<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg117.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="26"><p>26. Ἄτοπα μὲν οὖν ταῦτα. Ὅτι δὲ ὁ Υἱὸς οὐκ ἀρχὴν ἔχει
τοῦ εἶναι, ἀλλʼ ἀεὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως παρὰ τῷ Πατρί
ἐστι, δηλοῖ ὁ Ἰωάννης ἐν τῇ πρώτῃ ἐπιστολῇ, λέγων οὕτως,
‘Ὃ ἦν ἀπʼ ἀρχῆς, ὃ ἀκηκόαμεν,  ὃ ἑωράκαμεντοῖς ὀφθαλμοῖς ἡμῶν, <note type="marginal">Ι John i. 1, 2.</note>
ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγουτῆς
ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν,
καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν
Πατέρα, καὶ ἐφανερώθη ἡμῖν.᾿  Ἐνταῦθα λέγων, ὅτι ἡ ζωὴ οὐ
γέγονεν, ἀλλʼ ‘ἦν πρὸς τὸν Πατέρα,ʼ ἐν τῷ τέλει τῆς ἐπιστολῆς
τὸν Υἱὸν εἶναί φησι τὴν ζωήν· γράφει δʼ οὖν· ‘Καί ἐσμεν ἐν τῷ <note type="marginal">Ib. v. 20.</note>
ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ <note type="marginal">Cp. iii. 19.</note>
ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος.᾿  Εἰ δὲ ὁ Υἱός ἐστιν ἡ ζωὴ,
καὶ αὕτη πρὸς τὸν Πατέρα, καὶ εἰ ὁ Υἱὸς ἦν πρὸς τὸν Πατέρα,
λέγει δὲ ὁ αὐτὸς, ‘καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,ʼ ὁ Υἱὸς ἂν <note type="marginal">John i. 1.</note>
εἴη ὁ Λόγος, ὁ ἀεὶ ὢν πρὸς τὸν Πατέρα. Ὡσπερ δὲ ὁ Υἱὸς
Λόγος ἐστὶν, οὕτως ὁ Θεὸς ὁ αὐτὸς ἂν εἴη ὁ Πατήρ. Ὁ μέντοι
Υἱὸς κατὰ τὸν᾿  Ἰωάννην ‘Θεὸςʼ οὐχ ἀπλῶς, ἀλλʼ ‘ἀληθινὸς Θεόςʼ
ἐστι. Καὶ γὰρ κατὰ τὸν αὐτὸν τοῦτον, ‘καὶ Θεὸς ἦν ὁ Λόγος·᾿  <note type="marginal">Ibid.</note>
ἔλεγέ τε ὁ Υἱὸς, ‘ἐγώ εἰμι ἡ ζωή.᾿  Οὐκοῦν ὁ Υἱὸς Λόγος ἐστὶ <note type="marginal">Ib. i. 18.</note>
καὶ ζωὴ ἡ οὖσα παρὰ τῷ Πατρί. Πάλιν δὲ τὸ ἐν αὐτῷ τῷ Ἰωάννῃ
εἰρημένον, ‘ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός,᾿ <note type="marginal">Ib. i. 18.</note>
δείκνυσι τὸν Υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ λέγει ὁ Ἰωάννης ‘Υἱὸν,᾿ 
τοῦτον ‘χεῖραʼ ὁ Δαβὶδ ψάλλει λέγων· ‘Ἱνατί ἀποστρέφεις τὴν <note type="marginal">Ps. lxxiii. (lxxiv.) 11.</note>
χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου;’
Οὐκοῦν εἰ ἡ χεὶρ ἐν τῷ κόλπῳ, καὶ ὁ Υἱὸς ἐν κόλπῳ, ὁ Υἱὸς ἂν
εἴη ἡ χεὶρ, καὶ ἡ χεὶρ ἂν εἴη ὁ Υἱὸς, διʼ οὗ ἐποίησε τὰ πάντα ὁ <note type="marginal">Cp. ii. 71.</note>
Πατήρ. ‘Ἡ χείρ σουʼ γὰρ, φησὶν, ‘ἐποίησε ταῦτα πάντα,ʼ καὶ, <note type="marginal">Isa. Ixvi. 2.</note>
‘τῇ χειρὶ ἐξήγαγε τὸν λαόν·ʼ οὐκοῦν διὰ τοῦ Υἱοῦ. Εἰ δὲ καὶ <note type="marginal">Deut. vii 8. Ps. lxxvi. (lxxvii.) 10. Ib. xliv. (xlv.)</note>
‘αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου,ʼ καὶ πάλιν, ‘εἰς τὸ
τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦʼ ὁ
ἀγαπητὸς ἄρα ἐστὶν ἡ χεὶρ ἀλλοιωθεῖσα, περὶ οὗ καὶ λέγει ἡ
θεία φωνή· ‘Οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός,᾿  Ἴσον ἄρα <note type="marginal">Matt. iii. 17.</note>
ἐστὶν ‘ αὕτη ἡ χείρ μου᾿ τῷ ‘ οὗτος ὁ Υἱός μου.᾿</p></div></div></body></text></TEI>