<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2035.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2035.tlg002.1st1K-grc1" n="45"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2035.tlg002.1st1K-grc1:45" n="2"><p>Πάλιν γὰρ τὸ αὐτό φημι τοῖς πρότερον ἐπαναλαβών· ὅτι τοῦτο πεποίηκεν ὁ Σωτήρ, ἵνα ὥσπερ τὰ πάντα πανταχόθεν πληροῖ παρών, οὕτως καὶ τὰ πάντα τῆς περὶ αὐτοῦ γνώσεως πληρώσῃ, ᾗ φησι καὶ ἡ θεία γραφή· <q>Ἐπληρώθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2035.tlg002.1st1K-grc1:45" n="3"><p>Είτε γάρ τις ἀναβλέπειν εἰς τὸν οὐρανὸν βούλεται· ὁρᾷ τὴν τούτου διακόσμησιν· εἴτε οὐ δύναται μὲν εἰς τὸν οὐρανόν, εἰς ἀνθρώπους δὲ μόνον ἀνακύπτει· ὁρᾷ διὰ τῶν ἔργων τὴν ἀσύγκριτον αὐτοῦ πρὸς ἀνθρώπους δύναμιν, καὶ γινώσκει τοῦτον ἐν ἀνθρώποις μόνον Θεὸν Λόγον. εἴτε ἐν δαίμοσί τις ἀπεστράφη, καὶ περὶ τούτου ἐπτόηται· ὁρᾷ τοῦτον ἐλαύνοντα τούτους, καὶ κρίνει τοῦτον αὐτῶν εἶναι δεσπότην. εἴτε εἰς τὴν ὑδάτων βεβύθισται φύσιν, καὶ νομίζει ταῦτα Θεὸν εἶναι· ὥσπερ Αἰγύπτιοι σέβουσι τὸ ὕδωρ· ὁρᾷ ταύτην μεταβαλλομένην ὑπ’ αὐτοῦ, καὶ γινώσκει τούτων εἶναι κτίστην τὸν Κύριον.</p></div></div></div></body></text></TEI>