Εἰ δὲ καὶ εἰς ᾅδην τις κατέβη, καὶ πρὸς τοὺς ἐκεῖ κατελθόντας ἥρωας ἐπτόηται ὡς θεούς· ἀλλ’ ὁρᾷ τὴν τούτου γενομένην ἀνάστασιν, καὶ τὴν κατὰ τοῦ θανάτου νίκην, καὶ λογίζεται ἐν ἐκείνοις μόνον εἶναι τὸν Χριστὸν ἀληθινὸν Κύριον καὶ Θεόν. Πάντων γὰρ τῶν τῆς κτίσεως μερῶν ἥψατο ὁ Κύριος, καὶ τὰ πάντα πάσης ἀπάτης ἠλευθέρωσε καὶ ἤλεγξεν, ὡς Παῦλός φησιν· ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν ἐν τῷ σταυρῷ, ἵνα μηκέτι τις ἀπατηἀπαταθῆναι δυνήθῃ, ἀλλὰ πανταχοῦ τὸν ἀληθινὸν τοῦ Θεοῦ Λόγον εὕρῃ.