11. Εἰς τὴν αὐτὴν μὲν ἄνοιαν τοῖς Ἀρειανοῖς πίπτουσι· c. 8. κἀκεῖνοι γάρ φασι διʼ ἡμᾶς αὐτὸν ἐκτίσθαι, ἵνα ἡμᾶς κτίσῃ, Cp. ii. 24, 30. ὥσπερ τοῦ Θεοῦ περιμένοντος τὴν ἡμετέραν κτίσιν, ἵνα ἣ ‘προβάληται’ κατʼ ἐκείνους, ἢ ‘κτίσῃ’ κατὰ τούτους. Ἀρειανοὶ μὲν οὖν πλέον ἡμῖν ἢ τῷ Υἱῷ χαρίζοντι· οὐ γὰρ ἡμεῖς δι᾿ ἐκεῖνον, φασὶν, ἀλλʼ ἐκεῖνος διʼ ἡμᾶς γέγονεν· εἴγε διὰ τοῦτο ἐκτίσθη καὶ ὑπέστη, ἵνα ἡμᾶς δι᾿ αὐτοῦ κτίσῃ ὁ Θεός. Οὕτοι δὲ, ἐξ ἴσου ἢ καὶ μειζόνως ἀσεβοῦντες, ἔλαττον τῷ Θεῷ ἢ ἡμῖν διδόασιν. Ἡμεῖς γὰρ πολλάκις καὶ σιωπῶντες μὲν, ἐνθυμούμενοι δὲ, ἐνεργοῦμεν, ὥστε τὰ ἐκ τῆς ἐνθυμήσεως καὶ εἰδωλοποιεῖσθαι· τὸν δὲ Θεὸν σιωπῶντα μὲν ἀνενέργητον, λαλοῦντα δὲ ἰσχύειν αὐτὸν βούλονται· εἴγε σιωπῶν μὲν οὐκ ἠδύνατο ποιεῖν, λαλῶν δὲ κτίζειν ἤρξατο. Ἐρέσθαι γὰρ αὐτοὺς δίκαιον, εἰ ὁ Λόγος, ἐν τῷ Θεῷ ὢν, τέλειος ἦν, ὥστε καὶ ποιεῖν δύνασθαι. Εἰ μὲν οὖν ἀτελὴς ἦν, ἐν Θεῷ ὢν, γεννηθεὶς δὲ τέλειος γέγονεν, ἡμεῖς αἴτιοι τῆς τελειότητος αὐτοῦ, εἴγε διʼ ἡμᾶς γεγέννηται· δι᾿ iii. 51. ἡμᾶς γὰρ καὶ τὸ δύνασθαι ποιεῖν προσείληφεν. Εἰ δὲ τέλειος ἦν ἐν Θεῷ, ὥστε καὶ ποιεῖν δύνασθαι, περιττὴ ἡ γέννησις αὐτοῦ· ἐδύνατο γὰρ, καὶ ἐν Πατρὶ ὢν, δημιουργεῖν· ὥστε ἢ οὐ γεγέννηται, ἢ γεγέννηται οὐ διʼ ἡμᾶς, ἀλλʼ ὅτι ἀεὶ ἐκ τοῦ Πατρός ἐστιν. Ἡ γὰρ γέννησις αὐτοῦ οὐ τὴν ἡμῶν κτίσιν δείκνυσιν, ἀλλὰ τὸ ‘ἐκ ΘΕοῦ’ εἶναι· ἦν γὰρ καὶ πρὸ τῆς κτίσεως ἡμῶν. Nic. Cr. 12. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ Πατρὸς τολμῶντες φανήσονται. Εἰ γὰρ σιωπῶν οὐκ ἠδύνατο ποιεῖν, ἀνάγκη προσειληφέναι αὐτὸν δύναμιν γεννήσαντα, ὅ ἐστι, λαλήσαντα. Καὶ πόθεν προσείληφε; καὶ διὰ τί; Εἰ δὲ ἠδύνατο, ἔχων ἐν ἑαυτῷ τὸν Λόγον, ποιεῖν, περιττῶς γεννᾷ, δυνάμενος καὶ σιωπῶν ποιεῖν. Ἔπειτα, εἰ πρὸ τοῦ γεννηθῆναι ἐν τῷ Θεῷ ἦν ὁ Λόγος, ἄρα γεννηθεὶς ἐκτὸς καὶ ἔξω τοῦ Θεοῦ ἐστιν. Εἰ δὲ τοῦτο, πῶς νῦν John xiv. 10. λέγει, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί;’ Εἰ δὲ νῦν ἐν τῷ Πατρί ἐστιν, ἄρα ἀεὶ ἦν ἐν τῷ Πατρὶ, ὥσπερ καὶ νῦν ἐστι, Cp. Euseb. c. Marc. ii. 2. 40. καὶ περιττὸν τὸ λέγειν, ‘Διʼ ἡμᾶς γεγέννηται, καὶ μεθʼ ἡμᾶς ἀνατρέχει, ἵνα ᾖ ὥσπερ ἦν.᾿ Οὐ γὰρ ἦν ὅπερ οὐκ ἔστι νῦν, οὐδέ ἐστιν ὅπερ οὐκ ἦν· ἀλλʼ ἔστιν ὥσπερ ἦν ἀεὶ, καὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχων· ἐπεὶ ἀτελὴς καὶ τρεπτὸς φανήσεται. Εἰ γὰρ, ὅπερ ἦν τοῦτʼ ἔσται μετὰ ταῦτα, ὡς νῦν οὐκ ὢν, δῆλον ὅτι οὐκ ἔστι νῦν ὅπερ ἦν καὶ ἔσται. Λέγω δέ· εἰ ἐν Θεῷ ἦν πρότερον, καὶ μετὰ ταῦτα πάλιν ἔσται, δῆλον ὅτι οὐκ ἔστι νῦν ἐν τῷ Θεῷ ὁ Λόγος. Ἀλλʼ ἐλέγχει τούτους ὁ Κύριος, λέγων, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ οὕτω γάρ ἐστι νῦν, ὥσπερ ἦν ἀεί. Εἰ δὲ οὕτω νῦν ἐστιν, ὥσπερ ἦν ἀεὶ, δῆλον ὅτι οὐ ποτὲ μὲν ἐγεννᾶτο, ποτὲ δὲ οὔ· οὐδὲ ποτὲ μὲν ἐν Θεῷ ἡσυχία Cp. i. 14, 21. 28. Cp. c. 9. ἦν, ποτὲ δὲ ἐλάλει· ἀλλʼ ἔστιν ἀεὶ Πατὴρ, καὶ Υἱὸς ὁ τούτου Λόγος, οὐκ ὀνόματι μόνον ‘Λόγος,’ οὐδὲ κατʼ ἐπίνοιαν ‘Υἱὸς’ ὁ Λόγος, ἀλλʼ ὑπάρχων ὁμοούσιος τῷ Πατρὶ, οὐ διʼ ἡμᾶς γεννηθεὶς, ἡμεῖς γὰρ δι᾿ ἐκεῖνον γεγόναμεν. Ἐπεὶ εἰ δι᾿ ἡμᾶς ἐγεννήθη, καὶ ἐν τῷ γεγεννῆσθαι αὐτὸν ἐκτίσθημεν, καὶ τῇ γεννήσει αὐτοῦ συνέστηκεν ἡ κτίσις, ἀνατρέχει δὲ ἵνα ᾖ ὅπερ πρότερον ἦν, πρῶτον μὲν ἔσται πάλιν μὴ γεννώμενος ὁ γεννηθείς. Εἰ γὰρ ἡ πρόοδος αὐτοῦ γέννησίς ἐστιν, ἡ ἀναδρομὴ πάλιν παῦλα τῆς γεννήσεως· γενομένου γὰρ αὐτοῦ ἐν τῷ Θεῷ, σιωπήσει πάλιν ὁ Θεός. Εἰ δὲ σιωπήσει, ἔσται ὅπερ ἦν, σιωπῶντος αὐτοῦ, ἡσυχία, καὶ οὐ κτίσις· παύσεται ἄρα ἡ κτίσις. Ὥσπερ γὰρ προελθόντος τοῦ Λόγου, γέγονεν ἡ κτίσις, καὶ ὑπῆρξεν, c. 14. 25. οὕτω παλινδρομοῦντος τοῦ Λόγου, οὐχ ὑπάρξει ἡ κτίσις. Τίς οὖν χρεία τοῦ γενέσθαι, εἰ παύσεται; ἢ τί καὶ ἐλάλει ὁ Θεὸς, ἵνα μετὰ ταῦτα σιωπήσῃ; τί δὲ προεβάλλετο, ὃν ἀνακαλεῖται; τί δὲ καὶ ἐγέννα, οὗ τὴν γέννησιν παύσειν ἤθελε; Τί δὲ πάλιν ἔσται, ἄδηλον, ἢ γὰρ σιωπήσει ἀεὶ, ἢ πάλιν γεννήσει, καὶ ἑτέραν κτίσιν ἐπινοήσει· οὐ γὰρ τὴν αὐτὴν ποιήσει (ἢ γὰρ ἂν διέμεινεν ἡ γενομένη) ἀλλʼ ἑτέραν· ἀκολούθως δὲ καὶ ταύτην παύσει, καὶ ἑτέραν ἐπινοήσει, καὶ τοῦτο εἰς ἄπειρον. 13. Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε, διαβεβαιουμένων ii. 11. ‘συστέλλεσθαιʼ καὶ πάλιν ‘ἐκτείνεσθαι᾿  τὸν Θεὸν μετὰ τῆς De Syn. 27. s. 6. Cp. Euseb. Ecel. Th. ii. 6. 2 ; iii. 4. 2 ; Epiph. Haer. 72. 10. κτίσεως, καὶ ἀπείρως παύεσθαι, Τὸ γὰρ πλατυνόμενον ἀπὸ στενότητος πλατύνεται, καὶ τὸ ἐκτεινόμενον συνεσταλμένον ἐκτείνεται· καὶ αὐτὸ μὲν ἔστι, πλέον δὲ οὐδὲν ἢ πάθος ὑπομένει. Εἰ τοίνυν ἡ μονὰς, πλατυνθεῖσα, γέγονε τριὰς, ἡ δὲ μονάς ἐστιν ὁ Πατὴρ, τριὰς δὲ Πατὴρ, Υἱὸς, ἅγιον Πνεῦμα, πρῶτον μὲν πλατυνθεῖσα ἡ μονὰς, πάθος ὑπέμεινε, καὶ γέγονεν ὅπερ οὐκ Cp. i. 17. ἦν· ἐπλατύνθη γὰρ, οὐκ οὖσα πλατεῖα· ἔπειτα εἰ αὐτὴ ἡ μονὰς ἐπλατύνθη εἰς τριάδα, τριὰς δέ ἐστι Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ὁ αὐτὸς ἄρα Πατὴρ γέγονε καὶ Υἱὸς καὶ Πνεῦμα κατὰ Σαβέλλιον· ἐκτὸς εἰ μὴ ἡ λεγομένη παρ᾿  αὐτῷ μονὰς ἄλλο τί c. 2. ἐστι παρὰ τὸν Πατέρα· οὐκ ἔτι οὖν ‘πλατύνεσθαιʼ ἔδει λέγειν, ἀλλʼ ἡ μονὰς τριῶν ποιητικὴ, ὥστε εἶναι μονάδα, εἶτα καὶ Cp. de Syn. 45. Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα. Εἰ γὰρ ἐπλατύνθη αὕτη, καὶ ἐξέτεινεν ἑαυτὴν, αὐτὴ ἂν εἴη ὅπερ ἐξετάθη. Καὶ τριὰς μὲν, πλατυνθεῖσα, οὐκ ἔτι μονάς ἐστι· μονὰς δὲ οὖσα, οὔπω ἦν τριάς. Καὶ ὁ Πατὴρ ἄρα ὢν οὔπω ἦν Υἱὸς καὶ Πνεῦμα· γενόμενος δὲ ταῦτα, οὐκ ἔτι Πατὴρ μόνον ἐστί. Ταῦτα δὲ καταψευδόμενος ἄν τις εἴποι, τοῦ Θεοῦ σῶμα καὶ παθητὸν αὐτὸν εἰσάγων· τί γάρ ἐστι πλατύνεσθαι ἢ πάθος τοῦ πλατυνομένου ; ἢ τί ἐστι Cp. i. 16. τὸ πλατυνόμενον, ἢ τὸ πρότερον μὴ τοιοῦτον, ἀλλὰ στενὸν τυγχάνον ; ταὐτὸν γάρ ἐστι, χρόνῳ μόνον διαφέρον ἑαυτοῦ. 14. Τοῦτο καὶ ὁ θεῖος γινώσκει ἀπόστολος, πρὸς Κορινθίους ἐπιστέλλων, ‘Μὴ στενοχωρεῖσθε ἐν ἡμῖν· πλατύνθητε δὲ καὶ 2 Cor. vi. 12. ὑμεῖς, Κορίνθιοι· τοὺς γὰρ αὐτοὺς ἀπὸ στενότητος εἰς πλατυσμὸν μεταβάλλειν συμβουλεύει, Ὥσπερ δὲ εἰ ἐπλατύνθησαν πάλιν Κορίνθιοι καὶ στενοχωρούμενοι, οὐκ ἄλλοι ἐτύγχανον, ἀλλὰ πάλιν ἦσαν Κορίνθιοι, οὕτως εἰ ὁ Πατὴρ ἐπλατύνθη εἰς τριάδα, ἡ τριὰς πάλιν ἐστὶν ὁ Πατὴρ μόνος. Τὸ αὐτὸ δὲ πάλιν Φνσὶν,  ‘ἡ καρδία ἡμῶν πεπλάτυνται·᾿  καὶ ὁ Νῶε γέγει, Ib. 11. ‘Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ· ᾿ ἡ αὐτὴ γὰρ καρδία καὶ ὁ αὐτὸς Gen. ix Ἰάφεθ ἐστὶν ἐν τῷ πλατυσμῷ. Εἰ μὲν οὖν ἡ μονὰς ἐπλάτυνεν, Corr. εἰ δὲ αὐτῇ . ἄλλοις ἂν ἐπλάτυνεν· εἰ δὲ αὐτὴ ἐπλάτυνεν, αὐτὴ ὂν εἴη, ὅπερ ἐπλατύνθη· τί δέ ἐστιν ἢ ὁ Υἱὸς καὶ Πνεῦμα ἅγιον; Ἐρέσθαι δὲ αὐτὸν τοιαῦτα λέγοντα, καλόν· Τίς ἡ ἐνέργεια τοῦ τοιούτου πλατυσμοῦ; ἢ, ὡς ἐπʼ αὐτῆς ἀληθείας, διὰ τί ὅλως ἐπλατύνθη; τὸ γὰρ μὴ μένον τὸ αὐτὸ, ἀλλʼ ὕστερον πλατυνόμενον, ἔχειν ἀνάγκῃ δεῖ τὴν αἰτίαν, δι᾿ ἣν καὶ ἐπλατύνθη. Εἰ μὲν οὖν ἵνα Λόγος καὶ Πνεῦμα συνῇ αὐτῷ, περιττὸν τὸ λέγειν, ‘μονὰς,ʼ εἶτα, ‘ἐπλατύνθη·’ οὐ γὰρ ὕστερον Λόγος Cp. i. 19. καὶ Πνεῦμα, ἀλλʼ ἀεὶ, ἵνα μὴ ἄλογος ὁ Θεὸς κατὰ τοὺς Ἀρειανούς. Ὥστε, εἰ ἀεὶ ἦν Λόγος καὶ Πνεῦμα, ἀεὶ πλατεῖα, καὶ οὐ πρῶτον μονάς. Εἰ δὲ ὕστερον ἐπλατύνθη, ὕστερον καὶ Λόγος. Εἰ δὲ διὰ τὴν ἐνανθρώπησιν ἐπλατύνθη, καὶ γέγονε τότε τριὰς, ἄρα πρὸ τῆς ἐνανθρωπήσεως οὔπω ἦν τριάς. Φανήσεται δὲ ὁ Πατὴρ καὶ γεγονὼς σὰρξ,ʼ εἴγε αὐτὸς, μονὰς ὢν, ἐν τῷ ἀνθρώπῳ ἐπλατύνθη· καὶ τάχα λοιπὸν μονὰς ἔσται, καὶ σὰρξ, καὶ, τὸ τρίτον, Πνεῦμα, εἴγε αὐτὸς ἐπλατύνθη· ἔσται δὲ καὶ ὀνόματι μόνον τριάς. Εἰ δὲ διὰ τὸ κτίσαι ἐπλατύνθη, ἄτοπον· δυνατὸν γὰρ ἦν, καὶ μονάδα μένουσαν αὐτὴν, πάντα ποιεῖν· οὐ γὰρ ἐνδεὴς ἦν πλατυσμοῦ ἡ μονὰς, οὐδὲ ἀσθενὴς ἦν πρὸ τοῦ πλατυνθῆναι. Ἄτοπον γὰρ καὶ ἀσεβὲς τοῦτό γε ἐπὶ Θεοῦ νοεῖν καὶ λέγειν. Ἀκολουθήσει δὲ καὶ ἄλλο ἄτοπον, εἰ γὰρ διὰ τὴν κτίσιν ἐπλατύνθη, ἕως δὲ μονὰς ἦν, οὐκ ἦν ἡ κτίσις, πάλιν c. 12. δὲ ἔσται μετὰ τὴν συντέλειαν μονὰς ἀπὸ πλατυσμοῦ, ἀναιρεθήσεται καὶ ἡ κτίσις. Ὥσπερ γὰρ διὰ τὸ κτίσαι ἐπλατύνθη, οὕτως παυομένου τοῦ πλατυσμοῦ παύσεται καὶ ἡ κτίσις. 15. Τοιαῦτα μὲν οὖν ἄτοπα ἐκ τοῦ ‘πλατύνεσθαιʼ λέγειν εἰς τριάδα τὴν μονάδα ἀπαντήσει. Ἐπειδὴ δὲ οἱ τοῦτο λέγοντες τολμῶσι διαιρεῖν Λόγον καὶ Υἱὸν, καὶ λέγειν ἄλλον μὲν εἶναι τὸν Λόγον, ἕτερον δὲ τὸν Υἱὸν, καὶ πρότερον μὲν εἶναι τὸν Λόγον, εἶτα τὸν Υἱόν· φέρε, καὶ περὶ τούτων ἴδωμεν. Ἔστι (1.) δὲ τούτων διάφορος ἡ τόλμα. Οἱ μὲν γὰρ τὸν ἄνθρωπον, ὃν (2.) ἀνέλαβεν ὁ Σωτὴρ, αὐτὸν εἶναι τὸν Υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν Λόγον, Υἱὸν τότε γεγενῆσθαι, (3.) ὅτε συνήφθησαν· ἄλλοι δέ εἰσιν οἱ λέγοντες, αὐτὸν τὸν Λόγον τότε Υἱὸν γεγενῆσθαι, ὅτε ἐνηνθρώπησεν· ‘Ἀπὸ γὰρ Λόγου,’ φασὶ, ‘γέγονεν Υἱὸς, οὐκ ὢν πρότερον Υἱὸς, ἀλλὰ Λόγος Cp. Macrostich, de Syn. 26. s. 5. μόνον.’ Στωϊκὰ μὲν οὖν ἀμφότερα, τό τε πλατύνεσθαι λέγειν τὸν Θεὸν, καὶ ἀρνεῖσθαι τὸν Υἱόν. Κατὰ περιττὸν δὲ ἀνόητον, ὅτι, ὀνομάζοντες ‘Λόγον,ʼ ἀρνοῦνται αὐτὸν Υἱὸν εἶναι. Εἰ μὲν γὰρ οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ ὁ Λόγος, εἰκότως ἂν αὐτὸν ἀρνοῖντο εἶναι Υἱόν· εἰ δὲ ἐκ τοῦ Θεοῦ ἐστι διὰ τί μὴ συνορῶσιν ὅτι τὸ ἔκ τινος ὑπάρχον ‘υἱόςʼ ἐστιν ἐκείνου, ἐξ οὗ καὶ ἔστιν; Εἶτα εἰ i. 14. τοῦ Λόγου Πατήρ ἐστιν ὁ Θεὸς, διὰ τί μὴ καὶ ὁ Λόγος Υἱὸς ἂν εἴη τοῦ ἑαυτοῦ Πατρός; ‘πατὴρʼ γὰρ τίς ἐστι καὶ λέγεται, οὗ ἐστιν ὁ υἱός· καὶ ‘υἱόςʼ τίς ἐστι καὶ λέγεται ἐκείνου, οὗ ἐστιν ὁ πατήρ. Εἰ τοίνυν τοῦ Χριστοῦ οὐκ ἔστι Πατὴρ ὁ Θεὸς, οὐδὲ ὁ Λόγος Υἱὸς ἂν εἴη· εἰ δὲ Πατὴρ ὁ Θεὸς, εἰκότως ἂν εἴη καὶ ὁ Λόγος Υἱός. Εἰ δὲ ὕστερον μὲν Πατὴρ καὶ πρῶτον Θεὸς, Ἀρειανῶν i. 5. μὲν τὸ φρόνημα· ἔπειτα, ἄτοπονμεταβάλλεσθαι τὸν Θεόν, σωματικὸν γάρ· εἰ δὲ ὥσπερ ἐπὶ τῆς κτίσεως ὕστερον ποιητὴς, ἰστέον, ὅτι τῶν γινομένων ὕστερόν ἐστιν ἡ μεταβολὴ, οὐχὶ τοῦ Θεοῦ.