Οὕτω γὰρ λοιπὸν πανταχόθεν συγσυγκλειόμενος ὁ ἄνθρωπος καὶ πανταχοῦ, τουτέστιν ἐν οὐρανῷ, ἐν ᾅδῃ, ἐν ἀνθρώπῳ, ἐπὶ γῆς ἡπλωμένην τὴν τοῦ Λόγου θειότητα βλέπων, οὐκ ἔτι μὲν ἀπατᾶται περὶ Θεοῦ, μόνον δὲ τοῦτον προσκυνεῖ, καὶ δι’ αὐτοῦ καλῶς τὸν Πατέρα γινώσκει. Τούτοις μὲν οὖν καὶ Ἕλληνες εἰκότως δυσωπηθήσονται παρ’ ἡμῶν ἐκ τῶν εὐλόγων. εἰ δὲ μὴ αὐτάρκεις εἶναι τοὺς λόγους ἡγοῦνται πρὸς αἰσχύνην αὐτῶν, κἂν ἐκ τῶν ἐπ’ ὅψεσι πάντων φαινομένων πιστούσθωσαν τὰ λεγόμενα.