26. Ἄτοπα μὲν οὖν ταῦτα. Ὅτι δὲ ὁ Υἱὸς οὐκ ἀρχὴν ἔχει τοῦ εἶναι, ἀλλʼ ἀεὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως παρὰ τῷ Πατρί ἐστι, δηλοῖ ὁ Ἰωάννης ἐν τῇ πρώτῃ ἐπιστολῇ, λέγων οὕτως, ‘Ὃ ἦν ἀπʼ ἀρχῆς, ὃ ἀκηκόαμεν,  ὃ ἑωράκαμεντοῖς ὀφθαλμοῖς ἡμῶν, Ι John i. 1, 2. ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγουτῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν.᾿  Ἐνταῦθα λέγων, ὅτι ἡ ζωὴ οὐ γέγονεν, ἀλλʼ ‘ἦν πρὸς τὸν Πατέρα,ʼ ἐν τῷ τέλει τῆς ἐπιστολῆς τὸν Υἱὸν εἶναί φησι τὴν ζωήν· γράφει δʼ οὖν· ‘Καί ἐσμεν ἐν τῷ Ib. v. 20. ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ Cp. iii. 19. ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος.᾿  Εἰ δὲ ὁ Υἱός ἐστιν ἡ ζωὴ, καὶ αὕτη πρὸς τὸν Πατέρα, καὶ εἰ ὁ Υἱὸς ἦν πρὸς τὸν Πατέρα, λέγει δὲ ὁ αὐτὸς, ‘καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,ʼ ὁ Υἱὸς ἂν John i. 1. εἴη ὁ Λόγος, ὁ ἀεὶ ὢν πρὸς τὸν Πατέρα. Ὡσπερ δὲ ὁ Υἱὸς Λόγος ἐστὶν, οὕτως ὁ Θεὸς ὁ αὐτὸς ἂν εἴη ὁ Πατήρ. Ὁ μέντοι Υἱὸς κατὰ τὸν᾿  Ἰωάννην ‘Θεὸςʼ οὐχ ἀπλῶς, ἀλλʼ ‘ἀληθινὸς Θεόςʼ ἐστι. Καὶ γὰρ κατὰ τὸν αὐτὸν τοῦτον, ‘καὶ Θεὸς ἦν ὁ Λόγος·᾿  Ibid. ἔλεγέ τε ὁ Υἱὸς, ‘ἐγώ εἰμι ἡ ζωή.᾿  Οὐκοῦν ὁ Υἱὸς Λόγος ἐστὶ Ib. i. 18. καὶ ζωὴ ἡ οὖσα παρὰ τῷ Πατρί. Πάλιν δὲ τὸ ἐν αὐτῷ τῷ Ἰωάννῃ εἰρημένον, ‘ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός,᾿ Ib. i. 18. δείκνυσι τὸν Υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ λέγει ὁ Ἰωάννης ‘Υἱὸν,᾿  τοῦτον ‘χεῖραʼ ὁ Δαβὶδ ψάλλει λέγων· ‘Ἱνατί ἀποστρέφεις τὴν Ps. lxxiii. (lxxiv.) 11. χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου;’ Οὐκοῦν εἰ ἡ χεὶρ ἐν τῷ κόλπῳ, καὶ ὁ Υἱὸς ἐν κόλπῳ, ὁ Υἱὸς ἂν εἴη ἡ χεὶρ, καὶ ἡ χεὶρ ἂν εἴη ὁ Υἱὸς, διʼ οὗ ἐποίησε τὰ πάντα ὁ Cp. ii. 71. Πατήρ. ‘Ἡ χείρ σουʼ γὰρ, φησὶν, ‘ἐποίησε ταῦτα πάντα,ʼ καὶ, Isa. Ixvi. 2. ‘τῇ χειρὶ ἐξήγαγε τὸν λαόν·ʼ οὐκοῦν διὰ τοῦ Υἱοῦ. Εἰ δὲ καὶ Deut. vii 8. Ps. lxxvi. (lxxvii.) 10. Ib. xliv. (xlv.) ‘αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου,ʼ καὶ πάλιν, ‘εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦʼ ὁ ἀγαπητὸς ἄρα ἐστὶν ἡ χεὶρ ἀλλοιωθεῖσα, περὶ οὗ καὶ λέγει ἡ θεία φωνή· ‘Οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός,᾿  Ἴσον ἄρα Matt. iii. 17. ἐστὶν ‘ αὕτη ἡ χείρ μου᾿ τῷ ‘ οὗτος ὁ Υἱός μου.᾿ 27. Ἐπειδὴ δέ τινεσ τῶν ἀπαιδεύτων, ἀναιροῦντες τὸ εἶναι Υἱὸν, εὐτελίζουσι τὸ ‘ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,’ ὡς ἂν ἐπὶ τῆς Μαρίας ἁρμόζοντος τούτου, φάσκοντες πρὸ τοῦ ἑωθινοῦ ἀστέρος γεγεννῆσθαι αὐτὸν ἀπὸ Μαρίας, (μὴ γὰρ ἂν ἐπὶ Θεοῦ ἁρμόζειν γαστέρα λέγειν), ὀλίγα εἰπεῖν ἀνάγκη. Εἰ μὲν οὖν, ὅτι ἡ ‘γαστὴρʼ ἀνθρώπινόν ἐστι, διὰ τοῦτο ἀλλότριον Θεοῦ, δῆλον ὅτι καὶ ἡ ‘καρδία ἀνθρώπινον ἔχει τὸ σημαινόμενον· ἀκολουθεῖ γὰρ τὸν καρδίαν ἔχοντα ἔχειν καὶ γαστέρα. Ἀμφοτέρων δὴ ἀνθρωπίνων ὄντων, ἢ ἀναιρεῖν ἑκάτερον ἀνάγκη, ἢ ἀμφοτέρων τὴν διάνοιαν ζητεῖν χρή. Ὡς γὰρ ἐκ καρδίας λόγος, οὕτως ἐκ γαστρὸς γέννημα. Καὶ ὥσπερ, καρδίας Θεοῦ λεγομένης, οὐκ ἀνθρωπίνην νοοῦμεν αὐτήν· οὕτως ἐὰν ‘ἐκ γαστρὸς ἡ γραφὴ λέγῃ, οὐ σωματικὴν δεῖ ταύτην ἐκδέχεσθαι. Ἔθος γὰρ τῇ θείᾳ γραφῇ ἀνθρωπίνως τὰ ὑπὲρ ἄνθρωπον λαλεῖν καὶ σημαίνειν. Ps. cxviii. (cxix.) 73. Isa. lxvi. 2. Ἀμέλει περὶ τῆς κτίσεως διηγούμενός φησιν· ‘Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με·’ καὶ, ‘ἡ χείρ μου ἐποίησε ταῦτα Ps. cxlviii. 5. πάντα·’ καὶ, ‘αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.’ Ἁρμοζόντως ἄρα περὶ ἑκάστου σημαίνει τοῦ μὲν Υἱοῦ τὸ ἴδιον καὶ τὸ γνήσιον, τῆς δὲ κτίσεως τὴν ἀρχὴν τοῦ εἶναι. Τὰ μὲν γὰρ ποιεῖ καὶ κτίζει, τὸν δὲ γεννᾷ ἐξἑαυτοῦ, Λόγον, Σοφίαν. ‘Γαστὴρ’ γὰρ καὶ ‘καρδία’ τὸ ἴδιον καὶ γνήσιον δηλοῦσι, Καὶ γὰρ καὶ ἡμεῖς τὸ μὲν γνήσιον ἐκ γαστρὸς ἔχομεν, τὰ δὲ ἔργα διὰ χειρὸς ποιοῦμεν. 28. Τί οὖν, φασὶ, καὶ τὸ ‘πρὸ τοῦ ἑωσφόρου;’ Ἐγὼ δʼ ἂν εἴποιμι, εἰ τὸ πρὸ τοῦ ἑωσφόρου τούτου θαυμαστὴν δείκνυσι τὴν ἐκ Μαρίας γέννησιν, πολλοὶ καὶ ἄλλοι πρὸ τῆς τοῦ ἀστέρος ἀνατολῆς ἐγεννήθησαν. Τί οὖν θαυμαστὸν ἐπὶ τούτου εἴρηται, ὅτι ὡς ἐξαιρέτου τινὸς αὐτοῦ μνημονεύει, κοινοῦ ὄντος καὶ ἐπὶ πολλῶν; ἔπειτα διαφέρει τὸ ‘γεννῆσαι’ τοῦ ἐξαγαγεῖν· τὸ μὲν γὰρ γεννῆσαι ἀρχὴν ἔχει καταβολῆς, τὸ δὲ ἐξαγαγεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ὑπάρχον προαγαγεῖν. Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ἁρμόζει ἡ φωνὴ, ἰστέον ὅτι οὐ τότε ἀρχὴν γενέσεως εἴληφεν Cp. Luke ii. 8, 10. ὅτε τοῖς ποιμέσιν εὐηγγελίσθη ‘νυκτὸς,’ ἀλλʼ ὅτε ὁ ἄγγελος ἐλάλησε πρὸς τὴν παρθένον. Οὐκ ἦν δὲ τότε νὺξ, οὐ γὰρ εἴρηται· νὺξ δὲ ἦν, ὅτε ἐξῆλθεν ἀπὸ τῆς γαστρός. Ταύτην τὴν διαφορὰν τίθησιν ἡ γραφὴ, καὶ τὸ μὲν γεγεννῆσθαι πρὸ ἑωσφόρου φησί τὸ δὲ ἐκ γαστρὸς πρόοδον ὀνομάζει, ὡς ἐν Ps. xxi. (xxii.) 9. εἰκοστῷ πρώτῳ ψαλμῷ, ‘σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός.’ Ἄλλως τε οὐκ εἶπε ‘πρὸ  ἀνατολῆς ἑωσφόρου,’ ἀλλʼ ἁπλῶς ‘πρὸ ἑωσφφόρου.’ Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ληπτέον τὸ ῥητὸν, ἀνάγκη ἢ πρὸ τοῦ Ἀδὰμ εἶναι τὸ σῶμα· πρὸ τοῦ Ἀδὰμ γὰρ τὰ ἄστρα· ἢ ζητεῖν τὸν νοῦν τοῦ γράμματος, ὃ παρὰ Ἰωάννου ἐκλαβεῖν δυνατόν· ἐν γὰρ τῇ Ἀποκαλύψει φησὶν, ‘Ἐγὼ τὸ Α καὶ Rev. xxii. 13-17. τὸ Ω, καὶ ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος. Μακάριοι οἱ πλατύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία Qu. πλύ-νοντες . αὐτῶν ἐπὶ τοῦ ξύλου τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. Ἔξω οἱ κύνες, καὶ οἱ φαρμακοὶ, καὶ οἱ πόρνοι, καὶ οἱ φονεῖς, καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς ποιῶν καὶ φιλῶν ψεῦδος. Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου, μαρτυρῆσαι ὑμῖν ταῦτα ἐν ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαβὶδ, ὁ ἀστὴρ ὁ λαμπρὸς, ὁ πρωϊνός. Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσι, Ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω, Ἔρχου· καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν· Εἰ τοίνυν τὸ γένος Δαβίδ ἐστιν ὁ ἀστὴρ, ὁ λαμπρὸς, ὁ πρωϊνὸς, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ Σωτῆρος ἑωσφόρον εἰρῆσθαι, οὗ προϋπῆρχε τὸ ἐκ τοῦ Θεοῦ γέννημα· ὡς εἶναι τοιοῦτον τὸ ἐν τῷ ψαλμῷ, ‘ἐξ ἐμαυτοῦ σε γεγέννηκα πρὸ τῆς κατὰ σάρκα ἐπιφανείας Τὸ γὰρ πρὸ ἑωσφόρου ἴσον ἐστὶ τῷ ‘πρὸ τῆς σαρκώσεως τοῦ Λόγου.’ 29. Ἔστιν ἄρα καὶ ἐν τῇ παλαιᾷ φανερῶς περὶ Υἱοῦ κείμενα, εἰ καὶ περιττόν ἐστι περὶ τούτων ἀμφισβητεῖν. Εἰ γὰρ τὰ μὴ κείμενα ἐν τῇ παλαιᾶ νεώτερά ἐστι, λεγέτωσαν οἱ οὕτω φιλονεικοῦντες, ποῦ τῆς παλαιᾶς περὶ τοῦ ‘Παρακλήτου’ Πνεύματος εἴρηται; περὶ Πνεύματος μὲν γὰρ ἁγίου ἐλέχθη, περὶ ‘Παρακλήτου’ δὲ οὐδαμῶς. Ἆῤ οὖν ἕτερόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἕτερος ὁ Παράκλητος, καὶ νεώτερος ὁ Παράκλητος, ἐπεὶ μὴ ἐν τῇ παλαιᾷ κεῖται; Ἀλλὰ μὴ γένοιτο ἢ νεώτερον εἰπεῖν τὸ Πνεῦμα, ἢ διελεῖν καὶ ἕτερον εἰπεῖν τὸ ἅγιον Πνεῦμα, καὶ ἕτερον τὸν Παράκλητον. Ἓν γὰρ καὶ ταὐτόν ἐστι τὸ Πνεῦμα, καὶ τότε καὶ νῦν ἁγιάζον καὶ παρακαλοῦν τοὺς δεκτικοὺς αὐτοῦ· ὡς εἷς καὶ αὐτὸς Λόγος Υἱὸς εἰς υἱοθεσίαν ἄγων καὶ τότε τοὺς ἀξίους. Cp. i. 39. Ἦσαν γὰρ καὶ ἐν τῇ παλαιᾷ υἱοὶ, οὐ δι᾿ ἄλλου ἀλλʼ ἢ διὰ τοῦ Cp. Isa. lxiii. 16. Υἱοῦ τεκνοποιούμενοι. Εἰ γὰρ μὴ ἦν καὶ πρὸ τῆς Μαρίας Υἱὸς ὁ τοῦ Θεοῦ, πῶς ‘πρὸ πάντων’ ἐστὶν, ὄντων πρὸ αὐτοῦ υἱῶν; Col. i. 17, 15. Πῶς δὲ καὶ ‘πρωτότοκος, δεύτερος μετὰ πολλοὺς εὑρισκόμενος; Ἀλλʼ οὔτε δεύτερος ὁ Παράκλητος· πρὸ πάντων γὰρ ἦν· οὔτε John i. 1. νεώτερος ὁ Υἱός· ‘ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος·ʼ καὶ ὡς ταὐτὸν τὸ Πνεῦμα καὶ Παράκλητος, οὕτω ταὐτὸν ὁ Υἱὸς καὶ Λόγος· καὶ ὥς Ib. xiv. 26. φησιν ὁ Σωτὴρ περὶ τοῦ Πνεύματος, ‘ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου,ʼ ταὐτὸν λέγων καὶ οὐ διαιρῶν, οὕτως ὁ Ἰωάννης τὸ ὅμοιον διηγούμενος Ib. i. 14. λέγει, ‘καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός.᾿ Καὶ ἐνταῦθα γὰρ οὐ διεῖλεν, ἀλλὰ τὴν ταυτότητα ἀπήγγειλε. Καὶ οὐχ ὡς ἄλλος Παράκλητος, καὶ ἄλλο τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλʼ ἓν καὶ ταὐτόν· οὕτως οὐκ ἄλλος Λόγος, καὶ ἄλλος Υἱὸς, ἀλλʼ ὁ Λόγος μονογενής ἐστι. Δόξαν γὰρ οὐκ αὐτῆς εἶπε τῆς σαρκὸς, ἀλλʼ αὐτοῦ τοῦ Λόγου. Ὁ τοίνυν τολμῶν διαιρεῖν Λόγον καὶ Υἱὸν, διαιρείτω καὶ Πνεῦμα καὶ Παράκλητον. Εἰ δὲ ἀδιαίρετον τὸ Πνεῦμα, ἀδιαίρετος καὶ ὁ Λόγος, ὁ αὐτὸς ὢν Υἱὸς, καὶ σοφία, καὶ δύναμις. Τὸ δὲ ‘ἀγαπητὸνʼ καὶ Ἕλληνες ἴσασιν οἱ δεινοὶ περὶ τὰς λέξεις, ὅτι ἴσον ἐστὶ τῷ εἰπεῖν ‘μονογενής.ʼ Φησὶ γὰρ Ὅμηρος ἐπὶ Τηλεμάχου, τοῦ υἱοῦ Ὀδυσσέως μονογενοῦς ὄντος, ταῦτα ἐν τῇ δευτέρᾳ τῆς Ὀδυσσείας· Hom. Od. ii. 363-366. ‘Τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο; πῆ δὲ θέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν, μοῦνος ἐὼν ἀγαπητός ; ὁ δʼ ὤλετο τηλόθι πάτρης Διογενὴς Ὀδυσεὺς, ἀλλογνώτῳ ἐνὶ δήμῳ.’ Ὁ ἄρα μόνος ὢν τῷ πατρὶ ‘ἀγαπητὸςʼ λέγεται. 30. Τινὲς τῶν ἀπὸ τοῦ Σαμοσατέως, διαιροῦντες τὸν Λόγον ἀπὸ τοῦ Υἱοῦ, φάσκουσι τὸν μὲν Υἱὸν εἶναι τὸν Χριστὸν, τὸν δὲ Λόγον ἄλλον εἶναι· καὶ τούτου πρόφασιν λαμβάνουσιν ἀπὸ τῶν Πράξεων, ὃ καλῶς μὲν ὁ Πέτρος εἶπεν, αὐτοὶ δὲ κακῶς ἐκδέχονται. Acts x. 36. Ἒστι δὲ τοῦτο· ‘τὸν Λόγον ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Routh, Rell. Sacr. iii. 301. Κύριος.’ Φασὶ γὰρ, ὡς τοῦ Λόγου διὰ Χριστοῦ λαλήσαντος, ὡς καὶ ἐπὶ τῶν προφητῶν, ‘τάδε λέγει Κύριος·ʼ ἄλλος μὲν ἦν ὁ προφήτης, ἄλλος δὲ ὁ Κύριος. Ἀλλὰ πρὸς τοῦτο ὅμοιόν ἐστιν 1 Cor. i. 7, 8. ἀντιτιθέναι τὸ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους, ‘ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.’ Ὡς γὰρ οὐκ ἄλλος Χριστὸς ἑτέρου Χριστοῦ τὴν ἡμέραν βεβαιοῖ, ἀλλʼ αὐτὸς ἐν τῇ ἑαυτοῦ ἡμέρᾳ βεβαιοῖ τοὺς ἀπεκδεχομένους, οὕτω τὸν Λόγον ἀπέστειλεν ὁ Πατὴρ σάρκα γενόμενον, ἵνα διʼ ἑαυτοῦ ἄνθρωπος γενόμενος κηρύξῃ. Εὐθέως γοῦν ἐπάγει, ‘οὖτός ἐστι πάντων Κύριος·’ Κύριος δὲ πάντων ὁ Λόγος ἐστί.