Πότε τὴν τῶν εἰδώλων θρησκείαν ἤρξαντο καταλιμπάνειν οἱ ἄνθρωποι, εἰ μὴ ἀφ’ οὗ γέγονεν ὁ ἀληθινὸς τοῦ Θεοῦ Λόγος ἐν ἀνθρώποις; πότε δὲ τὰ παρ’ Ἕλλησι καὶ πανταχοῦ μαντεῖα πέπαυται καὶ κεκένωται, εἰ μὴ ὅτε μέχρι γῆς πεφανέρωκεν ἑαυτὸν ὁ Σωτήρ; Πότε δὲ καταγινώσκεσθαι ἤρξαντο οἱ παρὰ ποιηταῖς λεγόμενοι θεοὶ καὶ ἥρωες, ὡς μόνον ὄντες ἄνθρωποι θνητοί, εἰ μὴ ἀφ’ οὖ ὁ Κύριος τὸ κατὰ τοῦ θανάτου τρόπαιον εἰργάσατο, καὶ ὅπερ ἔλαβε σῶμα τετήρηκεν ἄφθαρτον, ἀναστήσας αὐτὸ ἐκ τῶν νεκρῶν;