<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2035.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2035.tlg002.1st1K-grc1" n="47"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2035.tlg002.1st1K-grc1:47" n="4"><p>Τί δὲ περὶ τῆς θαυμαζομένης παρ’ αὐτοῖς μαγείας ἄν τις εἴποι; ὅτι πρὶν μὲν ἐπιδημῆσαι τὸν Λόγον, ἴσχυε καὶ ἐνήργει παρ’ Αἰγυπτίοις καὶ Χαλδαίοις καὶ Ἰνδοῖς αὕτη καὶ ἐξέπληττε τοὺς ὁρῶντας· τῇ δὲ παρουσία τῆς ἀληθείας, καὶ τῇ ἐπιφανεία τοῦ Λόγου διηλέγχθη καὶ αὕτη, καὶ κατηργήθη παντελῶς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2035.tlg002.1st1K-grc1:47" n="5"><p>Περὶ δὲ τῆς Ἑλληνικῆς σοφίας καὶ τῆς τῶν Φιλοσόφων μεγαλοφωνίας, νομίζω μηδένα τοῦ παρ’ ἡμῶν δεῖσθαι λόγου, ἐπ’ ὄλψει πάντων ὄντος τοῦ θαύματος, ὅτι τοσαῦτα γραψάντων τῶν παρ’ Ἕλλησι σοφῶν καὶ μὴ δυνηθέντων πεῖσαι κἄν ὀλίγους ἐκ τῶν πλησίον τόπων περὶ ἀθανασίας καὶ τοῦ κατ’ ἀρετὴν βίου, μόνος ὁ Χριστὸς δι’ εὐτελῶν <pb facs="552464779_0088"/> ῥημάτων, καὶ δ’ ἀνθρώπων οὐ κατὰ τὴν γλῶτταν σοφῶν, κατὰ πᾶσαν τὴν οἰκουμένην παμπληθεῖς ἐκκλησίας ἔπεισεν ἀνθρώπων καταφρονεῖν μὲν θανάτου, φρονεῖν δὲ ἀθάνατα, καὶ τὰ μὲν πρόσκαιρα παρορᾶν, εἰς δὲ τὰ αἰώνια ἀποβλέπειν, καὶ μηδὲν ἡγεῖσθαι τὴν ἐπὶ γῆς δόξαν, μόνης δὲ τῆς ἀθανασίας ἀντιποιεῖσθαι.</p></div></div></div></body></text></TEI>