<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg117.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="21"><p>21. Τί δὲ πλέον εἰς σωτηρίαν ἡμῶν ὁ Λόγος συμβάλλεται
μᾶλλον τοῦ Υἱοῦ, εἴ γε κατʼ αὐτοὺς ἄλλος ἐστὶν ὁ Υἱὸς, καὶ
ἄλλος ὁ Λόγος; πιστεύειν γὰρ ἡμᾶς οὐκ εἰς τὸν Λόγον, ἀλλʼ
<note type="marginal">Ib. iii. 36.</note> εἰς τὸν Υἱὸν πρόσταξίς ἐστι· φησὶ γὰρ ὁ Ἰωάννης,  ‘ Ὁ
πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ
<note type="marginal">Cp. ii. 41.</note> οὐκ ὄψεται ζωήν.᾿  Καὶ τὸ ἅγιον δὲ βάπτισμα, ἐν ᾦ πάσης
πίστεως ἡμῶν ἡ σύστασις ὁρμεῖ, οὐκ ‘εἰς Λόγον.᾿ ἀλλʼ ‘εἰς Πατέρα
καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμαʼ δίδοται. Εἴπερ οὖν κατʼ αὐτοὺς
ἄλλος ἐστὶν ὁ Λόγος, καὶ ἄλλος ὁ Υἱὸς, καὶ οὐκ ἔστιν Υἱὸς ὁ
Λόγος, οὐδὲν πρὸς τὸν Λόγον τὸ βάπτισμα. Πῶς οὖν σύνεστιν
ὁ Λόγος κατʼ αὐτοὺς τῷ Πατρὶ, οὐ συνὼν αὐτῷ ἐν τῇ τοῦ
βαπτίσματος δόσει; Ἀλλʼ ἴσως ἂν εἴποιεν, ‘Ἐν τῷ τοῦ
Πατρὸς ὀνόματι περιέχεται καὶ ὁ Λόγος. Διὰ τί οὖν οὐχὶ καὶ
<note type="marginal">Cp. iii. 15; Tom. ad Antioch. 5; ad Serap. i. 12.</note> τὸ Πνεῦμα; ἢ ἐκτὸς τοῦ Πατρὸς τὸ Πνεῦμα; καὶ ἄνθρωπος
μὲν, εἴπερ οὐκ ἔστιν Υἱὸς ὁ Λόγος, μετὰ τὸν Πατέρα ὀνομάζεται,
τὸ δὲ Πνεῦμα μετὰ τὸν ἄνθρωπον· οὐκ ἔτι δὲ οὐδὲ εἰς τριάδα
κατʼ αὐτοὺς ἡ μονὰς πλατύνεται, ἀλλʼ εἰς τετράδα, Πατέρα, καὶ
Λόγον, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον. Ἐν τούτοις δὴ αἰσχυνόμενοι,
εἰς ἕτερον καταφεύγουσι, καί φασι ‘μὴ τὸν ἄνθρωπον καθʼ
ἑαυτὸν, ὃν ἐφόρεσεν ὁ Κύριος, ἀλλὰ τὸ συναμφότερον, τόν τε
<note type="marginal">(2.)</note> Λόγον καὶ τὸν ἄνθρωπον, εἶναι Υἱόν· συνημμένα γὰρ ἀμφότερα

<pb n="239"/>
Υἱὸς “ὡς αὐτοὶ λέγουσιν,” ὀνομάζεται.’ Τί τοίνυν τίνος αἴτιον,
καὶ πότερος πότερον Υἱὸν κατεσκεύασεν; ἢ, ἴνα λευκότερον
εἴποιμι, ἄρα διὰ τὴν σάρκα ὁ Λόγος Υἱὸς, ἢ διὰ τὸν Λόγον ἡ
σὰρξ Υἱὸς λέγεται; ἢ οὐδʼ ὁπότερον τούτων, ἀλλʼ ἡ ἀμφοῖν
σύνοδος; Εἰ μὲν οὖν ὁ Λόγος διὰ τὴν σάρκα, ἀνάγκη τὴν
σάρκα εἶναι Υἱὸν, καὶ ἀκολουθεῖ τὰ ἄτοπα, ὅσα προείρηται ἐκ
τοῦ λέγειν τὸν ἄνθρωπον Υἱόν· εἰ δὲ διὰ τὸν Λόγον ἡ σὰρξ Υἱὸς
λέγεται, καὶ πρὸ τῆς σαρκὸς πάντως ὁ Λόγος ὢν Υἱὸς ἦν. Πῶς
γὰρ οἷόν τε υἱοποιεῖν τινα ἑτέρους, μὴ ὄντα αὐτὸν υἱὸν, ὄντος
μάλιστα πατρός; Εἰ μὲν οὖν ἑαυτῷ υἱοποιεῖ, Πατὴρ αὐτὸς ἂν
εἴη· εἰ δὲ τῷ Πατρὶ, ἀνάγκη αὐτὸν εἶναι Υἱὸν, μᾶλλον δὲ αὐτὸν
εἶναι τὸν Υἱὸν, ὃι᾿ ὃν καὶ οἱ ἄλλοι υἱοποιοῦνται.</p></div><div type="textpart" subtype="chapter" n="22"><p>22. Ἐπεὶ εἰ. μὴ ὄντος αὐτοῦ Υἱοῦ, ἡμεῖς υἱοί ἐσμεν, ἡμῶν
ἂν εἴη ὁ Θεὸς Πατὴρ, καὶ οὐκ αὐτοῦ. Πῶς οὖν ἰδιοποιεῖται
μᾶλλον, λέγων, ‘ὁ Πατήρ μου,’ καὶ, ‘ἐγὼ ἐκ τοῦ Πατρός;’ <note type="marginal">John v. 17.</note>
Εἰ γὰρ κοινὸς πάντων Πατὴρ, οὐ μόνου αὐτοῦ Πατὴρ, οὐδὲ <note type="marginal">Cf. ib. xvi. 28.</note>
μόνος αὐτὸς ‘ἐξῆλθεν ἐκ τοῦ Πατρός.’ έγει δέ ποτε καὶ ἡμῶν
αὐτὸν λέγεσθαι Πατέρα, διὰ τὸ αὐτὸν ‘κεκοινωνηκέναι τῇ ἡμετέρᾳ <note type="marginal">Heb. ii. 14.</note>
τέρα σαρκί. Διὰ τοῦτο γὰρ γέγονεν ὁ Λόγος σὰρξ, ἵν᾿, ἐπειδὴ
ὁ Λόγος ἐστὶν Υἱὸς, διὰ τὸν ἐνοικοῦντα ἐν ἡμῖν Υἱὸν λέγηται
καὶ ἡμῶν Πατήρ. ‘Ἀπέστειλε’ γὰρ, φησὶ, ‘τὸ Πνεῦμα τοῦ <note type="marginal">Gal. iv. 6.</note>
Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον, Ἀββᾶ, ὁ Πατήρ <note type="marginal">Cp. ii. 59.</note>
Οὐκοῦν ὁ ἐν ἡμῖν Υἱὸς, τὸν ἴδιον Πατέρα ἐπικαλούμενος, καὶ
ἡμῶν αὐτῶν ποιεῖ Πατέρα λέγεσθαι. Ἀμέλει ὥν οὐκ ἔστιν εἰς
τὰς καρδίας ὁ Υἱὸς, τούτων οὐδὲ Πατὴρ ὁ Θεὸς ἂν λεχθείη.
Εἴπερ οὖν διὰ τὸν Λόγον ὁ ἄνθρωπος λέγεται Υἱὸς, ἀνάγκη
πᾶσα, λεγομένων καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῶν παλαιῶν
‘υἱῶν,’ εἶναι καὶ πρὸ τῆς ἐπιδημίας τὸν Λόγον Υἱὸν. ‘Υἱοὺς’ γὰρ, <note type="marginal">Isa. i. 2.</note>
φησὶν, ‘ἐγέννησα·’ καὶ ἐπὶ Νῶε, ‘ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ·’ <note type="marginal">Gen. vi. 2.</note>
καὶ ἐν τῇ δῇ· ‘Οὐκ αὐτὸς οὖτός σου Πατήρ;’ Οὐκοῦν ἦν καὶ <note type="marginal">Deut. xxxii. 6.</note>
ὁ ἀληθῶς Υἱὸς, δι᾿ ὃν κἀκεῖνοι υἱοί. Εἰ δὲ κατʼ ἐκείνους πάλιν
οὐδʼ ὁπότερον τούτων Υἱὸς, ἀλλὰ διὰ τὴν ἀμφοῖν σύνοδον,
ἀνάγκη μηδʼ ὁπότερον εἶναι Υἱόν· φημὶ δὴ, μήτε τὸν Λόγον,
μήτε τὸν ἄνθρωπον, ἀλλά τινα αἰτίαν, διʼ ἢν καὶ συνήφθησαν·
καὶ οὕτω δὲ προηγήσεται ἡ αἰτία τῆς συνάψεως, ἥτις Υἱὸν ποιεῖ.
Οὑκοῦν καὶ κατὰ τοῦτο πρὸ τῆς σαρκὸς προῆν ὁ Υἰός. Τούτων

<pb n="240"/>
<note type="marginal">(3.)</note> δὴ λεγομένων, εἰς ἕτερον καταφεύξονται, λέγοντες ‘μὴ τὸν ἄνθρωπον
εἶναι Υἱὸν, μηδὲ τὸ συναμφότερον, ἀλλὰ τὸν Λόγον ἐν
<note type="marginal">Cp. Euseh. c. Marc. ii. 1. 1.</note> ἀρχῇ μὲν εἶναι Λόγον ἀπλῶς· ὅτε δὲ ἐνηνθρώπησε, τότε ὠνομάσθαι
Υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι Υἱὸν, ἀλλὰ
Λόγον μόνον· καὶ ὥσπερ ὁ Λόγος σὰρξ ἐγένετο, οὐκ ὢν πρότερον
σὰρξ, οὕτως ὁ Λόγος Υἱὸς γέγονεν, οὐκ ὢν πρότερον Υἱός.᾿ 
Ταῦτα μὲν ἐκείνων τὰ φλυαρήματα· ἔχει δὲ τὸν ἔλεγχον
ἐναργῆ.</p></div><div type="textpart" subtype="chapter" n="23"><p>23. Εἰ γὰρ ὅλως ἐνανθρωπήσας γέγονεν Υἱὸς, ἡ ἐνανθρώπησις
αἰτία. Καὶ εἰ ὁ ἄνθρωπος αἴτιος τοῦ εἶναι αὐτὸν Υἱὸν, ἢ τὸ
συναμφότερον, καὶ τὰ αὐτὰ ἄτοπα ἀπαντήσει. Ἑπειτα, εἰ
πρῶτον Λόγος, καὶ ὕστερον Υἱὸς, φανήσεται ὕστερον ἐγνωκὼς
τὸν Πατέρα, καὶ οὐ πρότερον· οὐ γὰρ ᾖ Λόγος γινώσκει, ἀλλʼ
<note type="marginal">Matt. xi. 27.</note> ᾗ Υἱός· ‘οὐδεὶς γὰρ γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός.᾿ 
Ἀπαντήσει δὲ καὶ τοῦτο, ὅτι ὕστερον ‘ἐν κόλποις τοῦ Πατρὸςʼ
γέγονε, καὶ ὕστερον αὐτὸς καὶ ὁ Πατὴρ ‘ἓν᾿  γεγόνασι, καὶ ὕστερον
τὸ, ‘ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.᾿  Ταῦτα γὰρ πάντα
ἐφʼ Υἱοῦ ἐλέχθη. Ἐκ δὴ τούτων ἀναγκασθήσονται εἰπεῖν,
<note type="marginal">c. 2.</note> ‘Οὐδὲν ἦν ὁ Λόγος, ἀλλʼ ὄνομα μόνον Οὔτε γὰρ ἐν ἡμῖν μετὰ
τοῦ Πατρὸς, οὔτε ὁ τὸν Λόγον ἑωρακὼς ἔβλεπε τὸν Πατέρα,
οὔτε ὅλως τινὶ ἐγνώσθη ὁ Πατήρ· διὰ γὰρ Υἱοῦ γινώσκεται ὁ
Πατήρ· οὕτω γὰρ καὶ γέγραπται, ‘καὶ ᾦ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.’
Μήπω δὲ ὄντος τοῦ Λόγου Υἱοῦ, οὐδέπω τις ἐγίνωσκε τὸν Πατέρα.
Πῶς οὖν Μωσεῖ, πῶς τοῖς πατράσιν ὤφθη; αὐτὸς γὰρ
<note type="marginal">Cp. 1 K (I Sam.)ii. 27.</note> ἐν ταῖς Βασιλείαις φησὶν, ‘Ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς
πάντας τοὺς πατέρας ὑμῶν.᾿  Εἰ δὲ ἀπεκαλύφθη Θεὸς, δῆλον
ὅτι ἦν ὁ ἀποκαλύπτων Υἱὸς, ὡς αὐτός φησι, ‘καὶ ᾧ ἐὰν ὁ Υἱὸς
ἀποκαλύψῃ. Ἀσεβὲς μὲν οὖν καὶ ἀνόητον τὸ λέγειν ἄλλον
εἶναι τὸν Λόγον, καὶ ἄλλον εἶναι τὸν Υἱόν. Πόθεν δὲ ἄρα τὴν
τοιαύτην ὑπόνοιαν ἐσχήκασιν, ἐρέσθαι καλόν. Φασὶ δὴ, ‘διὰ τὸ
μὴ εἰρῆσθαι ἐν τῇ παλαιᾷ περὶ Υἱοῦ, ἀλλὰ περὶ Λόγου,ʼ καὶ διὰ
τοῦτο νεώτερον ὑπονοεῖν τοῦ Λόγου τὸν Υἱὸν διαβεβαιοῦνται,
‘ὅτι μὴ ἐν τῇ παλαιᾷ, ἀλλʼ ἐν τῇ καινῇ μόνῃ περὶ αὐτοῦ ἐλέχθη.
Ταῦτʼ ἐκεῖνοι ἀσεβῶς φθέγγονται. Πρῶτον μὲν γὰρ διαιρεῖν
<note type="marginal">Cp. S. Aug. c. Faust. iv. 1.</note> τὰς διαθήκας, καὶ μὴ τὴν ἑτέραν τῆς ἑτέρας ἔχεσθαι, Μανιχαίων
καὶ Ἰουδαίων τὸ ἐπιτήδευμα, τῶν μὲν τῇ παλαιῇ, τῶν δὲ τῇ νέᾳ

<pb n="241"/>
ἀντιλεγόντων· ἔπειτα κατʼ αὐτοὺς, εἰ τὰ ἐν τῇ παλαιῇ κείμενα
προάγει τῷ χρόνῳ, τὰ δὲ ἐν τῇ νέᾳ νεώτερά ἐστι, καὶ ἐκ τῶν
γραμμάτων οἱ χρόνοι κρίνονται, ἀνάγκη πάλιν νεώτερα εἶναι τὸ
‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,ʼ τό τε μονογενὴς,᾿  καὶ τὸ ‘ὁ <note type="marginal">John x. 30.</note>
ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·ʼ οὐ γὰρ ἐκ τῆς παλαιᾶς, ἀλλʼ <note type="marginal">Ib. i. 18. Ib. xiv. 9.</note>
ἐκ τῆς καινῆς ταῦτα μαρτυρεῖται.</p></div><div type="textpart" subtype="chapter" n="24"><p>24. Οὐ μὴν δὲ, ἀλλʼ ἀληθῶς καὶ ἐν τῇ παλαιᾷ περὶ Υἱοῦ
πολλὰ λέγεται· οἷον ἐν τῷ δευτέρῳ ψαλμῷ τὸ Ὑἱός μου εἶ σὺ, <note type="marginal">Ps. ii. 7.</note>
ἐγὼ σήμερον γεγέννηκά σε·’ καὶ ἐν τῷ ἐννάτῳ ἡ ἐπιγραφὴ, ‘Εἰς <note type="marginal">Ib. ix.</note>
τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυΐδ.᾿  καὶ
ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ, ‘Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, <note type="marginal">Ib. xliv. (xlv.)</note>
τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, δὴ ὑπὲρ τοῦ ἀγαπητοῦ·᾿ 
καὶ ἐν τῷ Ἡσαΐᾳ, ‘Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ <note type="marginal">Isa. v. 1.</note>
ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ.ʼ
Τὸ δὲ ἀγαπητὸς τίς ἂν εἴη ἢ Υἱὸς μονογενής; ὡς καὶ
ἐν τῷ ἑκατοστῷ ἐννάτῳ, ‘ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά <note type="marginal">Ps. cix. (cx.) 3.</note>
σε,’ περὶ οὗ ὕστερον λεχθήσεται· καὶ ἐν Παροιμίαις δὲ, ‘πρὸ <note type="marginal">Prov. viii. 25.</note>
δὲ πάντων τῶν βουνῶν γεννᾷ με·᾿  καὶ ἐν τῷ Δανιὴλ, ‘καὶ ἡ <note type="marginal">Dan. iii. 25.</note>
ὅρασις τοῦ τετάρτου ὁμοία Υἱῷ Θεοῦ,ʼ καὶ ἄλλα πλείονα. Εἰ
τοίνυν ἐκ τῆς παλαιᾶς ἡ ἀρχαιότης, ἀρχαῖος ἂν εἴη καὶ ὁ Υἱὸς,
ὁ ἐν τῇ παλαιᾷ ἐν πολλοῖς σαφηνιζόμενος. Ἀλλὰ ‘ναὶ,ʼ φασὶ, <note type="marginal">Cp. Euseb. Ecel. Th. i. 18. 4.</note>
‘κεῖται μὲν, προφητικῶς δὲ ἔστω.ʼ Οὐκοῦν καὶ περὶ τοῦ Λόγου
προφητικῶς εἰρῆσθαι λεχθείη ἄν· οὐ γὰρ τὸ μὲν, τὸ δέ. Εἰ
γὰρ τὸ ‘Υἱός μου εἶ σὺ,ʼ ἐπὶ μέλλοντος, δῆλον ὅτι καὶ τὸ
Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν Οὐ γὰρ εἶπεν, <note type="marginal">Ps. xxxii. (xxxiii.) 6.</note>
‘ἐγένοντο,ʼ οὐδὲ ‘ἐποίησεν.᾿  Ὅτι δὲ τὸ ‘ἐστερέωσεν᾿  ἐπὶ
μέλλοντος, φησίν· ‘Ὁ Κύριος ἐβασίλευσεν·᾿  εἶτα· ‘Καὶ γὰρ <note type="marginal">Ib. xcii. (xciii.) 1.</note>
ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται Καὶ εἰ τὸ ἐν
τῷ τεσσαρακοστῷ τετάρτῳ, ‘ὑπὲρ τοῦ ἀγαπητοῦ,ʼ ἐπὶ μέλλοντος, <note type="marginal">Ib. xliv. (xlv. ) 1.</note>
δῆλον ὅτι καὶ τὸ ἐπιφερόμενον τὸ ‘ἐξηρεύξατο ἡ καρδία
μου Λόγον ἀγαθόν.’ Καὶ εἰ τὸ ἐκ γαστρὸςʼ ἐπὶ ἀνθρώπου, <note type="marginal">Ib. cix. (cx.) 3.</note>
ἄρα καὶ τὸ ‘ἐκ καρδίας·᾿  Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ
καρδία σωματικόν. Εἰ δὲ τὸ ‘ἐκ καρδίαςʼ ἀίδιον, καὶ τὸ ‘ἐκ
γαστρὸς ἀίδιον· καὶ εἰ ὁ μονογενὴς ἐν κόλποις, καὶ ὁ ἀγαπητὸς
ἐν κόλποις. Ταὐτὸν γάρ ἐστι τό τε μονογενὲς καὶ τὸ
ἀγαπητὸν, ὡς τὸ  ‘οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.’ Οὐ γὰρ <note type="marginal">Matt. iii. 17.</note>

<pb n="242"/>
δὴ τὴν εἰς αὐτὸν ἀγάπην σημᾶναι θέλων, εἶπε τὸ ‘ἀγαπητὸς,’ ἵνα
μὴ τοὺς ἄλλους μισεῖν δόξῃ· ἀλλὰ τὸ μονογενὲς ἐδήλου, ἵνα τὸ
μόνον ἐξ αὐτοῦ εἶναι αὐτὸν δείξῃ. Καὶ τῷ’ Ἀβραὰμ γοῦν σημᾶναι
<note type="marginal">Gen. xxii. 2.</note> θέλων ὁ Λόγος τὸ μονογενὲς, φησί· ‘προσένεγκε τὸν υἱόν σου
τὸν ἀγαπητόν.’ Παντὶ δὲ δῆλον, ἐκ τῆς Σάῤῥας μόνον εἶναι τὸν
Ἰσαάκ. Ἔστιν ἄρα ὁ Λόγος Υἱὸς, οὐκ ἄρτι γεγονὼς ἢ ὀνομασθεὶς
Υἱὸς, ἀλλʼ ἀεὶ Υἱός. Εἰ γὰρ μὴ Υἱὸς, οὐδὲ λόγος· καὶ εἰ
μὴ λόγος, οὐδὲ Υἱὸς. Τὸ γὰρ ἐκ τοῦ Πατρὸς Υἱός ἐστι. Τί δέ
ἐστιν ἐκ τοῦ Πατρὸς εἰ μὴ Λόγος, ὁ ἐκ καρδίας προελθὼν, καὶ ἐκ
γαστρὸς γεννηθείς; οὐ γὰρ ὁ Πατὴρ Λόγος ἐστίν· οὐδὲ ὁ Λόγος
Πατήρ ἐστιν· ἀλλʼ ὁ μὲν Πατὴρ, ὁ δὲ Υἱός· καὶ ὁ μὲν ηεννᾷ, ὁ
δὲ γεννᾶται.</p></div><div type="textpart" subtype="chapter" n="25"><note type="marginal">Cp. i. 5.</note><p>25. Μαίνεται μὲν οὖν Ἄρειος, ‘ἐξ οὐκ ὄντων᾿ εἶναι λέγων τὸν
Υἱὸν, καὶ ‘ἦν ποτε ὅτε οὐκ ἦν.’ Μαίνεται δὲ καὶ Σαβέλλιος,
<note type="marginal">c. 2.</note> λέγων τὸν Πατέρα εἶναι Υἱὸν, καὶ ἔμπαλιν τὸν Υἱὸν εἶναι
Πατέρα, ὑποστάσει μὲν ἓν, ὀνόματι δὲ δύο· μαίνεται δὲ καὶ
παραδείγματι χρώμενος τῇ τοῦ Πνεύματος χάριτι· φησὶ γὰρ,
<note type="marginal">1 Cor. xii. 4.</note> Ὥσπερ ‘“διαιρέσεις) χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα,” οὕτω
<note type="marginal">c. 13.</note> καὶ ὁ Πατὴρ ὁ αὐτὸς μὲν ἔστι, πλατύνεται δὲ εἰς Υἱὸν καὶ
Πνεῦμα,’ Ἔστι δὲ τοῦτο μεστὸν ἀτοπίας. Εἰ γὰρ ὡς ἐπὶ τοῦ
Πνεύματος, οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ ἐστιν, ἔσται ὁ Πατὴρ Λόγος
καὶ Πνεῦμα ἅγιον, ᾧ μὲν γινόμενος Πατὴρ, ᾧ δὲ Λόγος, ᾧ δὲ
Πνεῦμα, πρὸς τὴν χρείαν ἑκάστου ἁρμοζόμενος, καὶ ὀνόματι μὲν
Υἱὸς καὶ Πνεῦμα, τῷ δὲ ὄντι Πατὴρ μόνον· ἀρχὴν μὲν ἔχων τὸ
γίνεσθαι Υἱὸς, παυόμενος δὲ τοῦ λέγεσθαι Πατήρ· καὶ ἐνανθρωπήσας
μὲν ὀνόματι, τῇ δὲ ἀληθείᾳ μηδὲ ἐπιδημήσας· καὶ ψευδόμενος
μὲν τῷ λέγειν, ‘ἐγὼ καὶ ὁ Πατὴρ, τῷ δὲ ὄντι αὐτὸς ὢν
ὁ Πατήρ· καὶ ὅσα ἄλλα ἐπὶ Σαβελλίου ἄτοπα ἀπαντᾶ. Ἀνάγκη
δὲ καὶ παυθήσεσθαι τὸ ὄνομα τοῦ Υἱοῦ καὶ τοῦ Πνεεύματος, τῆς
χρείας πληρωθείσης· καὶ ἔσται λοιπὸν ἄχρι παιδιᾶς τὰ γινόμενα,
ὅτι μὴ ἀληθείᾳ ἀλλʼ ὀνόματι ἐπεδείχθη. Παυομένου δὲ τοῦ
ὀνόματος τοῦ Υἱοῦ κατʼ αὐτοὺς, παύσεται καὶ τοῦ βαπτίσματος
<note type="marginal">c. 11. ii. 25.</note> ἡ χάρις· ‘εἰς’ γὰρ ‘Υἱὸν’ ἐδόθη. Καὶ τί ἀκολουθήσει ἢ ἀφανισμὸς
τῆς κτίσεως; εἰ γὰρ ἵνα ἡμεῖς κτισθῶμεν προῆλθεν ὁ Λόγος,
καὶ, προελθόντος αὐτοῦ, ἐσμεν, δῆλον ὅτι, ἀναχωροῦντος αὐτοῦ
εἰς τὸν Πατέρα, ὥς φασιν, οὐκ ἔτι ἐσόμεθα. Οὔτω γὰρ ἔσται,

<pb n="243"/>
ὥσπερ ἦν· οὕτως οὐκ ἔτʼ ἐσόμεθα, ὥσπερ οὖν οὐκ ἦμεν. Οὐκέτι <note type="marginal">c. 14.</note>
γὰρ προελθόντος, οὐκέτι ἡ κτίσις ἔσται.</p></div></div></body></text></TEI>