Ἄλλοι δὲ, ἐν οἷς ἐστὶ καὶ ὁ μέγας παρ’ Ἕλλησι Πλάτων, ἐκ προϋποκειμένης καὶ ἀγενήτου ὕλης πεποιηκέναι τὸν Θεὸν τὰ ὅλα διηγοῦνται· μὴ ἂν γὰρ δύνασθαί τι ποιῆσαι τὸν Θεὸν εἰ μὴ προϋπέκειτο ἡ ὕλη· ὥσπερ καὶ τῷ τέκτονι προϋποκεῖσθαι δεῖ τὸ ξύλον, ἵνα καὶ ἐργάσασθαι δυνηθῇ. Οὐκ ἴσασι δὲ τοῦτο λέγοντες, ὅτι ἀσθένειαν περιτιθέασι τῷ Θεῷ· εἰ γὰρ οὐκ ἔστι τῆς ὕλης αὐτὸς αἴτιος, ἀλλ’ ὅλως ἐξ ὑποκειμένης ὕλης ποιεῖ τὰ ὄντα, ἀσθενὴς εὑρίσκεται, μὴ δυνάμενος ἄνευ τῆς ὕλης ἐργάσασθαί τι τῶν γενομένων· ὥσπερ ἀμέλει καὶ τοῦ τέκτονος ἀσθένειά ἐστι, τὸ μὴ δύνασθαι χωρὶς τῶν ξύλων ἐργάσασθαί τι τῶν ἀναγκαίων. καὶ καθ’ ὑπόθεσιν γὰρ εἰ μὴ ἦν ἡ ὕλη, οὐκ ἄν εἰργάσατό τι ὁ Θεός. καὶ πῶς ἔτι ποιητὴς καὶ δημιουργὸς ἂν λεχθείη ἐξ ἑτέρου τὸ ποιεῖν ἐσχηκὼς, λέγω δὴ ἐκ τῆς ὕλης; ἔσται δὲ, εἰ οὕτως ἔχει, κατ’ αὐτοὺς ὁ Θεὸς τεχνίτης μόνον καὶ οὐ κτιστὴς εἰς τὸ εἶναι, εἴ γε τὴν ὑποκειμένην ὕλην ἐργάζεται, τῆς δὲ ὕλης οὐκ ἔστιν αὐτὸς αἴτιος. καθόλου γὰρ οὐδὲ κτιστὴς ἂν λεχθείη, εἴγε μὴ κτίζει τὴν ὕλην, ἐξ ἦς καὶ τὰ κτισθέντα γέγονεν.