρου
Χριστοῦ τὴν ἡμέραν βεβαιοῖ, ἀλλʼ αὐτὸς ἐν τῇ ἑαυτοῦ ἡμέρᾳ
βεβαιοῖ τοὺς ἀπεκδεχομένους, οὕτω τὸν Λόγον ἀπέστειλεν ὁ
Πατὴρ σάρκα γενόμενον, ἵνα διʼ ἑαυτοῦ ἄνθρωπος γενόμενος
κηρύξῃ. Εὐθέως γοῦν ἐπάγει, ‘οὖτός ἐστι πάντων Κύριος·’
Κύριος δὲ πάντων ὁ Λόγος ἐστί.</p></div></div></body></text></TEI>