<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2035.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2035.tlg002.1st1K-grc1" n="44"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2035.tlg002.1st1K-grc1:44" n="4"><p>Ἔπειτα καὶ τοῦτο ἰστέον, ὅτι ἡ γενομένη φθορὰ οὐκ ἔξωθεν ἦν τοῦ σώματος, ἀλλ’ αὐτῷ προσεγεγόνει, καὶ ἀνάγκη ἦν ἀντὶ τῆς φθορᾶς ζωὴν αὐτῷ προσπλακῆναι, ἵνα ὥσπερ ἐν τῷ σώματι γέγονεν ὁ θάνατος, οὕτως ἐν αὐτῷ γένηται <pb facs="552464779_0083"/> καὶ ἡ ζωή.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2035.tlg002.1st1K-grc1:44" n="5"><p>Εἰ μὲν οὖν ἔξωθεν ἦν ὁ θάνατος τοῦ σώματος· ἔξωθεν ἔδει καὶ τὴν ζωὴν αὐτοῦ γεγονέναι. εἰ δὲ ἐν τῷ σώματι συνεπλάκη ὁ θάνατος, καὶ ὡς συνὼν αὐτῷ κατεκράτει τούτου· ἀνάγκη καὶ τὴν ζωὴν συμπλακῆναι τῷ σώματι, ἵνα ἀντενδυθὲν τὸ σῶμα τὴν ζωήν, ἀποβάλῃ τὴν φθοράν. ἄλλως τε εἰ καὶ ἐγεγόνει ἕξω τοῦ σώματος ὁ Λόγος, καὶ μὴ ἐν αὐτῷ, ὁ μὲν θάνατος ἡττᾶτο ὑπ’ αὐτοῦ φυσικώτατα, ἄτε δὴ μὴ ἰσχύοντος τοῦ θανάτου κατὰ τῆς ζωῆς, οὐδὲν ἦττον δὲ ἔμενεν ἐν τῷ σώματι ἡ προσγενομένη φθορά.</p></div></div></div></body></text></TEI>