<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg117.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="27"><p>27. Ἐπειδὴ δέ τινεσ τῶν ἀπαιδεύτων, ἀναιροῦντες τὸ εἶναι

<pb n="244"/>
Υἱὸν, εὐτελίζουσι τὸ ‘ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,’
ὡς ἂν ἐπὶ τῆς Μαρίας ἁρμόζοντος τούτου, φάσκοντες πρὸ τοῦ
ἑωθινοῦ ἀστέρος γεγεννῆσθαι αὐτὸν ἀπὸ Μαρίας, (μὴ γὰρ ἂν ἐπὶ
Θεοῦ ἁρμόζειν γαστέρα λέγειν), ὀλίγα εἰπεῖν ἀνάγκη. Εἰ μὲν
οὖν, ὅτι ἡ ‘γαστὴρʼ ἀνθρώπινόν ἐστι, διὰ τοῦτο ἀλλότριον Θεοῦ,
δῆλον ὅτι καὶ ἡ ‘καρδία ἀνθρώπινον ἔχει τὸ σημαινόμενον· ἀκολουθεῖ
γὰρ τὸν καρδίαν ἔχοντα ἔχειν καὶ γαστέρα. Ἀμφοτέρων
δὴ ἀνθρωπίνων ὄντων, ἢ ἀναιρεῖν ἑκάτερον ἀνάγκη, ἢ ἀμφοτέρων
τὴν διάνοιαν ζητεῖν χρή. Ὡς γὰρ ἐκ καρδίας λόγος, οὕτως ἐκ
γαστρὸς γέννημα. Καὶ ὥσπερ, καρδίας Θεοῦ λεγομένης, οὐκ
ἀνθρωπίνην νοοῦμεν αὐτήν· οὕτως ἐὰν ‘ἐκ γαστρὸς ἡ γραφὴ
λέγῃ, οὐ σωματικὴν δεῖ ταύτην ἐκδέχεσθαι. Ἔθος γὰρ τῇ θείᾳ
γραφῇ ἀνθρωπίνως τὰ ὑπὲρ ἄνθρωπον λαλεῖν καὶ σημαίνειν.
<note type="marginal">Ps. cxviii. (cxix.) 73. Isa. lxvi. 2.</note> Ἀμέλει περὶ τῆς κτίσεως διηγούμενός φησιν· ‘Αἱ χεῖρές σου
ἐποίησάν με, καὶ ἔπλασάν με·’ καὶ, ‘ἡ χείρ μου ἐποίησε ταῦτα
<note type="marginal">Ps. cxlviii. 5.</note> πάντα·’ καὶ, ‘αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.’ Ἁρμοζόντως
ἄρα περὶ ἑκάστου σημαίνει τοῦ μὲν Υἱοῦ τὸ ἴδιον καὶ τὸ γνήσιον,
τῆς δὲ κτίσεως τὴν ἀρχὴν τοῦ εἶναι. Τὰ μὲν γὰρ ποιεῖ καὶ κτίζει,
τὸν δὲ γεννᾷ ἐξἑαυτοῦ, Λόγον, Σοφίαν. ‘Γαστὴρ’ γὰρ καὶ ‘καρδία’
τὸ ἴδιον καὶ γνήσιον δηλοῦσι, Καὶ γὰρ καὶ ἡμεῖς τὸ μὲν γνήσιον
ἐκ γαστρὸς ἔχομεν, τὰ δὲ ἔργα διὰ χειρὸς ποιοῦμεν.</p></div></div></body></text></TEI>