Οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἄλλον ἑαυτοῖς ἀναπλάττονται δημιουργὸν, τῶν πάντων παρὰ τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τυφλώττοντες μέγα καὶ περὶ ἃ φθέγγονται. γονται. Τοῦ γὰρ Κυρίου λέγοντος πρὸς τοὺς Ιουδαίους· οὐκ ἀνέγνωτε, ὅτι ἀπ’ ἀρχῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· εἶτα σημαίνων τὸν κτίσαντά φησιν· ὃ οὖν ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω· πῶς οὗτοι ξένην τοῦ Πατρὸς τὴν κτίσιν εἰσάγουσιν; Εἰ δὲ κατὰ τὸν Ἰωάννην πάντα περιλαβόντα καὶ λέγοντα· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν, πῶς ἂν ἄλλος εἴη ὁ δημιουργὸς, παρὰ τὸν Πατέρα τοῦ Χριστοῦ;