29. Ἔστιν ἄρα καὶ ἐν τῇ παλαιᾷ φανερῶς περὶ Υἱοῦ κείμενα, εἰ καὶ περιττόν ἐστι περὶ τούτων ἀμφισβητεῖν. Εἰ γὰρ τὰ μὴ κείμενα ἐν τῇ παλαιᾶ νεώτερά ἐστι, λεγέτωσαν οἱ οὕτω φιλονεικοῦντες, ποῦ τῆς παλαιᾶς περὶ τοῦ ‘Παρακλήτου’ Πνεύματος εἴρηται; περὶ Πνεύματος μὲν γὰρ ἁγίου ἐλέχθη, περὶ ‘Παρακλήτου’ δὲ οὐδαμῶς. Ἆῤ οὖν ἕτερόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἕτερος ὁ Παράκλητος, καὶ νεώτερος ὁ Παράκλητος, ἐπεὶ μὴ ἐν τῇ παλαιᾷ κεῖται; Ἀλλὰ μὴ γένοιτο ἢ νεώτερον εἰπεῖν τὸ Πνεῦμα, ἢ διελεῖν καὶ ἕτερον εἰπεῖν τὸ ἅγιον Πνεῦμα, καὶ ἕτερον τὸν Παράκλητον. Ἓν γὰρ καὶ ταὐτόν ἐστι τὸ Πνεῦμα, καὶ τότε καὶ νῦν ἁγιάζον καὶ παρακαλοῦν τοὺς δεκτικοὺς αὐτοῦ· ὡς εἷς καὶ αὐτὸς Λόγος Υἱὸς εἰς υἱοθεσίαν ἄγων καὶ τότε τοὺς ἀξίους. Cp. i. 39. Ἦσαν γὰρ καὶ ἐν τῇ παλαιᾷ υἱοὶ, οὐ δι᾿ ἄλλου ἀλλʼ ἢ διὰ τοῦ Cp. Isa. lxiii. 16. Υἱοῦ τεκνοποιούμενοι. Εἰ γὰρ μὴ ἦν καὶ πρὸ τῆς Μαρίας Υἱὸς ὁ τοῦ Θεοῦ, πῶς ‘πρὸ πάντων’ ἐστὶν, ὄντων πρὸ αὐτοῦ υἱῶν; Col. i. 17, 15. Πῶς δὲ καὶ ‘πρωτότοκος, δεύτερος μετὰ πολλοὺς εὑρισκόμενος; Ἀλλʼ οὔτε δεύτερος ὁ Παράκλητος· πρὸ πάντων γὰρ ἦν· οὔτε John i. 1. νεώτερος ὁ Υἱός· ‘ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος·ʼ καὶ ὡς ταὐτὸν τὸ Πνεῦμα καὶ Παράκλητος, οὕτω ταὐτὸν ὁ Υἱὸς καὶ Λόγος· καὶ ὥς Ib. xiv. 26. φησιν ὁ Σωτὴρ περὶ τοῦ Πνεύματος, ‘ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου,ʼ ταὐτὸν λέγων καὶ οὐ διαιρῶν, οὕτως ὁ Ἰωάννης τὸ ὅμοιον διηγούμενος Ib. i. 14. λέγει, ‘καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός.᾿ Καὶ ἐνταῦθα γὰρ οὐ διεῖλεν, ἀλλὰ τὴν ταυτότητα ἀπήγγειλε. Καὶ οὐχ ὡς ἄλλος Παράκλητος, καὶ ἄλλο τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλʼ ἓν καὶ ταὐτόν· οὕτως οὐκ ἄλλος Λόγος, καὶ ἄλλος Υἱὸς, ἀλλʼ ὁ Λόγος μονογενής ἐστι. Δόξαν γὰρ οὐκ αὐτῆς εἶπε τῆς σαρκὸς, ἀλλʼ αὐτοῦ τοῦ Λόγου. Ὁ τοίνυν τολμῶν διαιρεῖν Λόγον καὶ Υἱὸν, διαιρείτω καὶ Πνεῦμα καὶ Παράκλητον. Εἰ δὲ ἀδιαίρετον τὸ Πνεῦμα, ἀδιαίρετος καὶ ὁ Λόγος, ὁ αὐτὸς ὢν Υἱὸς, καὶ σοφία, καὶ δύναμις. Τὸ δὲ ‘ἀγαπητὸνʼ καὶ Ἕλληνες ἴσασιν οἱ δεινοὶ περὶ τὰς λέξεις, ὅτι ἴσον ἐστὶ τῷ εἰπεῖν ‘μονογενής.ʼ Φησὶ γὰρ Ὅμηρος ἐπὶ Τηλεμάχου, τοῦ υἱοῦ Ὀδυσσέως μονογενοῦς ὄντος, ταῦτα ἐν τῇ δευτέρᾳ τῆς Ὀδυσσείας· Hom. Od. ii. 363-366. ‘Τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο; πῆ δὲ θέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν, μοῦνος ἐὼν ἀγαπητός ; ὁ δʼ ὤλετο τηλόθι πάτρης Διογενὴς Ὀδυσεὺς, ἀλλογνώτῳ ἐνὶ δήμῳ.’ Ὁ ἄρα μόνος ὢν τῷ πατρὶ ‘ἀγαπητὸςʼ λέγεται.