28. Τί οὖν, φασὶ, καὶ τὸ ‘πρὸ τοῦ ἑωσφόρου;’ Ἐγὼ δʼ ἂν εἴποιμι, εἰ τὸ πρὸ τοῦ ἑωσφόρου τούτου θαυμαστὴν δείκνυσι τὴν ἐκ Μαρίας γέννησιν, πολλοὶ καὶ ἄλλοι πρὸ τῆς τοῦ ἀστέρος ἀνατολῆς ἐγεννήθησαν. Τί οὖν θαυμαστὸν ἐπὶ τούτου εἴρηται, ὅτι ὡς ἐξαιρέτου τινὸς αὐτοῦ μνημονεύει, κοινοῦ ὄντος καὶ ἐπὶ πολλῶν; ἔπειτα διαφέρει τὸ ‘γεννῆσαι’ τοῦ ἐξαγαγεῖν· τὸ μὲν γὰρ γεννῆσαι ἀρχὴν ἔχει καταβολῆς, τὸ δὲ ἐξαγαγεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ὑπάρχον προαγαγεῖν. Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ἁρμόζει ἡ φωνὴ, ἰστέον ὅτι οὐ τότε ἀρχὴν γενέσεως εἴληφεν Cp. Luke ii. 8, 10. ὅτε τοῖς ποιμέσιν εὐηγγελίσθη ‘νυκτὸς,’ ἀλλʼ ὅτε ὁ ἄγγελος ἐλάλησε πρὸς τὴν παρθένον. Οὐκ ἦν δὲ τότε νὺξ, οὐ γὰρ εἴρηται· νὺξ δὲ ἦν, ὅτε ἐξῆλθεν ἀπὸ τῆς γαστρός. Ταύτην τὴν διαφορὰν τίθησιν ἡ γραφὴ, καὶ τὸ μὲν γεγεννῆσθαι πρὸ ἑωσφόρου φησί τὸ δὲ ἐκ γαστρὸς πρόοδον ὀνομάζει, ὡς ἐν Ps. xxi. (xxii.) 9. εἰκοστῷ πρώτῳ ψαλμῷ, ‘σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός.’ Ἄλλως τε οὐκ εἶπε ‘πρὸ  ἀνατολῆς ἑωσφόρου,’ ἀλλʼ ἁπλῶς ‘πρὸ ἑωσφφόρου.’ Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ληπτέον τὸ ῥητὸν, ἀνάγκη ἢ πρὸ τοῦ Ἀδὰμ εἶναι τὸ σῶμα· πρὸ τοῦ Ἀδὰμ γὰρ τὰ ἄστρα· ἢ ζητεῖν τὸν νοῦν τοῦ γράμματος, ὃ παρὰ Ἰωάννου ἐκλαβεῖν δυνατόν· ἐν γὰρ τῇ Ἀποκαλύψει φησὶν, ‘Ἐγὼ τὸ Α καὶ Rev. xxii. 13-17. τὸ Ω, καὶ ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος. Μακάριοι οἱ πλατύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία Qu. πλύ-νοντες . αὐτῶν ἐπὶ τοῦ ξύλου τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. Ἔξω οἱ κύνες, καὶ οἱ φαρμακοὶ, καὶ οἱ πόρνοι, καὶ οἱ φονεῖς, καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς ποιῶν καὶ φιλῶν ψεῦδος. Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου, μαρτυρῆσαι ὑμῖν ταῦτα ἐν ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαβὶδ, ὁ ἀστὴρ ὁ λαμπρὸς, ὁ πρωϊνός. Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσι, Ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω, Ἔρχου· καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν· Εἰ τοίνυν τὸ γένος Δαβίδ ἐστιν ὁ ἀστὴρ, ὁ λαμπρὸς, ὁ πρωϊνὸς, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ Σωτῆρος ἑωσφόρον εἰρῆσθαι, οὗ προϋπῆρχε τὸ ἐκ τοῦ Θεοῦ γέννημα· ὡς εἶναι τοιοῦτον τὸ ἐν τῷ ψαλμῷ, ‘ἐξ ἐμαυτοῦ σε γεγέννηκα πρὸ τῆς κατὰ σάρκα ἐπιφανείας Τὸ γὰρ πρὸ ἑωσφόρου ἴσον ἐστὶ τῷ ‘πρὸ τῆς σαρκώσεως τοῦ Λόγου.’