Διὰ τοῦτο εἰκότως ἐνεδύσατο σῶμα ὁ Σωτήρ, ἵνα συμπλακέντος τοῦ σώματος τῇ ζωῇ, μηκέτι ὡς θνητὸν ἀπομείνῃ ἐν τῷ θανάτῳ· ἀλλ’ ὡς ἐνδυσάμενον τὴν ἀθανασίαν, λοιπὸν ἀναστὰν ἀθάνατον διαμείνῃ. ἅπαξ γὰρ ἐνδυσάμενον φθορὰν οὐκ ἂν ἀνέστη, εἰ μὴ ἐνεδύσατο τὴν ζωήν· καὶ πάλιν θάνατος καθ’ ἑαυτὸν οὐκ ἂν φανείη, εἰ μὴ ἐν τῷ σώματι· διὰ τοῦτο ἐνεδύσατο σῶμα, ἵνα τὸν θάνατον ἐν τῷ σώματι εὑρὼν ἀπαἀπαλείψῃ. πῶς γὰρ ἂν ὅλως ὁ Κύριος ἐδείχθη ζωή, εἰ μὴ τὸ θνητὸν ἐζωοποίησε; Καὶ ὥσπερ τῆς καλάμης ὑπὸ πυρὸς φύσει φθειρομένης, εἰ κωλύει τις τὸ πῦρ ἀπὸ τῆς καλάμης· οὐ καίεται μὲν ἡ καλάμη, μένει δὲ ὅλως πάλιν καλάμη ἡ καλάμη ὑποπτεύουσα τὴν τοῦ πυρὸς ἀπειλήν· φύσει γὰρ ἀναλωτικόν ἐστιν αὐτῆς τὸ πῦρ· εἰ δέ τις ἐνδιδύσκοι τὴν καλάμην ἀμιάντῳ πολλῷ, δὴ λέγεται ἀντιπαθὲς εἶναι τοῦ πυρός, οὐκ ἔτι τὸ πῦρ φοβεῖται ἡ καλάμη, ἔχουσα τὴν ἀσφάλειαν ἐκ τοῦ ἐνδύματος τοῦ ἀκαύστου·